Νοῦ πρὸς Ἑρμῆν

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

συνέχει δὲ τοῦτο ⟨τὸ πᾶ⟩ν ὁ αἰών,—εἴτε [δι᾽] ἀνάγκην,

  • εἴτε πρόνοιαν, εἴτε φύσιν, [καὶ] εἴ⟨τε⟩ τι ἄλλο οἴεται ἢ οἰηθήσεταί τις,—τοῦτο ἔστι [πᾶ]ν, ὁ θεὸς ἐνεργῶν. ἡ δὲ ἐνέργεια ⟨τοῦ⟩ θεοῦ δυνάμει [οὖσα] ἀνυπέρβλητος, ᾗ οὔτε τὰ ἀνθρώπεια οὔτε τὰ θεῖα παραβάλλοι ἄν τις. διό, ⟨ὦ⟩ Ἑρμῆ, μή[δεπο]τε τῶν κάτω μήτε τῶν ἄνω ὅμοιόν τι ἡγήσῃ τῷ θεῷ·
  • ἐπεὶ τῆς ἀληθείας ἐκπεσῇ· οὐδὲν γὰρ ὅμοιον τῷ [ἀνομοίῳ καὶ] μόνῳ καὶ ἑνί. [καὶ] μηδὲ ἄλλῳ τινὶ ἡγήσῃ τῆς δυνάμεως ἐκχωρεῖν· τίς γὰρ κατ’ ἐκεῖνον; ⟨τίς ἄλλος αἴτιος⟩ [εἴτε] ζωῆς, καὶ ἀθανασίας καὶ μεταβολῆς ποιΗτήc; τί δὲ αὐτο῀Υ ἄλλο ⟨ἔργον ἢ⟩ τὸ ποιεῖΝ; οὐ γὰρ ἀργὸς ὁ θεός· ἐπεὶ πάντα
  • ἂν ἦν ἀργά. ἅπαντα γὰρ πλήρη τοῦ θεοῦ. ἀλλ᾽ οὐδὲ ἐν τῷ κόσμῳ ἐστὶν ἀργία οὐδαμοῦ [οὐδὲ ἔν τινι ἄλλῳ]· ἀργία γὰρ ὄνομα κενόν ἐστι, καὶ τοῦ ποιοῦντος καὶ τοῦ γινομένου.