Κλείς
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
ὁ γὰρ ἄνθρωπος ζῷόν ἐστι θεῖον, καὶ τοῖς ἄλλοις ζῴοις οὐ συγκρίνεται τοῖϲ ἐπιγείοιϲ, ἀλλὰ τοῖς ἐν οὐρανῷ [ἄνω λεγομένοις] θεοῖς· μᾶλλον δέ, εἰ χρὴ τολμήσαντας εἰπεῖν τὸ ἀληθές, καὶ ὑπὲρ ἐκείνους ἐστὶν ὁ ὄντως ἄνθρωπος, ἢ πάντως γε ἰσοδυναμοῦσιν ἀλλήλοις.
οὐδεὶς μὲν γὰρ τῶν οὐρανίων θεῶν ἐπὶ γῆΝ κατελεύσεται, οὐρανοῦ τὸν ὅρον καταλιπών· ὁ δὲ ἄνθρωπος καὶ εἰς τὸν οὐρανὸν ἀναβαίνει, καὶ μετρεῖ αὐτὸν [καὶ οἶδε ποῖα μέν ἐστιν αὐτοῦ ὕψηλα, ποῖα δὲ ταπεινά, καὶ τὰ ἄλλα πάντα ἀκριβῶς μανθάνει]· καὶ τὸ πάντων μεῖζον, οὐδὲ τὴν γῆν καταλιπὼν ἄνω γίνεται· τοσοῦτον τὸ μέγεθός ἐστιν αὐτῷ τῆς ἐκτάσεως. διὸ τολμητέον εἰπεῖν τὸν μὲν ⟨⟨ἐπίγειον⟩⟩ ἄνθρωπον [[ἐπίγειον]] εἶναι θνητὸν θεόν, τὸν δὲ οὐράνιον θεὸν ἀθάνατον ἄνθρωπον.
διόπερ διὰ τούτων τὰ πάντα διοικεῖται τῶν δύο, κόσμου καὶ ἀνθρώπου, ὑπὸ δὲ [[τοῦ]] ἑνὸς ⟨⟨τοῦ⟩⟩ ⟨θεοῦ⟩ τὰ πάντα.