Κλείς

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

Τὸν χθὲς λόγον, ὦ Ἀσκληπιέ, σοὶ ἀνέθηκα· τὸν δὲ σήμερον δίκαιόν ἐστι τῷ Τὰτ ἀναθεῖναι, ἐπεὶ καὶ τῶν ⟨γ⟩ενικῶν λόγων τῶν πρὸς αὐτὸν λελαλημένων ἐστὶν ἐπιτομή.

ὁ μὲν οὖν θεὸς καὶ πατήρ, καὶ τὸ ἀγαθόν, ὦ Τάτ, τὴν 10 αὐτὴν ἔχει φύσιν, μᾶλλον δὲ [καὶ] ἐνέργειαν. ἡ μὲν γὰρ φύσ⟨ις γενέσ⟩εως καὶ αὐξήσεώς ἐστι προσηγορία, ἅπερ ἐστὶ περὶ τὰ μεταβλητὰ καὶ κινητά· ⟨ἡ δὲ τοῦ θεοῦ ἐνέργεια περὶ τὰ ἀμετάβλητα⟩ καὶ ἀκίνητα, τουτέστι τὰ θεῖα [τε], ⟨⟨ὧν⟩⟩ καὶ ⟨τὰ⟩ ἀνθρώπεια [[ὧν]] αὐτὸς βούλεται εἶναι. ἀλλαχοῦ δὲ ⟨περὶ⟩ ἐνεργειῶν [[καθὼς καὶ ἐπὶ τῶν ἄλλων]] ἐδιδάξαμεν θείων τε καὶ ἀνθρωπίνων· ἃ δεῖ νοεῖν ἐπὶ τούτου ⟨⟨καθὼς καὶ ἐπὶ τῶν ἄλλων⟩⟩.