Νοῦ πρὸς Ἑρμῆν

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

ἐὰν δὲ κατακλείσῃς σου τὴν ψυχὴν ἐν τῷ σώματι, καὶ ταπεινώσῃς ἑαυτόν, καὶ εἴπῃς

Οὐδὲν νοῶ, οὐδὲν δύναμαι· φοβοῦμαι Γήν ⟨καὶ⟩ θάλασσαν· εἰς τὸν οὐρανὸν ἀναβῆναι οὐ δύναμαι· οὐκ οἶδα τίς ἤμην, οὐκ οἶδα τίς ἔσομαι· τί σοι καὶ τῷ θεῷ; οὐδὲν γὰρ δύνασαι τῶν καλῶν καὶ ἀγαθῶν ⟨⟨νοῆσαι⟩⟩, φιλοσώματος ὢν καὶ κακὸς [[νοῆσαι]].