Poimandres

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

καὶ μετὰ ταῦτα ⟨ἔφην ἐγώ· Καὶ τὰ λοιπά, ὦ⟩ νοῦ[ς], ⟨φράσον⟩ [ὁ ἐ]μοι· καὶ αὐτὸς γὰρ ἐρῶ τοῦ λόγου. — ὁ δὲ Ποιμάνδρης εἶπε· Τοῦτο ἔστι τὸ [[κεκρυμμένον]] μυστήριον ⟨τὸ⟩ μέχρι τῆσδε τῆς ἡμέρας ⟨⟨κεκρυμμένον⟩⟩. ἡ γὰρ φύσις

  • ἐπιμιγεῖσα τῷ ἀνθρώπῳ ἤνεγκέ τι θαῦμα θαυμασιώτατον. ἔχοντος γὰρ αὐτοῦ ⟨ἀπὸ⟩ τῆς ἁρμονίας τῶν ἑπτὰ τὴν φύσιν, οὓ⟨ς⟩ ἔφην σοι ἐκ πYρὸς καὶ πνεύματος ⟨γεγονέναι⟩, οὐκ ἀνέμεινεν ἡ φύσις, ἀλλ᾽ εὐθὺς ἀπεκύησεν ἑπτὰ ἀνθρώπους πρὸς τὰς φύσεις τῶν ἑπτὰ διοικητόρων, ἀρρενοθήλε[ι]ας καὶ
  • μεταρσίους. — καὶ μετὰ ταῦτα ⟨ἔφην ἐγώ⟩· Ὦ Ποιμάνδρη, εἰς μεγάλην γὰρ νῦν ἐπιθυμίαν ἦλθον, καὶ ποθῶ ἀκοῦσαι, μὴ ἔκτρεχε. — καὶ ὁ Ποιμάνδρης εἶπεν· Ἀλλὰ σιώπα· οὔπω γάρ σοι ἀνήπλωσα τὸν πρῶτον λόγον.—Ἰδοὺ σιωπῶ, ἔφην ἑγώ. –

  • Ἐγένετο οὖν, [ὡς] ἔφη[ν], τῶν ἑπτὰ τούτων ἡ γένεσις τοιῷδε

  • τρόπῳ. ⟨⟨ἐξήνεγκεν ἡ φύσις τὰ σώματα·⟩⟩ θηλυκὴ γὰρ ἦν ⟨ἡ γῆ⟩, καὶ ⟨τὸ⟩ ὕδωρ ὀχευτικόν· [τὸ δὲ ἐκ πυρὸς πέπειρον·] ἐκ δὲ αἰθέρος τὸ πνεῦμα ἔλαβο⟨ν⟩. [καὶ] [[ἐξήνεγκεν ἡ φύσις τὰ σώματα]] ⟨ . . . ⟩ πρὸς τὸ εἶδος τοῦ ἀνθρώπου· ὁ δὲ ἄνθρωπος ἐκ ζωῆς καὶ φωτὸς ἐγένετο εἰς ψυχὴν καὶ νοῦν, ἐκ
  • μὲν ζωῆς ψυχήν, ἐκ δὲ φωτὸς νοῦν. καὶ ἔμεινεν οὕτω τὰ
    πάντα [τοῦ αἰσθητοῦ κόσμου] μέχρι περιόδου τέλους [ἄρχων γενῶν].

  • ἄκουε λοιπὸν ὃν ποθεῖς λόγον ἀκοῦσαι. τῆς περιόδου πεπληρωμένης, ἐλύθη ὁ πάντων σύνδεσμος ἐκ βουλῆς θεοῦ· πάντα γὰρ τὰ ζῷα, ἀρρενοθήλεα ὄντα, διελύετο ἅμα τῷ

  • ἀνθρώπῳ, καὶ ἐγένετο τὰ μὲν ἀρρενικὰ ἐν μέρει, τὰ δὲ θηλυκὰ ὁμοίως. ὁ δὲ θεὸς εὐθὺς εἶπεν ἁγίῳ λόγῳ· Αὐξάνεσθε ἐν αὐξήσει καὶ πληθύνεσθε ἐν πλήθει πάντα τὰ κτίσματα καὶ δημιουργήματα. καὶ ἀναγνωρισάτω ὁ ἔννους ⟨ἄνθρωπος⟩ ἑαυτὸν ὄντα ἀθάνατον, καὶ τὸν αἴτιον τοῦ θανάτου
  • ἔρωτα [καὶ πάντα τὰ] ὄντα. ⟨ὁ δὲ ἀναγνωρίσας ἑαυτὸν εἰς τὸ ἀγαθὸν χωρεῖ.⟩

  • τοῦτο εἰπόντος, ἡ πρόνοια διὰ τῆς εἱμαρμένης καὶ ἁρμονίας τὰς μίξεις ἐποιήσατο καὶ τὰς γενέσεις κατέστησε· καὶ ἐπληθύνθη κατὰ γένος τὰ πάντα. καὶ ὁ ἀναγνωρίσας ἑαυτὸν ἐλήλυθεν εἰς τὸ ⟨ὑ⟩περ[ι]ούσιον

  • ἀγαθόν· ὁ δὲ ἀγαπήσας [[τὸ]] ἐκ πλάνης ἔρωτος ⟨⟨τὸ⟩⟩ σῶμα, οὗτος μένει ἐν τῷ σκότει πλανώμενος ⎡αἰσθητῶς⎤, πάσχων τὰ τοῦ θανάτου. –

  • Τί τοσοῦτον ἁμαρτάνουσιν, ἔφην ἐγώ, οἱ ἀγνοοῦντες, ἵνα στερηθῶσι τῆς ἀθανασίας; — Ἔοικας, ὦ οὗτος, [τοῦ] μὴ

  • πεφροντικέναι ὧν ἤκουσας. οὐκ ἔφην σοι νοεῖν; — Νοῶ καὶ μιμνήσκομαι, εὐχαριστῶ δὲ ἅμα. — Εἰ ἐνόησας, εἰπέ μοι, διὰ τί ἄξιοί εἰσι τοῦ θανάτου οἱ ἐν [τῷ θανάτῳ] ⟨ἀγνοίᾳ⟩ ὄντες; – Ὅτι προκατάρχεται τοῦ ⎡οἰκείου⎤ σώματος τὸ στυγνὸν σκότος, ἐξ οὗ ἡ ὑγρὰ φύσις, ἐξ Ἧc τὸ σῶμα συνέστηκεν· ⟨ . . . ⟩ ἐν
  • τῷ αἰσθητῷ κόσμῳ, ἐξ οὗ θάνατος ἀρ[δε]ύεται.

  • Ἐνόησας ὀρθῶς, ὦ οὗτος. κατὰ τί δὲ ὁ [νοήσας] ⟨ἀναγνωρίσας⟩ ἑαυτὸν εἰς ⟨τὸ⟩ ἀΓαθὸν χωρεῖ, ὥ⟨σ⟩περ ἔχει ὁ τοῦ θεοῦ λόγος; — φημὶ ἐγώ· Ὅτι ἐκ φωτὸς καὶ ζωῆς συνέστηκεν ὁ πατὴρ

    τῶν ὅλων, ἐξ οὗ γέγονεν ὁ ἄνθρωπος. — Εὖ φῄϲ [λαλῶν ⟨ὅτι⟩ φῶς καὶ ζωή ἐστιν ὁ θεὸς καὶ πατήρ, ἐξ οὗ ἐγένετο ὁ ἄνθρωπος]. ἐὰν οὖν, [[μάθῃς ἑαυτὸν]] ἐκ ζωῆς καὶ φωτὸς ὤν, [τα καὶ] ⟨⟨μάθῃς ἑαυτὸν⟩⟩ ὅτι ἐκ τούτων τυγχάνεις, εἰς ζωὴν ⟨καὶ φῶς⟩ πάλιν χωρήσεις. — ταῦτα ὁ Ποιμάνδρης εἶπεν.

    Ἀλλ᾽ ἔτι μοι εἰπέ, [[πῶς εἰς ζωὴν χωρήσω]] ⟨ἔφην⟩ ἐγώ· [[ἔφην ὦ νοῦς ἐμός]] φησὶ γὰρ ὁ θεὸς ὁ ἔννους ἄνθρωπος ἀναγνωρισάτω ἑαυτόν· οὐ πάντες γὰρ ἄνθρωποι νοῦν ἔχουσιν; — ⟨⟨ἔφη[ν] ὁ νοῦς ἐμοί·⟩⟩

    Εὐφήμ⟨ε⟩ι, ὦ οὗτος [λαλῶν]. παραγίνομαι ἐγὼ ὁ νοῦς τοῖς ὁσίοις καὶ ἀγαθοῖς καὶ καθαροῖς

  • καὶ ἐλεήμοσι [τοῖς εὐσεβοῦσι], καὶ ἡ παρουσία μου γίνεται ⟨αὐτοῖς⟩ βοήθεια, καὶ εὐθὺς τὰ πάντα γνωρίζουσι, καὶ τὸν πατέρα ἱλάσκονται ἀγαπητικῶς, καὶ εὐχαριστοῦσιν εὐλογοῦντες καὶ ὑμνοῦντες, τετα[γ]μένοι πρὸς αὐτὸν τῇ στοργῇ. καὶ πρὸ τοῦ παραδοῦναι τὸ σῶμα ⟨τῷ⟩ ἰδίῳ θανάτῳ μυσάττονται
  • τὰς αἰσθήσεις, εἰδότες αὐτῶν τὰ ἐνεργήματα. μᾶλλον δὲ οὐκ ἐάσω αὐτὸς ὁ νοῦς τὰ προσπίπτοντα ἐνεργήματα τοῦ σώματος ἐκτελεσθῆναι· πυλωρὸς ⟨γὰρ⟩ ὢν ἀποκλείσω τὰς εἰσόδους τῶν κακῶν καὶ αἰσχρῶν ἐνεργημάτων, τὰς ἐνθυμήσεις ἐκκόπτων.

  • τοῖς δὲ ἀνοήτοις καὶ κακοῖς καὶ πονηροῖς καὶ

  • φθονεροῖς καὶ πλεονέκταις καὶ φονεῦσι καὶ ἀσεβέσι πόρρωθέν εἰμι, τῷ τιμωρῷ ἐκχωρήσας δαίμονι, ὅστις τὴν ὀξύτητα τοῦ πυρὸς προσβάλλων ⟨τὸν⟩ ⟨⟨τ⟨οι⟩οῦτον βασανίζει⟩⟩, θράσϲωΝ αὐτὸν αἰσθητικῶς, καὶ μᾶλλον ἐπὶ τὰς ἀνομίας αὐτὸν ὁπλίζει, ἵνα τύχῃ μείζονος τιμωρίας. καὶ οὐ παύεται ⟨⟨σκοτομαχῶν⟩⟩,
  • ἐπ᾽ ὀρέξεις ἀπλέτους ⟨ . . . ⟩, τὴν ἐπιθυμίαν ἔχων ἀκόρεστοΝ, [[σκοτομαχῶν]] [καὶ] [[τοῦτον βασανίζει]] καὶ ἐφ᾽ αὑτὸν ⟨τὸ⟩ πῦρ ἐπὶ πλεῖον αὐξάνει. –

  • Εὖ με πάντα, ὡς ἐβουλόμην, ἐδίδαξας, ὦ νοῦ[ς]. ἔτι δέ μοι εἰπὲ ⟨περὶ⟩ τῆς ἀνόδου τῆς γινομένης, ⟨⟨πῶς εἰς ζωὴν

  • χωρήσω.⟩⟩ — πρὸς ταῦτα ὁ Ποιμάνδρης εἶπε· Πρῶτον μὲν ἐν τῇ ἀναλύσει τοῦ σώματος τοῦ ὑλικοῦ παραδίδως[ιν] αὐτὸ τὸ
    σῶμα εἰς ἀλλοίωσιν, καὶ τὸ εἶδος ὃ εἶχες ἀφανὲς γίνεται. καὶ τὸ ⎡ἦθος⎤ τῷ ⎡δαίμονι⎤ ἀνενέργητον παραδίδως· καὶ αἱ αἰσθήσεις τοῦ σώματος εἰς τὰς ἑαυτῶν πηγὰς ἐπανέρχονται, μέρη ⟨τοῦ κόσμου⟩ γινόμεναι, καὶ πάλιν συνιστάμεναι εἰς [τὰς] ⟨ἑτέρας⟩ ἐνεργείας. [καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία
  • εἰς τὴν ἄλογον φύσιν χωρεῖ.]

  • καὶ οὕτως ὁρμᾷ λοιπὸν ἄνω ⟨ὁ ἄνθρωπος⟩ διὰ τῆς ἁρμονίας. καὶ τῇ πρώτῃ ζώνῃ δίδωσι τὴν αὐξητικὴν ἐνέργειαν καὶ τὴν μειωτικήν, καὶ τῇ δευτέρᾳ τὴν μηχανὴν τῶν κακῶν δόλων [ἀνενέργητον], καὶ τῇ τρίτῃ τὴν ἐπιθυμητικὴν ἀπατὴν [ἀνενέργητον], καὶ τῇ τετάρτῃ τὴν

  • ἀρχοντικὴν ⟨ὑ⟩π⟨ε⟩ρΗφανίαν [ἀπλεονέκτητον], καὶ τῇ πέμπτῃ τὸ θράσος τὸ ἀνόσιον καὶ τῆς τόλμης τὴν προπέτειαν, καὶ τῇ ἕκτῃ τὰς ἐφορμὰς τὰς κακὰς τοῦ πλούτου [ἀνενεργήτους], καὶ τῇ ἑβδόμῃ [ζώνῃ] τὸ ἐνεδρεῦον ψεῦδος.

  • καὶ τότε, γυμνωθεὶς ἀπό τῶν τῆς ἁρμονίας ἐνεργημάτων, γίνεται ἐπὶ τὴν ὁγδοαΔικὴν

  • φύσιν, τὴν ἰδίαν δύναμιν ἔχων, καὶ ὑμνεῖ σὺν τοῖς ⟨ἐκεῖ⟩ οὖσι τὸν πατέρα· συγχαίρουσι δὲ οἱ παρόντες τῇ τούτου παρουσίᾳ. καὶ ὁμοιωθεὶς τοῖς συνοῦσιν, ἀκούει καὶ τῶν δυνάμεων, ὑπὲρ τὴν ὀγδοαΔικὴν φύσιν οὐσῶν, φωνῇ τινι ἰδίᾳ ὑμνουσῶν τὸν θεόν. καὶ τότε τάξει ἀνέρχονται πρὸς τὸν πατέρα· [[καὶ
  • αὐτοὶ]] εἰς ⟨γὰρ τὰς⟩ δυνάμεις ἑαυτοὺς παραδιδόασι, καὶ δυνάμεις ⟨⟨καὶ αὐτοὶ⟩⟩ γινόμενοι, ἐν θεῷ γίνονται. τοῦτο ἔστι τὸ ἀγαθόν, ⟨τοῦτο τὸ⟩ τέλος τοῖς γνῶσιν ἐσχηκόσι [θεωθῆναι].

  • λοιπόν, τί μέλλεις; οὐχ ὡς πάντα παραλαβὼν καθοδηγὸς γίνῃ τοῖς ἀξίοις, ὅπως τὸ γένος τῆς ἀνθρωπότητος διὰ σοῦ

  • ὑπὸ θεοῦ σωθῇ; — ταῦτα εἰπὼν ἐμοὶ ὁ Πομάνδρης ἐμίγη ταῖς δυνάμεσιν.

  • [[27-29 ἐγὼ δὲ εὐχαριστήσας . . .

    τὴν ἰδίαν κοίτην.]]

    ἐγὼ δὲ τὴν εὐεργεσίαν τοῦ Ποιμάνδρου ἀνεγραψάμην εἰς ἐμαυτόν, καὶ πληρωθεὶς ὧν ἤθελον ἐξηυφράνθην. ἐγένετο γὰρ ὁ τοῦ σώματος ὕπνος τῆς ψυχῆς νῆψις, καὶ ἡ κάμμυσιςτῶν ὀφθαλμῶν ἀληθινὴ ὅρασις, καὶ ἡ σιωπή μου ἐγκύμων τοῦ ἀγαθοῦ, καὶ ἡ τοῦ λόγου ἀφορ⟨ί⟩α γέννημα[τα] ⎡ἀγαθῶν⎤.

  • τοῦτο δὲ συνέβη μοι λαβόντι ἀπὸ [τοῦ νοός μου] [[τουτέστι]] τοῦ Ποιμάνδρου, ⟨⟨τουτέστι⟩⟩ τοῦ τῆς αὐθεντίας ⟨νοός, τὸν . . .⟩ λόγοΝ, ⟨ὅθεν⟩ θεόπνους γενόμενος ⟨ . . . ⟩ τῆς ἀληθείας ἦλθον.

    διὸ δίδωμι ἐκ ψυχῆς καὶ ἰσχύος ὅλης εὐλογίαν τῷ

  • πατρὶ θεῷ.

  • Ἅγιος ὁ θεὸς καὶ πατὴρ τῶν ὅλῶν, (ὁ πρὸ) ἀρχῆ(ς ὤν)·

    ἅγιος ὁ θεός, οὗ ἡ βουλὴ τελεῖται ἀπὸ τῶν ⎡ἰδίων⎤ δυνάμεων·

    ἅγιος ὁ θεός, ὃς γνωσθῆναι βούλεται, καὶ γινώσκεται τοῖς ἰδίοις.

    ἅγιος εἶ, ὁ λόγῳ συστησάμενος τὰ ὄντα·

    ἅγιος εἶ, ὃν ἡ φύσις οὐκ Ἠμαύρωσεν·

    ἅγιος εἶ, οὗ πᾶσα φύσις εἰκὼν ἔφυ.

    ἅγιος εἶ, ὁ πάσης δυναστείας ἰσχυρόγερος·

    ἅγιος εἶ, ὁ πάσης ὑπεροχῆς μείζων·

    ἅγιος εἶ, ὁ κρείττων ⟨πάν⟩των ἐπαίνων.

    δέξαι λογικὰς θυσίας ἁγνὰς ἀπὸ ψυχῆς καὶ καρδίας πρὸς σὲ ἀνατεταμένης, ἀνεκλάλητε, ἄρρητε, σιωπῇ φωνούμενε.

    αἰτουμένῳ τὸ μὴ σφαλῆναι τῆς γνώσεως τῆς κατ᾽ οὐσίαν ἡμῶν ἐπίνευσόν μοι· καὶ ἐνδυνάμωσόν με, ⟨ἵνα⟩ [καὶ] τῆς

  • χάριτος ταύτης ⟨τυχὼν⟩ φωτίσω τοὺς ἐν ἀγνοίᾳ τοῦ γένους μου, ἀδελφοὺς ⟨ἐμούς⟩, υἱοὺς δὲ σοῦ.
    ⟨ . . . ⟩ διὸ πιστεύω καὶ μαρτυρῶ ⟨ὅτι⟩ εἰς ζωὴν καὶ φῶς χωρῶ.

    εὐλογητὸς εἶ, πάτερ· ὁ σὸς ἄνθρωπος συναγιάζειν σοι βούλεται, καθὼς παρέδωκας αὐτῷ τὴν πᾶσαν ἑξουσίαν. –

  • ⟨⟨ἐγὼ δέ, εὐχαριστήσας καὶ εὐλογήσας τὸν πατέρα τῶν

  • ὅλων, ἀνείθην ὑπ᾽ αὐτοῦ δυναμωθείς, καὶ διδαχθεὶς τοῦ παντὸς τὴν φύσιν, καὶ τὴν μεγίστην ⟨θεασάμενος⟩ θέαν. καὶ ἦργμαι κηρύσσειν τοῖς ἀνθρώποις τὸ τῆς εὐσεβείας καὶ γνώσεως κάλλος· Ὦ λαοί, ἄνδρες γηγενεῖς, οἱ μέθῃ καὶ ὕπνῳ ἑαυτοὺς ἐκδεδωκότες [[καὶ]] τῇ ἀγνωσίᾳ τοῦ θεοῦ,
  • νήψατε, παύσασθε δὲ κραιπαλῶντες ⟨⟨καὶ⟩⟩ θελγόμενοι ὕπνῳ ἀλόγῳ.

  • οἱ δὲ ἀκούσαντες παρεγένοντο ὁμοθυμαδόν. ἐγὼ δέ φημι· Τί ἑαυτούς, ὦ ἄνδρες [γηγενεῖς], εἰς θάνατον ἐκδεδώκατε, ἔχοντες ἐξουσίαν τῆς ἀθανασίας μεταλαβεῖν; μετανοήσατε, οἱ συνοδεύσαντες τῇ πλάνῃ καὶ συγκοιναωνήσαντες

  • τῇ ἀγνοίᾳ· ἀπαλλάγητε τοῦ σκότ[ειν]ου⟨ς, ἅψασθε τοῦ⟩ φωτός· μεταλάβετε τῆς ἀθανασίας, καταλείψαντες τὴν φθοράν.

  • καὶ οἱ μὲν αὐτῶν καταφλυαρήσαντες ἀπέστησαν, τῇ τοῦ θανάτου ὁδῷ ἑαυτοὺς ἐκδεδωκότες· οἱ δὲ παρεκάλουν διδαχθῆναι,

  • ἑαυτοὺς πρὸ ποδῶν μου ῥίψαντες· ἐγὼ δέ, ἀναστήσας αὐτούς, καθοδηγὸς ἐγενόμην τοῦ γένους, τοὺς λόγους διδάσκων, πῶς καὶ τίνι τρόπῳ σωθήσονται. καὶ ἔσπειρα ⟨ἐν⟩ αὐτοῖς τοὺς τῆς σοφίας λόγους, καὶ ἐτράφη[σαν] ⟨τὸ σπαρὲν⟩ ἐκ τοῦ ἀμβροσίου ὕδατος. ὀψίας δὲ γενομένης, καὶ τῆς τοῦ ἡλίου
  • αὐγῆς ἀρχομένης δύεσθαι, ὅλοις ἐκέλευσα αὐτοῖς εὐχαριστεῖν τῷ θεῷ. καὶ ἀναπληρώσαντες τὴν εὐχαριστίαν ἕκαστος ἐτράπη εἰς τὴν ἰδίαν κοίτην.⟩⟩