Νοῦ πρὸς Ἑρμῆν
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
ὡς δέ μοι ἐπῆλθεν εἰπεῖν οὐκ ὀκνήσω. ἐπεὶ πολλὰ πολλῶν καὶ ταῦτα διάφορα περὶ τοῦ παντὸς καὶ τοῦ θεοῦ εἰπόντων
⟨ὁ⟩ θεός, ὁ αἰών, ὁ κόσμος, ὁ χρόνος, ἡ γένεσις.
ὁ αἰὼν δὲ τὸν κόσμον,
ὁ κόσμος δὲ τὸν χρόνον,
ὁ χρόνος δὲ τὴν γένεσιν.
τοῦ δὲ θεοῦ [ὥσπερ] οὐσία ἐστὶ τὸ ἀγαθόν, [τὸ καλόν, ἡ
τοῦ δὲ αἰῶνος, ἡ ταυτότης,
τοῦ δὲ κόσμου, ἡ τάξις,
τοῦ δὲ χρόνου, ἡ μεταβολή,
τῆς δὲ γενέσεως, ἡ ζωή [καὶ ὁ θάνατος].
ἐνέργειαι δὲ τοῦ θεοῦ νοῦς καὶ ψυχή,
τοῦ δὲ αἰῶνος, ἀθαΝαϲία καὶ ΔιαΜΟΝΉ,
τοῦ δὲ κόσμου, ἀποκατάστασις καὶ ἀνταποκατάστασις,
τοῦ δὲ χρόνου, αὔξησις καὶ μείωσις,
τῆς δὲ γενέσεως, ποιότης ⟨καὶ ποσότης⟩.
ὁ οὖν αἰὼν ἐν τῷ θεῷ,
ὁ δὲ κόσμος ἐν τῷ αἰῶνι,
ὁ δὲ χρόνος ἐν τῷ κόσμῳ,
ἡ δὲ γένεσις ἐν τῷ χρόνῳ.
καὶ ὁ μὲν αἰὼν ἕστηκε περὶ τὸν θεόν,
ὁ δὲ κόσμος κινεῖται ἐν τῷ αἰῶνι,
ὁ δὲ χρόνος περαιοῦται ἐν τῷ κόσμῳ,
ἡ δὲ γένεσις γίνεται ἐν τῷ χρόνῳ.
πηγὴ μὲν οὖν πάντων ὁ θεός, [οὐσία δὲ ὁ αἰών, ὕλη δὲ ὁ
καὶ ὁ αἰὼν κοσμεῖ [οὖν] τὴν ⟨ὕλην⟩, ἀθανασίαν καὶ διαμονὴν ἐνθεὶς τῇ ὕλῃ· [ἡ γὰρ ἐκείνης γένεσις] [[ἤρτηται ἐκ τοῦ αἰῶνος, καθάπερ καὶ ὁ αἰὼν ἐκ τοῦ θεοῦ·]] ἡ γὰρ γένεσις [καὶ ὁ χρόνος ἐν οὐρανῷ καὶ ἐν γῇ εἰσιν
[καὶ ὁ μὲν θεὸς ἐν τῷ νῷ, ὁ δὲ νοῦς ἐν τῇ ψυχῇ, ἡ δὲ ψυχὴ ἐν τῇ ὕλῃ.] [πάντα δὲ ταῦτα διὰ τοῦ αἰῶνος.] τὸ δὲ πᾶν τοῦτο σῶμα, ἐν ᾧ τὰ πάντα ἐστὶ σώματα, ⟨ψυχῆς πλῆρές ἐστιν· ἡ δὲ⟩ ψυχὴ πλήρης τοῦ νοῦ, καὶ ⟨ὁ νοῦς⟩ τοῦ θεοῦ. ⟨ψυχὴ δὲ⟩ ἐντὸς μὲν αὐτὸ πληροῖ, ἐκτὸς δὲ περιλαμβάνει,
συνέχει δὲ τοῦτο ⟨τὸ πᾶ⟩ν ὁ αἰών,—εἴτε [δι᾽] ἀνάγκην,
πάντα δὲ δεῖ γίνεσθαι καὶ ἀεὶ καὶ καθ᾽ ἕκαστοΝ τόποΝ [ῥοπήν]. ὁ γὰρ ποιῶν ἐν πᾶσίν ἐστιν, οὐκ ἔν τινι ἱδρυμένος,
⟨⟨κατάσχες οὖν τοῦ λόγου, ὦ τρισμέγιστε Ἑρμῆ, καὶ μέμνησο τῶν λεγομένων.⟩⟩
⟨⟨. . . ὡς δέ μοι ἐπῆλθεν εἰπεῖν οὐκ ὀκνήσω. ἐπεὶ πολλὰ πολλῶν καὶ ταῦτα διάφορα περὶ τοῦ παντὸς καὶ τοῦ θεοῦ εἰπόντων ἐγὼ τὸ ἀληθὲς οὐκ ἔμαθον, σύ μοι περὶ τούτου, δέσποτα, διασάφησον· σοὶ γὰρ ἂν καὶ μόνῳ πιστεύσαιμι τὴν
[ὁ χρόνος] Ἄκουε, ὦ τέκνον, ὡς ἔχει ὁ θεὸς καὶ τὸ πᾶν.⟩⟩
θέασαι δῊ δι᾽ ἐμοῦ τὸν κόσμον ὑποκείμενον τῇ σῇ ὄψει, [τό τε κάλλος αὐτοῦ ἀκριβῶς κατανόησον,] σῶμα [μὲν] ἀκήρατον, καὶ οὗ παλαιότερον οὐδέν ἐστ[α]ι, διὰ παντὸς δὲ
ἴδε καὶ τοὺς ὑποκειμένους ἑπτὰ κόσμους, κεκοσμημένους τάξει αἰωνίῳ, καὶ
δρόμῳ διαφόρῳ τὸν αἰῶνα ἀναπληροῦντας. φωτὸς δὲ πάντα πλήρη, πῦρ δὲ οὐδαμοῦ ⟨. . .· τ⟩ῇ γὰρ φιλίᾳ ⟨⟨τῶν ἐναντίαων⟩⟩ καὶ ⟨τ⟩ῇ συγκράσει [[τῶν ἐναντίων]] [καὶ] τῶν ἀνομοίων ⟨τὸ πῦρ⟩ φῶς γέγονε, καταλαμπόμενον ὑπὸ τῆς τοῦ [θεοῦ] ⟨ἡλίου⟩ ἐνεργείας, ⟨τοῦ⟩ παντὸς ἀγαθοῦ γεννήτορος, καὶ πάσηςπάντα δὲ πλήρη ψυχῆς, καὶ πάντα κινούμενα, τὰ μὲν περὶ τὸν οὐρανόν, τὰ δὲ περὶ τὴν γῆν. [καὶ μήτε τὰ δεξιὰ ἐπὶ τὰ ἀριστερὰ μήτε τὰ ἀριστερὰ ἐπὶ τὰ δεξιά,
καὶ ὅτι πάντα ταῦτα γεννητά, ὦ φίλτατε Ἑρμῆ, οὐκέτι ἐμοῦ χρῄζεις μαθεῖν. καὶ γὰρ σώματά ἐστι, καὶ ψυχὴν ἔχει, ⟨ᾗ⟩ καὶ κινεῖται· ταῦτα δὲ εἰς ἓν συνελθεῖν ἀδύνατον χωρὶς τοῦ συναγόντος. δεῖ οὖν ⟨τοιοῦτόν⟩ τινα εἶναι, ⟨⟨καὶ⟩⟩ τοῦτον
[ἐν] διαφόρων γὰρ καὶ πολλῶν οὐσῶν τῶν κινήσεων, καὶ τῶν σωμάτων οὐχ ὁμοίων, μιᾶς δὲ κατὰ πάντων τάξεως τετα[γ]μένης, ἀδύνατον δύο ἢ πλείους ποιητὰς εἶναι. μία γὰρ ἐπὶ πολλῶν οὐ τηρεῖται τάξις· ζῆλος δὲ τοῖς πολλοῖς παρέψεται, ⟨. . .⟩ τοῦ κρείττονος, καὶ ἐριοῦσι. καὶ
οὕτω δὲ νόει, ὡς παντὸς σώματος ζῶντος ἐξ ὕλης καὶ ψυχῆς τὴν σύστασιν ἔχοντος, καὶ τοῦ ἀθανάτου καὶ τοῦ θνητοῦ, καὶ τοῦ ⟨λογικοῦ καὶ τοῦ⟩ ἀλόγου. πάντα γὰρ σώματα ζῶντα ἔμψυχα, τὰ δὲ μὴ ζῶντα ὕλη [πάλιν] καθ᾽ ἑαυτήν ἐστι· καὶ ψυχὴ ὁμοίως καθ᾽ ἑαυτήν, τῷ ποιητῇ
καὶ ὅτι μὲν ἔστι τις ὁ ποιῶν ταῦτα, δῆλον. ὅτι δὲ καὶ εἷς, φανερώτατον· καὶ γὰρ μία ψυχή, καὶ μία ζωή, καὶ μία ὕλη. τίς δὲ οὗτος; τίς δὲ ἂν ἄλλος ⟨εἴη⟩, εἰ μὴ εἷς ὁ θεός; τίνι γὰρ ἂν ἄλλῳ πρέποι [ζῷα] ἔμψυχα ποιεῖν, εἰ μὴ μόνῳ τῷ
⟨⟨εἷς ἄρα καὶ ὁ θεός. καὶ πάλιν, εἰ πάντα ζῷά
καὶ τί μέγα τῷ θεῷ [ζωὴν καὶ ψυχὴν] καὶ ἀθανασίαν καὶ μεταβολὴν ποιεῖν, σοῦ τοσαῦτα ποιοῦντος; καὶ γὰρ βλέπεις,
ἀλλὰ οὐδὲ δυνατὸN [[ἐκεῖνα]] χωρὶς τοῦ ⟨⟨ἐκεῖνα⟩⟩ ⟨ποιεῖν τὸν⟩ θεὸΝ εἶναι. ὥσπερ γάρ, ἂν τούτων καταργηθῇς, οὐκέτι ζῷον εἶ, οὕτως, [οὐδ᾽] ἂν ἐκείνων καταργηθῇ, ὁ θεός, ὃ μὴ θέμις ἐστὶν εἰπεῖν, οὐκέτι ἐστὶ θεός.