Νοῦ πρὸς Ἑρμῆν

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

καὶ ὅτι μὲν ἔστι τις ὁ ποιῶν ταῦτα, δῆλον. ὅτι δὲ καὶ εἷς, φανερώτατον· καὶ γὰρ μία ψυχή, καὶ μία ζωή, καὶ μία ὕλη. τίς δὲ οὗτος; τίς δὲ ἂν ἄλλος ⟨εἴη⟩, εἰ μὴ εἷς ὁ θεός; τίνι γὰρ ἂν ἄλλῳ πρέποι [ζῷα] ἔμψυχα ποιεῖν, εἰ μὴ μόνῳ τῷ

  • θεῷ; [εἷς οὖν θεός. γελοιότατον.] καὶ τὸν μὲν κόσμον ὡμολόγησας ἕνα εἶναι, καὶ τὸν ἥλιον ἕνα, καὶ τὴν σελήνην μίαν, καὶ [θειότητα] ⟨τὴν γῆν⟩ μίαν· αὐτὸν δὲ τὸν θεὸν πόστον εἶναι θέλεις; [πάντα οὖν αὐτὸς ποιεῖ.] εἰ πολλοί, γελοιότατον.