Νοῦ πρὸς Ἑρμῆν

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

⟨. . .⟩ τὴν δὲ μεταβολὴν θάνατόν φασιν εἶναι, διὰ τὸ τὸ

μὲν σῶμα διαλύεσθαι, τὴν δὲ ζωὴν εἰς τὸ ἀφανὲς χωρεῖν [τὰ διαλυόμενα].

τούτῳ τῷ λόγῳ, φίλτατέ μοι Ἑρμῆ, καὶ τὸι κόσμον [δεισιδαίμων ὡς] ⟨δι᾽ αἰῶνός⟩ [ἀκούεις] φημι μεταβάλλεσθαι, διὰ τὸ γίνεσθαι μέρος ⟨τι τῆς ζωῆς⟩ αὐτοῦ καθ᾽ ἐκάστην

  • ἡμέραν ἐν τῷ ἀφανεῖ, μηδέποτε ⟨δὲ⟩ διαλύεσθαι. καὶ ταῦτά ἐστι τὰ τοῦ κόσμου πάθη, ⎡δινήσεις τε καὶ κρύψεις· καὶ ἡ μὲν δίνησις στροφή, ἡ δὲ κρύψις ἀνανέωσις⎤·