Πρὸς Τάτ ὁ κρατήρ ἡ μονάς

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

[[ἐπειδὴ τὸν πάντα κόσμον ἐποίησεν ὁ δημιουργὸς]] [οὐ χερσὶν ἀλλὰ λόγῳ] [[ὥστε οὕτως ὑπολάμβανε, ὡς τοῦ παρόντος καὶ ἀεὶ ὄντος καὶ πάντα ποιήσαντος καὶ ἑνὸς μόνου, τῇ δὲ αὐτοῦ θελήσει δημιουργήσαντος τὰ ὄντα.]]

⟨...⟩ τ⟨οι⟩οῦτο γάρ ἐστι τὸ ⟨ἀ⟩σώμα⟨τον⟩ [[ἐκείνου]], οὐχ ἁπτόν, οὐδὲ ὁρατόν, οὐδὲ μετρητόν, οὐδὲ διαστατόν, οὐδὲ ἄλλῳ τινὶ ὅμοιον. οὔτε γὰρ πῦρ ἐστιν ⟨⟨ἐκεῖνοϲ⟩⟩, οὔτε ὕδωρ, οὔτε ἀήρ, οὔτε πνεῦμα· ἄλλα πάντα ⟨ταῦ⟩τα ὑπ᾽ αὐτοῦ ⟨γέγονεν⟩

⟨⟨ὥστε οὕτως ὑπολάμβανε, ὡς ⟨αὐ⟩τοῦ πΡοόντος, καὶ ἀεὶ ὄντος, καὶ πάντα ποιήσαντος [[καὶ]] ἑνὸς ⟨⟨καὶ⟩⟩ μόνου, τῇ δὲ αὑτοῦ θελήσει δημιουργήσαντος τὰ ὄντα.⟩⟩ ἀγαθὸς γὰρ ὤν, ⎡ μόνῳ ἑαυτῷ τοῦτο ἀναθεῖναι⎤.

⟨⟨ἐπεὶ δὲ τὸν πάντα κόσμον ἐποίησεν ὁ δημιουργός,⟩⟩ ἠθέλησε καὶ τὴν γῆν κοσμῆσαι· κόσμον δὲ θείου σώματος κατέπεμψε τὸν ἄνθρωπον, ⟨εἰκόνα⟩ ζῴου ἀθανάτου ζῷον θνητόν. [[καὶ ὁ μὲν κόσμος τῶν ζῴων ἐπλεονέκτει τοῦ ζῷου καὶ τοῦ κόσμου τὸν λόγον καὶ τὸν νοῦν.]] ⟨...⟩ θεατὴς γὰρ [[ἐγένετο]] τῶν ἔργων τοῦ θεοῦ ὁ ἄνθρωπος· καὶ ⟨ἐπὶ τοῦτο ⟨⟨ἐγένετο⟩⟩, τὸ τὸν κόσμον⟩ [ε]θαυμάσαι, καὶ [ε]γνωρίσαι τὸν ποιήσαντα.

⟨⟨καὶ ὁ μὲν κόσμος ⟨...· ὁ δὲ ἄνθρωπος⟩ τῶν ⟨ἄλλων⟩ ζῴων [ε]πλεονεκτεῖ [τοῦ ζῴου καὶ τοῦ κόσμου] τὸν λόγον καὶ τὸν νοῦν.⟩⟩ τὸν μὲν οὖν λόγον, ὦ Τάτ,[ἐν] πᾶσι τοῖς ἀνθρώποις ἐμέρισε, τὸν δὲ νοῦν οὐκέτι, οὐ φθονῶν τισιν· ὁ γὰρ φθόνος οὐκ ο᾽ΥΡαν⟨ό⟩θεν ἄρχεται, κάτω δὲ συνίσταται ταῖς τῶν νοῦν μὴ ἐχόντων ἀνθρώπων ψυχαῖς.—Διὰ τί οὖν, ὦ πάτερ, οὐ πᾶσιν ἐμέρισε τὸν νοῦν ὁ θεός;—Ἠθέλησεν, ὦ τέκνον, τοῦτον ἐν μέσῳ ταῖς ψυχαῖς ὥσπερ ἆθλον ἱδρῦσθαι.—

Καὶ ποῦ αὐτὸν ἱδρύσατο;—Κρατῆρα μέγαν πληρώσας τούτου κατέπεμψε, δοὺς κήρυκα, καὶ ἐκέλευσεν αὐτῷ κηρύξαι ταῖς τῶν ἀνθρώπων καρδίαις τάδε· Βάπτισον σεαυτὴν ἡ δυναμένη εἰς τοῦτον τὸν κρατῆρα, ⟨⟨γνωρίζουσα ἐπὶ τί γέγονας,⟩⟩ ⟨καὶ⟩ [ἡ] πιστεύοσα ὅτι ἀνελεύσῃ πρὸς τὸν καταπέμψαντα τὸν κρατῆρα [ἡ] [[γνωρίζουσα ἐπὶ τί γέγονας]]. ὅσοι μὲν οὖν συνῆκαν τοῦ κηρύγματος, καὶ ἐβαπτίσαντο τοῦ νοός, οὗτοι μετέσχον τῆς γνώσεως, καὶ τέλειοι ἐγένοντο ἄνθρωποι, τὸν νοῦν δεξάμενοι·

ὅσοι δὲ ἥμαρτον τοῦ κηρύγματος, οὗτοι ⟨⟨οἱ⟩⟩ ⟨τὸν⟩ μὲν [[οἱ]] λόγ[ικ]ον ⟨ἔχοντες⟩, τὸν ⟨δὲ⟩ νοῦν μὴ προσειληφότες.

⟨καὶ οὗτοι μέν⟩, ἀγνοοῦντες ἐπὶ τί γεγόνασι καὶ ὑπὸ τίνοϲ, [αἱ δὲ αἰσθήσεις τούτων ταῖς τῶν ἀλόγων ζῴων παραπλήσιαι] [καὶ ἐν θυμῷ καὶ ἐν] ὀργῇ [τὴν] ⟨καὶ ἀ⟩κρασίᾳ ⟨σνν⟩έχονται, [οὐ] θαυμάζοντες ⟨⟨τὰ⟩⟩ οὐ [[τὰ]] θέας ἄξια, ταῖς [δὲ] τῶν σωμάτων ἡδοναῖς καὶ ὀρέξεσι προσέχοντες, καὶ διὰ ταῦτα τὸν ἄνθρωπον γεγονέναι πιστεύοντες. ὅσοι δὲ τῆς ἀπὸ τοῦ θεοῦ δωρεᾶς μετέσχον, οὗτοι, ὦ Τάτ, κατὰ σύγκρισιν τῶν ἑτέρων ἀθάνατοι ἀντὶ θνητῶν εἰσί· πάντα ⟨γὰρ⟩ ἐμπεριλαβόντες τῷ ἑαυτῶν νοΐ, τὰ ἐπὶ γῆς, τὰ ἐν οὐρανῷ, καὶ εἔ τί ἐστιν ὑπὲρ οὐρανόν, τοσοῦτον ἑαυτοὺς ὑψώσαντες εἶδον τὸ ἀγαθόν, καὶ ἰδόντες, συμφορὰν ἡγήσαντο τὴν ἐνθάδε διατριβήν, ⟨καὶ⟩ καταφρονήσαντες πάντων τῶν σωματικῶν [καὶ ἀσωμάτων], 6a ἐπὶ τὸ ἓν καὶ μόνον ⟨ἀγαθὸν⟩ σπεύδουσιν.

αὕτη, ὦ Τάτ, ἡ τοῦ νοῦ ἐστὶν ⟨ἐνέργεια⟩, ἐπιστήμη⟨ς⟩ τῶν θείων ε᾽Υπορία καὶ [ἡ] τοῦ θεοῦ κατανοήσεως [θείου ὄντος] [[τοῦ κρατῆρος]].—

Κἀγὼ ⟨⟨τοῦ κρατῆρος⟩⟩ βαπτισθῆναι βούλομαι, ὦ ποτέραν μὴ πρῶτον τὸ σῶμα μισήσῃς, ὦ τέκνον, σεαυτὸν φιλῆσαι οὐ δύνασαι· φιλήσας δὲ σεαυτόν, νοῦν ἕξεις, καὶ τὸν νοῦν ἔχων, καὶ τῆς ἐπιστήμης μεταλήψῃ.—Πῶς ταῦτα λέγεις ὦ πάτερ;—Ἀδύνατον γάρ ἐστιν, ὦ τέκνον, περὶ ἀμφότερα γίνεσθαι, τὰ θνητὰ δηλαδὴ καὶ τὰ θεῖα. δύο γὰρ ὄντων τῶν ὄντων, σώματος καὶ ἀσωμάτου, ἐν οἷς τὸ θνητὸν καὶ τὸ θεῖον, ἡ αἵρεσις θατέρου καταλείπεται τῷ ἑλέσθαι βουλομένῳ. οὐ γὰρ [ἐστιν] ἀμφότερα [ἐν] οἷό⟨ν⟩ τε [ἡ ἐξαίρεσις] καταλοαδεῖw· τὸ δὲ ἕτερον ἐλαττωθὲν τὴν τοῦ ἑτέρου ἐφανέρωσεν ἐνέργειαν.

ἡ μὲν οὖν [ἐνέργεια] τοῦ κρείττονος αἵρεσις [[οὐ μόνον]] τῷ ἑλομένῳ καλλίστη τυγχάνει, ⟨⟨οὐ μόνον⟩⟩ τὸν ἄνθρωπον ἀποϲώΖοΥϲα, ἀλλὰ καὶ τὴν πρὸς ⟨τὸν⟩ θεὸν εὐσέβειαν ἐπιδεικνῦσα. ἡ δὲ τοῦ ἐλάττονος τὸν μὲν ἄνθρωπον ἀπώλεσεν,

οὐδὲν δὲ ⟨ἧττοι⟩ εἰς τὸν θεὸν ἐπλημμέλησεν [ἢ τοῦτο μόνον]· ὅτι καθάπερ αἱ πομπαὶ μέσον παρέρχονται, μήτε αὐταὶ ἐνεργῆσαί τι δυνάμεναι, τοὺς δὲ ἐμποδίζουσαι, τὸν αὐτὸν τρόπον καὶ οὗτοι μόνον πομπεύουσιν ἐν τῷ κόσμῳ, παραγ[εν]όμένοι ὑπὸ τῶν σωματικῶν [ἡδονῶν].

τούτων δὲ οὕτως ἐχόντων, ὦ Τάτ, τὰ μὲν παρὰ τοῦ θεοῦ ἡμῖν [τε] ὑπῆρξε καὶ ὑπάρξει, τὰ δὲ ἀφ᾽ ἡμῶν ἀκολουθησάτω, καὶ μὴ ὑστερησάτω· ἐπεὶ ὁ μὲν θεὸς ἀναίτιος, ἡμεῖς δὲ αἴτιοι τῶν κακῶν, ταῦτα προκρίνοντες τῶν ἀγαθῶν.

⟨...⟩ ὁρᾷς, ὦ τέκνον, πόσα ἡμᾶς δεῖ σώματα ⟨⟨κατά συνέχειαν⟩⟩ διεξελθεῖν, καὶ πόσους χοροὺς δαιμόνων [[καὶ συνέχειαν]] καὶ δρόμους ἀστέρων, ἵνα πρὸς τὸν ἕνα καὶ μόνον θεὸν σπεύσωμεν. ⟨... ἀ⟩διάβατον γὰρ τὸ ἀγαθόν, καὶ ἀπέραντον, καὶ ἀτελές, αὑτῷ δὲ καὶ ἄναρχον, ἡμῖν δὲ δοκοῦν ἀρχὴν ἔχειν τὴν γνῶσιν.

οὐκ αὐτοῦ ⟨γ⟩οῦν ⟨⟨τοῦ γνωσθησομένοιὴ⟩⟩ ἀρχὴ γίνεται ἡ γνῶσις, ἀλλ᾽ ἡμῖν τὴν ἀρχὴν παρέχεται [[τοῦ γνωσθησομένου]]. λαβώμεθα οὖν τῆς ἀρχῆς καὶ ὁδεύσωμεν τάχει ἅπαντι. πάνυ γάρ ἐστι ⟨δύ⟩σκολ[ι]ον τὸ τὰ συνήθη καὶ παρόντα καταλιπόντα ἐπὶ τὰ παλαιὰ καὶ ἀρχαῖα ἀνακάμπτειν· τὰ μὲν γὰρ φαινόμενα τέρπει, τὰ δὲ ἀφανῆ δυσπιστίαν ποιεῖ. φανερώτερα δέ ἐστι τὰ κακά· τὸ δὲ ἀγαθὸν ἀφανὲς τοῖς φανεροῖς· οὐ γὰρ μορφὴ οὔτε τύπος ἐστιν αὐτῷ. ⟨⟨ἀδύνατον γὰρ ἀσώματον σώματι φανῆναι⟩⟩ διὰ τοῦτο, ⟨ὅτι⟩ αὑτῷ μέν ἐστιν ὅμοιον, τοῖς δὲ ἄλλοις πᾶσιν ἀνόμοιον. [[ἀδύνατον γὰρ ἀσώματον σώματι φανῆναι.]] [αὕτη διαφορὰ τοῦ ὁμοίου πρὸς τὸ ἀνόμοιον, καὶ τῷ ἀνομοίῳ ὑστέρημα πρὸς τὸ ὅμοιον.]

⟨...⟩ [[ἡ γὰρ μονάς, πάντων οὖσα ἀρχὴ καὶ ῥίζα]] ⟨ὁ γὰρ θεὸς⟩ ἐν πᾶσίν ἐστιν ὡς ἂν ῥίζα καὶ ἀρχή. ἄνευ δὲ ἀρχῆς οὐδέν· α᾽Υτὴ δὲ ⟨ἡ ἀρχὴ⟩ ἐξ οὐδενὸς ἀλλ᾽ ἢ [ἐξ] αὑτῆς, εἴ γε

ἀρχή ἐστι τῶν ἑτέρων. [αὐτὴ γὰρ ⟨αὑτῆς⟩ ἐστιν ⟨⟨ἀρχή⟩⟩, ἐπεὶ μὴ ἄλλης ἀρχῆς ἔτυχεν] [οὖσα]. μονάΔι οὖν ⟨ἔοικεν ὁ θεός⟩ [[ἀρχή]]. ⟨⟨ἡ γὰρ μον άς, πάντων οὖσα ⟨ἀριθμῶν⟩ ἀρχὴ καὶ ῥίζα,⟩⟩ πάντα ἀριθμὸν ἐμπεριέχει, ὑπὸ μηδενὸς ἐμπεριεχομένη, καὶ πάντα ἀριθμὸν γεννᾷ, ὑπὸ μηδενὸς γενναωa μένη ἑτέρου ἀριθμοῦ.

πᾶν δὲ τὸ γεννώμενον ἀτελές, καὶ διαιρετόν, καὶ αὐξητὸν καὶ μειωτόν· τῷ δὲ τελείῳ οὐδὲν τούτων γίνεται. [καὶ τὸ μὲν αὐξητὸν αὐξάνεται ἀπὸ τῆς μονάδος, ἁλίσκεται δὲ ὑπὸ τῆς αὑτοῦ ἀσθενείας, μηκέτι δυνάμενον τὴν μονάδα χωρῆσαι.]

αὕτη σοι, ὦ Τάτ, κατὰ τὸ δυνατὸν ὑπογέγραπται τοῦ θεοῦ εἰκών· ἣν ἀκριβῶς εἰ θεάσῃ [καὶ νοήσεις] τοῖς τῆς καρδίας ὀφθαλμοῖς, πίστευσόν μοι, τέκνον, εὑρήσεις τὴν πρὸς τὰ ἄνω ὁδόν· μᾶλλον δὲ αὐτή σε ἡ [εἰκὼν] ⟨θέα⟩ ὁδηγήσει. ἔχει γάρ τι ἴδιον ⎡ἡ θέα⎤· τοὺς φθάσαντας θεάσασθαι κατέχει, καὶ ἀνέλκει καθάπερ φασὶν ἡ Μαγνῆτις λίθος τὸν σίδηρον.