Περὶ νοήσεως καὶ αἰσθήσεως. [ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ καλὸν καὶ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ]

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

Χθές, ὦ Ἀσκληπιέ, τὸν τέλειον ἀπ[οδ]έδωκα λόγον· νῦν δὲ
  • ἀναγκαῖον ἡγοῦμαι ἀκόλουθον ἐκείνῳ καὶ τὸν περὶ αἰσθήσεως λόγον διεξελθεῖν.

  • αἴσθησις γὰρ καὶ Νόησις διαφορὰν μὲν δοκοῦσιν ἔχειν, ὅτι ἡ μὲν ὑλική ἐστιν, ἡ δὲ οὐσιώδης· ἐμοὶ δὲ δοκοῦσιν ἀμφότεραι ἡνῶσθαι καὶ μὴ διαιρεῖσθαι, ἐν ἀνθρώποις λέγω·

  • ἐν γὰρ τοῖς ἄλλοις ζῴοις ἡ αἴσθησις τῇ φύσει ἥνωται, ἐν δὲ ἀνθρώποις ⟨τ⟩ῇ νοήσει.

  • νοήσεως δὲ ὁ νοῦς διαφέρει τοσοῦτον ὅσον ὁ θεὸς θειότητος. ἡ μὲν γὰρ θειότης ὑπὸ τοῦ θεοῦ γίνεται, ἡ δὲ νόησις ὑπὸ τοῦ νοῦ, ἀδελφὴ οὖσα τοῦ λόγου. καὶ ὄργανα ⟨ταῦτα⟩ ἀλλήλων·

  • οὔτε γὰρ ὁ λόγος [[ἐκφωνεῖται]] ⟨ . . . ⟩ χωρὶς νοήσεως, οὔτε ἡ νόησις [φαίνεται] ⟨⟨ἐκφωνεῖται⟩⟩ χωρὶς λόγου.

  • ἡ οὖν αἴσθησις καὶ ἡ νόησις ἀμφότεραι εἰς τὸν ἄνθρωπον συνεπεισρέουσιν ἀλλήλαις, ὥσπερ συμπεπλεγμέναι· οὔτε γὰρ χωρὶς αἰσθήσεως δυνατὸν νοῆσαι, οὔτε αἰσθέσθαι χωρὶς

  • νοήσεως [δυνατὸν δὲ νόησιν]. ⟨ . . . ⟩ χωρὶς αἰσθήσεως νοεῖσθαι, καθάπερ οἱ διὰ τῶν ὀνείρων φανταζόμενοι ὁράματα·
    ἐμοὶ δὲ δοκεῖ ⟨ . . . ⟩ τὸ γεγονέναι ἀμφοτέρας τὰς ἐνεργείας ἐν τῇ τῶν ὀνείρων ὄψει· ἐγρηγοροῦσι γὰρ ⟨ . . . ⟩ αἰσθήσει. διῄρηται γὰ⟨ρ ἡ αἴσθησις⟩ εἴς τε τὸ σῶμα καὶ εἰς τὴν ψυχήν· καὶ ὅταν ἀμφότερα τὰ μέρη τῆς αἰσθήσεως πρὸς ἄλληλα συμφωνήσῃ, τότε ⟨συμβαίνει⟩ τὴν νόησιν ἐκφαίνε[ι]σθαι,
  • ἀποκυηθεῖσαν ὑπὸ τοῦ νοῦ.

  • ὁ γὰρ νοῦς κύει πάντα τὰ νοήματα, ἀγαθὰ μέν, ὅταν ὑπὸ τοῦ θεοῦ τὰ σπέρματα λάβῃ, ἐναντία δέ, ὅταν ὑπό τινος τῶν δαιμόν[ι]ων, [μηδενὸς μέρους τοῦ κόσμου κενοῦ ὄντος δαίμονος,] ⟨⟨ὅστις ὑπεισελθὼν⟩⟩ τῷ ⟨μὴ⟩ ὑπὸ τοῦ θεοῦ πεφωτισμένῳ

  • [δαίμονι] [[ὅστις ὑπεισελθὼν]] ἔσπειρε τῆς ἰδίας ἐνεργείας τὸ σπέρμα, καὶ ἐκύησεν ὁ νοῦς τὸ σπαρέν, μοιχείας, φόνους, πατροτυπίας, ἱεροσυλίας, ἀσεβείας [ἀγχόνας, κατὰ κρημνῶν καταφοράς, καὶ ἄλλα πάντα ὅσα δαιμόνων ἔργα].

  • τοῦ γὰρ θεοῦ τὰ σπέρματα ὀλίγα, μεγάλα μέν⟨τοι⟩ καὶ καλὰ καὶ

  • ἀγαθά, ἀρετὴ καὶ σωφροσύνη καὶ εὐσέβεια. εὐσέβεια δέ ἐστι θεοῦ γνῶσις· ὃν ὁ ἐπιγνούς, πλήρης γενόμενος πάντων τῶν ἀγαθῶν, τὰς νοήσεις θείας ἴσχει, καὶ οὐ τοῖς πολλοῖς ὁμοίας.

  • διὰ τοῦτο οἱ ἐν γνώσει ὄντες οὔτε τοῖς πολλοῖς ἀρέσκουσιν,

  • οὔτε οἱ πολλοὶ αὐτοῖς· μεμηνέναι δὲ δοκοῦσι, καὶ γέλωτα ὀφλισκάνουσι, μισούμενοί τε καὶ καταφρονούμενοι, καὶ τάχα που καὶ φονευόμενοι. τὴν γὰρ κακίαν ἐνθάδε δεῖν οἰκεῖν εἶποΝ, ἐν τῷ ἑαυτῆς χωρίῳ οὖσαν· χωρίον γὰρ αὐτῆς ἡ γῆ, οὐχ ὁ κόσμος, ὡς ἔνιοί ποτε ἐροῦσι βλασφημοῦντες. ὁ μέντοι
  • θεοσεβὴς πάντα ὑποστήσει ἀ⟨ντ⟩ισχόμενος τῆς γνώσεως. πάντα γὰρ τῷ τοιούτῳ, κἂν τοῖς ἄλλοις ⟨ᾖ⟩ [τὰ] κακά, ἀγαθά ἐστι· καὶ ἐπιβουλευόμενος πάντα ἀναφέρει εἰς τὴν γνῶσιν, καὶ τὰ κακὰ μόνος ἀγαθοποιεῖ.

  • ἐπάνειμι πάλιν ἐπὶ τὸν τῆς αἰσθήσεως λόγον. ἀνθρώπινον

  • οὖν τὸ κοινωνῆσαι αἴϲΘΗϲιν νοήσει· οὐ πᾶς δὲ ἄνθρωπος, ὡς προεῖπον, ἀπολαύει τῆς νοήσεως· [ἀλλ’ ὁ μὲν ὑλικός, ὁ δὲ
    οὐσιώδης.] ὁ μὲν γὰρ μετὰ κακίας [ὑλικός] ⟨νοεῖ⟩, ὡς ἔφην, ἀπὸ τῶν δαιμόνων τὸ σπέρμα τῆς νοήσεως ἴσχωΝ, οἱ δὲ μετὰ τοῦ ἀγαθοῦ [οὐσιωδῶς], ὑπὸ τοῦ θεοῦ σωζόμενοι. ὁ μὲν γὰρ θεός, πάντων δημιουργὸς [δημιουργ] ὤν, πάντα ποιεῖ [μὲν] ἑαυτῷ ὅμοια, ταῦτα δ᾽, ἀγαθὰ γενόμενα, ἐν τῇ χρήσει τῆς
  • ἐνεργείας ⎡αφορα⎤· ἡ γὰρ κοσμικὴ φορά, τρέπουσα τὰς γενέσεις, ποιὰς ποιεῖ, τὰς μὲν ῥυπαίνουσα τῇ κακίᾳ, τὰς δὲ καθαίρουσα τῷ ἀγαθῷ.

  • καὶ γὰρ ὁ κόσμος, ὦ Ἀσκληπιέ, αἴσθησιν ἰδίαν καὶ Νόησιν ἔχει, οὐχ ὁμοίαν τῇ ἀνθρωπείᾳ, οὐδὲ ⟨οὕτ⟩ως ποικίλην, ἀλλ⟨ὰ⟩

  • [ως δὲ] κρείττω καὶ ἁπλουστέραν. ἡ γὰρ αἴσθησις καὶ νόησις τοῦ κόσμου μία ἐστί, τὸ πάντα ποιεῖν καὶ εἰς ἑαυτὸν ἀποποιεῖν, ὄργανον ⟨ὄντα⟩⟩ τῆς τοῦ θεοῦ βουλήσεως, καὶ [[ὄντως]] ⟨ἐπὶ τοῦτο⟩ [ὀργανο] ποιηθέν⟨τα⟩, ἵνα πάντωΝ ⟨τῶν⟩ παρ᾽ ἑαυτῷ ἀπὸ τοῦ θεοῦ λαβὼν τὰ σπέρματα ⟨καὶ⟩ φυλάττων ἐν ἑαυτῷ
  • πάντα ποιῇ ἐνεργῶς. ⟨⟨φερόμενος δὲ πάντα ζωοποιεῖ·⟩⟩ καὶ διαλύων πάντα, ἀνανεοῖ [καὶ] ⟨τὰ⟩ δια-[τοῦτο]-λυθέντα, ὥσπερ ἀγαθὸς [ζωῆς] γεωργὸς τῇ καταβολῇ ἀνανέωσιν αὐτοῖς [φερόμενος] παρέχωΝ. οὐκ ἔστιν ὃ μὴ ζωογονεῖ· [[φερόμενος δὲ πάντα ζωοποιεῖ·]] καὶ ὁμοῦ τόπος ἐστὶ καὶ δημιουργὸς ζωῆς.
  • τὰ δὲ σώματα ἀπὸ ὕλης, ἐν διαφορᾷ·

  • [τὰ μὲν γάρ ἐστιν ἐκ γῆς, τὰ δὲ ἐξ ὕδατος, τὰ δὲ ἐξ ἀέρος, τὰ δὲ ἐκ πυρός·] πάντα δέ ἐστι σύνθετα, καὶ τὰ μὲν μᾶλλον, τὰ δὲ ἁπλούστερα· μᾶλλον μὲν τὰ βαρύτερα, ἧττον δὲ τὰ κουφότερα. τὸ δὲ τάχος αὐτοῦ τῆς φορᾶς τὴν ποικιλίαν τῶν [ποιῶν] γενέσεων

  • ἐργάζεται. πνοὴ γάρ, οὖσα πυκνοτάτη, προτείνει τὰ ποιὰ τοῖς σώμασι μετὰ ἑνὸς πληρώματος τῆς ζωῆς.

  • [πατὴρ μὲν οὖν ὁ θεὸς τοῦ κόσμου, ὁ δὲ κόσμος τῶν ἐν τῷ κόσμῳ· καὶ ὁ μὲν κόσμος υἱὸς τοῦ θεοῦ, τὰ δὲ ἐν τῷ κόσμῳ ⟨υἱοὶ⟩ [ὑπὸ] τοῦ κόσμου.] καὶ εἰκότως κόσμος κέκληται· κοσμεῖ⟨ται⟩ γὰρ

  • τὰ πάντα τῇ ποικιλίᾳ τῆς γενέσεως, καὶ τῷ ἀδιαλείπτῳ τῆς ζωῆς, καὶ ⟨τῷ⟩ ἀκοπιάστῳ τῆς ἐνεργείας, καὶ τῷ τάχει ⟨τῆς φορᾶς, καὶ τῷ ἀτρέπτῳ⟩ τῆς ἀνάγκης, καὶ τῇ συστάσει τῶν στοιχείων, καὶ τῇ τάξει τῶν γινομένων. ὁ αὐτὸς οὖν κόσμος καὶ ⎡ἀναγκαίως⎤ καὶ οἰκείως καλοῖτο.

  • πάντων οὖν τῶν ζῴων ἡ αἴσθησις καὶ νόησις ἔξωθεν ἐπεισέρχεται, εἰσπνέουσα ἀπὸ τοῦ περιέχοντος· ὁ δὲ κόσμος, ἅπαξ λαβὼν ἅμα τῷ γενέσθαι, ἀπὸ τοῦ θεοῦ λαβὼν ἔχει. ὁ δὲ θεὸς οὐχ ὥσπερ ἐνίοις δόξει ἀναίσθητός ἐστι καὶ ἀνόητος· ὑπὸ γὰρ δεισιδαιμονίας βλασφημοῦσι. ⟨⟨καὶ τοῦτο ἔστιν ἡ

  • αἰσθησις καὶ νόησις τοῦ θεοῦ, τὸ τὰ πάντα ἀεὶ κινεῖν.⟩⟩ πάντα γὰρ ὅσα ἔστιν, ὦ Ἀσκληπιέ, ταῦτα ἐν τῷ θεῷ ἐστι, καὶ ὑπὸ τοῦ θεοῦ γινόμενα, καὶ ἐκεῖθεν ἠρτημένα, τὰ μὲν διὰ σωμάτων ἐνεργοῦντα, τὰ δὲ διὰ οὐσίας ψυχικῆς κινοῦντα, τὰ δὲ διὰ πνεύματος ζωοποιοῦντα, τὰ δὲ τὰ κεκμηκότα ὑποδεχόμενα.
  • [καὶ εἰκότως.] [[μᾶλλον δὲ λέγω ὅτι οὐκ αὐτὸς αὐτὰ ἔχεῖ, ἀλλὰ τὸ ἀληθὲς ἀποφαίνομαι, αὐτὸς ἅπαντά ἐστιν]] [οὐκ ἔξωθεν αὐτὰ προσλαμβάνων, ἔξω δὲ ἐπιδιδούς.] [[καὶ τοῦτό ἐστιν ἡ αἴσθησις καὶ νόησις τοῦ θεοῦ, τὸ τὰ πάντα ἀεὶ κινεῖν.]] καὶ οὐκ ἔσται ποτὲ χρόνος ὅτε ἀπολειφθήσεταί τι
  • τῶν ὄντων· [ὅταν δὲ λέγω τῶν ὄντων, λέγω τοῦ θεοῦ·] τὰ γὰρ ὄντα ὁ θεὸς ἔχει, καὶ οὔτε αὐτοῦ οὐδὲν ἐκτὸς οὔτε αὐτὸς οὐδενός. ⟨⟨μᾶλλον δὲ λέγω ὅτι οὐκ αὐτὸς αὐτὰ ἔχει, ἀλλὰ τὸ ἀληθὲς ἀποφαίνομαι, αὐτὸς ἅπαντά ἐστιν.⟩⟩

  • ταῦτά σοι, Ἀσκληπιέ, ἐννοοῦντι ⟨μὲν⟩ ἀληθῆ δόξειεν ἄΝ,

  • ⟨μὴ ἐν⟩νοοῦντι δὲ ἄπιστα· τῷ γὰρ νοῆσαι ἕπεται τὸ πιστεῦσαι, τὸ ἀπιστῆσαι δὲ τῷ μὴ νοῆσαι. ὁ γὰρ λόγος [μ] οὐ φθάνει μέχρι τῆς ἀληθείας· ὁ δὲ νοῦς μέγας ἐστί, καὶ ὑπὸ τοῦ λόγου μέχρι τινὸς ὁδηγηθείς, φθάνει Μέχρι τῆς ἀληθείας· καὶ
    περινοήσας τὰ πάντα, καὶ εὑρὼν σύμφωνα τοῖς ὑπὸ τοῦ λόγου ἑρμηνευθεῖσιν, ἐπίστευσε, καὶ τῇ καλῇ πίστει ἐπανεπαύσατο. τοιΓ⟨αρ⟩οῦν [[τὰ προειρημένα]] [ὑπὸ τοῦ θεοῦ] νοήσασι μὲν πιστὰ ⟨⟨τὰ προειρημένα⟩⟩, μὴ νοήσασι δὲ ἄπιστα.

    ταῦτα καὶ τοσαῦτα περὶ νοήσεως καὶ αἰσθήσεως λεγέσθω.