Νοῦ πρὸς Ἑρμῆν

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

καὶ τί μέγα τῷ θεῷ [ζωὴν καὶ ψυχὴν] καὶ ἀθανασίαν καὶ μεταβολὴν ποιεῖν, σοῦ τοσαῦτα ποιοῦντος; καὶ γὰρ βλέπεις,

  • καὶ λαλεῖς, καὶ ἀκούεις, καὶ ὀσφραίνῃ, καὶ ἅπτῃ, καὶ περιπατεῖς, καὶ νοεῖς, καὶ πνεῖς. καὶ οὐχ ἕτερος μέν ἐστιν ὁ βλέπων, ἕτερος δὲ ὁ ἀκούων, ἕτερος δὲ ὁ λαλῶν, ἄλλος δὲ ὁ ἁπτόμενος, ἄλλος δὲ ὁ ὀσφραινόμενος, ἄλλος δὲ ὁ περιπατῶν, καὶ ἄλλος ὁ νοῶν, καὶ ἄλλος ὁ ἀναπνέων· ἀλλὰ εἷς ὁ
  • ταῦτα πάντα ⟨ποιῶν⟩.