Dialogus (sine titulo)
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
Πᾶν τὸ κινούμενον, ὦ Ἀσκληπιέ, οὐκ ἔν τινι κινεῖται, καὶ ὑπό τινος;—Μάλιστα.—Οὐκ ἀνάγκη δὲ μεῖζον εἶναι ⟨τὸ⟩ ἐν ᾧ κινεῖται ⟨ἡ⟩ τὸ κινούμενον; —Ἀνάγκη.—[Ἰσχυρότερον ἄρα τὸ κινοῦν τοῦ κινουμένου.—Ἰσχυρότερον γάρ.—] Ἐναντίαν δὲ ἔχειν φύσιν ἀνάγκη τὸ ἐν ᾧ κινεῖται τῇ τοῦ κινουμένου.—Καὶ πάνυ.—
Μέγας οὖν οὗτος ⟨ὁ⟩ κόσμος, οὗ μεῖζον οὐκ ἔστι σῦμαfμολόγηται.—Καὶ στιβαρός· πεπλήρωται γὰρ ἄλλων σαωμάταν μεγάλων πολλῶν, μᾶλλον δὲ πάντων ὅσα ἔστι σωμάτωΝ.—Οὕτως ἔχει. —Σῶμα δὲ ὁ κόσμος; Σῶμα. Καἰ κινούμενον;—Μάλιστα.