Κλείς

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

—Πῶς οὖν κολάζεται, ὦ πάτερ, ἀνθρωπίνη ψυχή;—Καὶ τίς ἐστι μείζων κόλασις [ἀνθρωπίνης ψυχῆς], ὦ τέκνον, ἢ ἡ ἀσέβεια; ποῖον πῦρ τοσαύτην φλόγα ἔχει ὅσην ἡ ἀσέβεια; ποῖον δὲ δακετὸν θηρίον τοσοῦτον ἰσχύει⟩ [ὥστε] λυμᾶναι ⟨τὸ⟩ σῶμα, ὅσον αὐτὴν τὴν ψυχὴν ἡ ἀσέβεια; ἢ οὐχ ὁρᾷς ὅσα κακὰ πάσχει ψυχὴ ἡ ἀσεβής, βοώσης αὐτῆς καὶ κεκραγυίας καίομαι, φλέγομαι· τί εἴπω, τί ποιήσω οὐκ οἶδα· διεσθίομαι ἡ κακοδαίμων ὑπὸ τῶν κατεχόντων με κακῶν. [οὔτε βλέπω οὔτε ἀκούω.] αὗται αἱ φωναὶ οὐ κολαζομένης εἰσὶ ψυχῆς; ἢ ὡς οἱ πολλοὶ δοκοῦσι καὶ σὺ δοξάζεις, ὦ τέκνον, ὅτι ψυχὴ ἐξελθοῦσα τοῦ σώματος θηριάζεται; ὅπερ ἐστὶ πλάνη μεγίστη.

ψυχὴ γὰρ κολάζεται τοῦτον τὸν τρόπον. ὁ γὰρ νοῦς, [[ ὅταν δαίμων γένηται, πυρίνου τυχεῖν σώματος τέτακται πρὸς τὰς τοῦ θεοῦ ὑπηρεσίας,]] [καὶ] εἰσδὺς εἰς τὴν ἀσεβ῀Η ψυχήν, αἰκίζεται αὐτὴν ταῖς τῶν ἁμαρτΗΜάτων μάστιξιν, ὑφ᾽ ὦν μαστιζομένη [ἀσεβὴς ψυχὴ] ⟨κολάζεται⟩· τρέπεται ⟨γὰρ⟩ ἐπὶ ⟨⟨βλασφημίας, καὶ⟩⟩ φόνους καὶ ὕβρεις καὶ [[βλασφημίας καὶ]] βίας ποικίλας δι᾽

ὦν ἄνθρωποι ἀδικοῦνται. εἰς δὲ τὴν εὐσεβῆ ψυχὴν ὁ νοῦς ἐμβὰς ὁδηγεῖ αὐτὴν ἐπὶ τὸ τῆς γνώσεως φῶς· ἡ δὲ τοιαύτη ψυχὴ κόρον οὐδέποτε ἴσχει ⟨τὸν θεὸν⟩ ὑΜνοῦσα εὐφημοῦσά τε, ⟨καὶ⟩ πάντας ἀνθρώπους καὶ λόγοις καὶ ἔργοις πάντα ε῏Υ ποιοῦσα, μιμουμένη αὑτῆς τὸν πατέρα.