Νοῦ πρὸς Ἑρμῆν

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

ἐπεὶ οὖν ὁ κόσμος παντόμορφος γέγονεν, ὁ ποιήσας τί ἂν εἴη; ἄμορφος μὲν γὰρ μὴ γένοιτο· εἰ δὲ καὶ αὐτὸς παντόμορφος, ὅμοιος ἔσται τῷ κόσμῳ. ἀλλὰ μίαν ἔχων μορφήν, κατὰ τοῦτο ἐλάττων ἔσται τοῦ κόσμου. τί οὖν φῶμεν αὐτὸν εἶναι; μὴ εἰς ἀπορίαν τὸν λόγον περιστήσωμεν· οὐδὲν γὰρ

  • ἄπορον περὶ τοῦ θεοῦ νοουμένοιϲ. μίαν οὖν ἔχει ἰδέαν, [εἴ τις ἔστιν αὐτοῦ ἰδέα,] ἥτις ταῖς ὄψεσιν οὐχ ὑποσταίη· ἀσώματος ⟨γάρ⟩.