Κλείς

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

[[οὕτως ἄρα]] [ταῦτα] [[τῷ δυναμένῳ ἰδεῖν]] καὶ γὰρ ταῦτα θέλει εἶναι, καὶ ⟨⟨οὕτως ἄρα⟩⟩ ἔστι καὶ αὐτά. μάλιστα δὲ αὐτὸ ⟨⟨ἔστι τὸ ἀγαθόν, ὦ Τάτ⟩⟩· καὶ γὰρ τὰ ἄλλα πάντα διὰ τοῦτο ἔστιν.

⟨...⟩ ἴδιον γὰρ τοῦ ἀγαθοῦ τὸ γνωρίζεσθαι [[ἔστὶ τὸ ἀγαθὸν ὦ Τὰτ]] ⟨⟨τῷ δυναμένῳ ἰδεῖν⟩⟩.—Ἐπλήρωσας ἡμᾶς, ὦ πάτερ, τῆς ἀγαθῆς καὶ καλλίστης θέας· καὶ ὀλίγου δεῖν ⟨ἐπ⟩εσκιάσθη μου ὁ τοῦ νοῦ ὀφθαλμὸς ὑπὸ τῆς τοιαύτης ⎡θέας⎤.—Οὐ γὰρ ὥσπερ ἡ τοῦ ἡλίου ἀκτὶς πυρώδης οὖσα καταυγάζει καὶ μύειν ποιεῖ τοὺς ὀφθαλμούς, οὕτω καὶ ἡ τοῦ ἀγαθοῦ θέα· τοὐναντίον δὲ ἐκλάμπει [καὶ] ἐπὶ τοσοῦτον, ἐφ᾽ ὅσον δύναται ὁ θεώμενος δέξασθαι τὴν ἐπεισροὴν τῆς νοητῆς λαμπηδόνος. ὀξυτέρα μὲν γάρ ἐστιν εἰς τὸ καθικνεῖσθαι, ἀβλαβὴς δέ, καὶ πάσης ἀθανασίας ἀνάπλεως.