Νοῦ πρὸς Ἑρμῆν

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

ἔνια δὲ τῶν λεγομένων ἰδίαν ἔννοιαν ἔχειν ὀφείλει, οἷον ὃ λέγω ⟨νῦν⟩ [νόησον]. πάντα ⟨γάρ⟩ ἐστιν ἐν τῷ θεῷ, οὐχ ὡς ἐν τόπῳ κείμενα· ὁ μὲν γὰρ τόπος [καὶ] σῶμά ἐστι, καὶ ⟨πᾶν⟩ σῶμα

  • ⟨κινητόν· τὸ δὲ ἀσώματον⟩ ἀκίνητον, καὶ τὰ ⟨ἐν αὐτῷ⟩ κείμενα κίνησιν οὐκ ἔχει· κεῖται γὰρ ἄλλως ἐν ἀσωμάτῳ [φαντασίᾳ]. [[νόησον τὸν περιέχοντα τὰ πάντα.]] καὶ [νόησον ὅτι] τοῦ ἀσωμάτου οὐδέν ἐστι περιοριστικόν, [οὐδὲ ταχύτερον, οὐδὲ δυνατώτερον,] αὐτὸ δὲ πάντων ⟨περιοριστικόν⟩,
  • [καὶ ἀπεριόριστον καὶ] ταχύτατον ⟨ὂν⟩ καὶ δυνατώτατον.