De motu circulari corporum caelestium

Cleomedes

CLeomedes. De motu circulari corporum caelestium. Ziegler, Konrad, editor. Leipzig: Teubner, 1891.

Περὶ πλανήτων

Λέγεται δʼ ἡ μὲν σελήνη πλέον ἀφίστασθαι ἐφʼ ἑκάτερα τοῦ διὰ μέσων τῶν ζῳδίων τῶν ἄλλων πλανήτων. Εἶτα μετʼ αὐτὴν ἡ Ἀφροδίτη, μοίρας πέντε ἐφʼ ἑκάτερον ἰοῦσα κατὰ τὴν πλανητικὴν κίνησιν, Ἑρμῆς δʼ ἀνὰ τέτταρας, Ἄρης δὲ καὶ Ζεὺς ἀνὰ δύο καὶ ἥμισυ μοίρας, Κρόνος ἀνὰ μίαν ἐκατέρωθεν. Τοῦ δὲ ἡλίου Ἑρμῆς καὶ Ἀφροδίτη πᾶν διάστημα οὐκ ἀφίστανται, ἀλλʼ ὁ μὲν στίλβων τὰς πλείστας μοίρας εἴκοσιν, ὁ δὲ Φωσφόρος τὰς πλείστας πεντήκοντα. Τρεῖς δʼ οἱ ἄλλοι πᾶν διάστημα ἀφίστανται αὐτοῦ παραπλησίως τῇ σελήνῃ. Σύνοδον δὲ πρὸς τὸν ἥλιον ποιεῖται Ἑρμῆς μὲν διʼ ἡμερῶν ριϚ΄, μέσου τούτου γινομένου, Ἀφροδίτη δὲ εἰς ταὐτὸν ἀποκαθίσταται αὐτῷ διʼ ἡμερῶν φπδ´, Ἄρης δὲ διʼ ἡμερῶν ψψπ´, Ζεὺς δὲ διʼ ἡμερῶντ??η´τ??η´, Κρόνος δὲ διὰ τοη´.

Καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον πρός γε τὸ [*](1 δύναιτο L. 2 φαντασίαν ποτὲ L. 7 Inscr. cap. om. MLN. 9 δὲ ἡ σελήνη μὲν L. μὲν om. N. 10 πλανητῶν M. 11 μετὰ ταύτην L. 12 προαιρετικὴν pro πλαν. desiderat Ma. 13 δʼ om. L. δύο ἥμισυ M. 14 δʼ N. 16 et 17 τὰς πλήστας M. 16 μοίρας η´ L. 19 τὸν om. L.)

228
παρὸν εἰρήσθω. Εἰσὶ δʼ αἱ σχολαὶ αὗται οὐ τοῦ γράψαντος αὐτοῦ δόξας περιέχουσαι, ἀλλʼ ἐκ συγγραμμάτων τινῶν ἠθροισμέναι καὶ παλαιῶν καὶ νεωτέρων. Τὰ πολλὰ δὲ τῶν εἰρημένων ἐκ τῶν Ποσειδωνίου εἴληπται.

Εἴληφε τέρμα Κλεομήδους βίβλος.

[*](1 δὲ N. 2 αὐτὰς MN. 4 ἐκ τῶν τοῦ Ποσειδωνίου N edd.)