Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
Λαβόμενος οὖν τῆς χειρὸς αὐτῆς ὁ Πέτρος ἦγεν ἐπὶ τὸ πλοῖον. ἐγὼ δὲ ἰδὼν αὐτὸν χειραγωγοῦντα γυναῖκα ἐγέλασα· καὶ προσελθὼν εἰς τιμὴν αὐτοῦ ἀντ᾽αὐτοῦ χειραγωγεῖν αὐτὴν ἐπειρώμην. καὶ ἅμα τῷ ἅψασθαι με τῆς χειρὸς αὐτῆς, ὀλολύξασα ὡς μήτηρ μέγα καὶ περιπλακεῖσα σφόδρα κατεφίλει με τὸν αὐτῆς υἱόν. ἐγὼ δὲ ἀγνοῶν ὅλον τὸ πρᾶγμα ὡς μαινομένην ἀπεσειόμην· αἰδούμενος δὲ καὶ τὸν Πέτρον πικρίας ἐπληρούμην.
Ὁ δὲ Πέτρος ἔφη· ἔα, τί ποιεῖς τέκνον Κλήμη, ἀποσειόμενος τὴν σὲ οὕτως τεκοῦσαν; ἐγὼ δὲ τοῦτο ἀκούσας περίδακρυς γενόμενος καὶ καταπεσούσῃ τῇ τεκούσῃ προσπεσὼν κατεφίλουν. καὶ γὰρ ἅμα τῷ ῥηθῆναί μοι τοῦτο αμυδρῶς πως τὸ εἶδος ἀνεκαλούμην. πολλοὶ μὲν οὖν ὄχλοι συνέτρεχον ἱστορῆσαι τὴν προσαιτήτριαν γυναῖκα λέγοντες ἀλλήλοις, ὅτι αὐτὴν ἐπέγνω ὁ υἳος, ἀνὴρ ἀξιόλογος. βουλομένοις οὖν ἡμῖν ἐξαυτῆς σὺν τῇ μητρὶ τῆς νήσου ἐκβαίνειν ἡ μήτηρ ἔφη· τέκνον μου ποθεινὸν, εὔλογόν ἐστι συντάξασθαι τῇ ὑποδεξαμένῃ με γυναικὶ, ἥ τις πενιχρὰ οὖσα καὶ ὅλη παρειμλένη ἐπὶ τῆς οἰκίας ἔῤῥιπται. ὁ δὲ Πέτρος ἀκούσας ἐθαύμασεν, καὶ πάντες οἱ περιεστῶτες ὄχλοι, τῆς γυναῖκα ἐπὶ κλίνης κομίσαι καὶ ἐγέγκαι. καὶ ἐνεχθείσης καὶ τεθείσης τῆς κλίνης πάντων τῶν ὄχλων ἀκουόντων ἔφη ὁ Πέτρος· εἰ ἀληθείας κήρυξ ἐγὼ τυγχάνω, εἰς τὴν τῶν παρεστώτων πίστιν, ἵνα γνῶσιν ὅτι εἷς ἐστιν ὁ θεὸς ὁ τὸν κόσμον ποιήσας, ἐξαυτῆς ἐγερθήτω ὑγιής. καὶ ἅμα τῷ εἰπεῖν τὸν Πέτρον ταῦτα, ἡ γυνὴ ἠγέρθη ὑγιὴς καὶ τῷ Πέτρῳ προσέπεσεν, καὶ τὴν συνήθη φίλην καταφιλήσασα ἐπυνθάνετο, τί εἴη τοῦτο. ἡ δὲ ὅλον αὐτῇ τὸ πρᾶγμα τοῦ ἀναγνωρισμοῦ συντόμως διηγήσατο, καὶ οἱ ἀκούσαντες κατεπλάγησαν τότε ἡ μήτηρ τὴν ξενοδόχον θεραπευθείσαν ἱστορήσασα παρεκάλει καὶ αὐτὴ ἰάσεως τυχεῖν. ὁ δὲ ἐπιθεὶς τὴν χεῖρα καὶ αὐτὴν ἐθεράπευσεν.
Καὶ εἶθ’ οὕτως ὁ Πέτρος περὶ θεοῦ καὶ τῆς αὐτῷ διαφερούσης πίστεως ὡμίλησε προσθεὶς ἐπὶ τῷ τέλει, ὅτι εἴ τις βούλεται ταῦτα ἀκριβῶς μαθεῖν εἰς Ἀντιόχειαν ἐλθὼν, ὅπου πλείους ἡμέρας περιμένειν ἔκρινα, τὰ πρὸς τὴν αὐτοῦ σωτηρίαν μανθανέτω. εἰ γὰρ δὴ ἐμπορίας ἕνεκα ἢ στρατείας πατρίδα καταλιμπάνειν οἴδατε καὶ εἰς μακροὺς ἀπέρχεσθαι τόπους, διὰ τὴν αἰώνιον σωτηρίαν οὐδὲ τριῶν ἡμερῶν ὁδὸν πορευθῆναι θέλετε; μετὰ μὲν οὖν τὴν προσομιλίαν Πέτρου ἐγὼ τῇ ὑγιασθείσῃ γυναικὶ ἐπὶ παντὸς τοῦ ὄχλου χιλίας δραχμὰς εἰς τροφὰς ἐδωρησάμην, παραθέμενος αὐτὴν ἀγαθῷ τινι ἀνδρὶ, πρώτῳ τῆς πόλεως ὄντι, φύσει μετὰ χαρᾶς τοῦτο ποιεῖν προῃρημένῳ. ἔτι δὲ καὶ ἄλλαις πολλαῖς ἀργύρια διανείμας ταῖς ποτὲ τὴν μητέρα παραμυθησαμέναις, εὐχαριστήσας τῷ κυρίῳ, διέπλευσα εἰς Ἀντάραδον ἅμα τῇ μητρὶ καὶ τῷ Πέτρῳ καὶ τοῖς λοιποῖς ἑταίροις, καὶ οὕτως εἰς τὴν ξενίαν ὡρμήσαμεν.
Γενομένων δὲ ἡμῶν ἐνταῦθα καὶ τροφῆς μεταλαβόντων καὶ συνήθως εὐχαριστησάντων ἔτι ὥρας οὔσης ἔφην ἐγὼ τῷ Πέτρῳ· φιλανθρωπίας ἔργον, κύριέ μου Πέτρε, ἡ ἐμὴ ἐποίησε μήτηρ τῆς ξενοδόχου ὑπομνησθεῖσα γυναικός. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἆρά γε, ὦ Κλήμη, ἀληθῶς νενόμικας φιλανθρωπίας ἔργον πεποιηκέναι τήν τε τεκοῦσαν, καθ’ ὃ τὴν ἀπὸ ναυαγίου αὐτὴν ὑποδεξαμένην ἠμείψατο· ἢ ὡς μητρὶ μεγάλα χαριζόμενος τοῦτον εἴρηκας τὸν λόγον; εἰ δὲ οὐχ ὡς χαριζόμενος, ἀλλ’ ὡς ἀληθεύων ἔφης, ἔοικάς μοι ἀγνοεῖν τί ποτέ ἐστι φιλανθρωπίας μέγεθος, ἥτις ἐστὶν ἄνευ τοῦ φυσικῶς πείθοντος ἡ πρὸς οἷον δήποτε στοργὴ, καθ’ ὃ ἄνθρωπός ἐστιν. ἀλλ’ οὐδὲ τὴν ξενοδόχον τὴν ἀπὸ τοῦ ναυαγίου ὑποδεξαμένην τὴν σὲ τεκοῦσαν, φιλάνθρωπον εἰπεῖν τολμῶ. ὑπὸ ἐλέου γὰρ κολακευθεῖσα ἐπέπειστο εὐεργέτις γενέσθαι γυναικὸς ναυαγίῳ περιπεσούσης, τέκνα πενθούσης, ξένης, γυμνῆς, μεμονωμένης καὶ σφόδρα ἐπὶ ταῖς συμφοραῖς ὀλοφυρομένης. ἐν τοσαύταις οὖν αὐτῆς συμφοραῖς οὔσης, τίς καὶ ἀσεβῶν ἰδὼν οὐκ ἂν ἠλέησεν; ὥστε οὕπω φιλανθρωπίας ἔργον πεποιηκυῖα φαίνεται οὐδὲ ἡ ξενοδόχος γυνὴ, ἀλλ’ ὑπὸ ἐλέους τοῦ ἐπὶ μυρίαις συμφοραῖς πρὸς εὐεργεσίαν κεκινημένη. καὶ γὰρ ἡ σὲ τεκοῦσα, βίου εὐπορήσασα καὶ τὴν ξενοδόχον ἀμειψαμένη, φιλανθρωπίας ἔργον οὐκ ἐποίησεν, ἀλλὰ φιλίας; πολλὴ δὲ διαφορὰ μεταξὺ φιλίας καὶ φιλανθρωπίας, ὅτι ἡ μὲν φιλία ἐξ ἀμοιβῆς γίνεται, ἡ δὲ φιλανθρωπία ἄνευ τοῦ φυσικῶς πείθοντος πάντα ἄνθρωπον, καθὸ ἄνθρωπός ἐστι φιλοῦσα εὐεργετεῖ. εἰ μὲν οὖν ἡ ἐλεήσασα ξενοδόχος καὶ ἐχθροὺς ἀδκήσαντας ἐλεοῦσα εὐεργετεῖ, φιλάνθρωπος ἂν εἴη· εἰ δὲ διάτι φίλη ἢ ἐχθρὰ, καὶ διάτι ἐχθρὰ ἢ φίλη, ἡ τοιαύτη τοῦ τινὸς αἰτίου φίλη ἐστιν ἢ ἐχθρὰ, οὐ τοῦ ἀνθρώπου.
Κἀγὼ ἀπεκρινάμην· οὐ δοκεῖ σοι οὖν φιλάνθρωπος εἶναι κἂν ἡ ξενοδόχος ξένην, ἢν οὐκ ἠπίστατο εὐεργετήσασα; καὶ ὁ Πέτρος· ἐλεήμονα μὲν αὐτὴν εἰπεῖν ἐπίσταμαι, φιλάνθρωπον δὲ οὐ τολμῶ λέγειν, ἅτε δὴ οὔτε τὴν τεκοῦσαν φιλότεκνον, ὑπὸ ὠδίνων γὰρ καὶ ἀνατροφῆς στέργειν πέπεισται. ὥσπερ γὰρ ὁ ἐρῶν ὑπὸ τῆς συνηθείας κολακεύεται, καὶ ὁ φίλος ἀπὸ τῆς
ἀμοιβῆς, οὕτω καὶ ὁ ἐλεῶν ὑπὸ τῆς συμφορᾶς. πλὴν ἐγγὺς ὁ ἐλεήμων τῷ φιλανθρώπῳ, ὅτι ἅνευ τοῦ τι θηρᾶσθαι λαβεῖν εὐεργετεῖν πείθεται. πλὴν οὔπω φιλάνθρωπός ἐστιν. κἀγὼ ἔφην· ἐπὶ ποίαις οὖν πράξεσιν φιλάνθρωπος εἶναί τις δύναται; καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἐπεὶ ὁρῶ σε γλιχόμενον ἀκοῦσαι, τί ποτέ ἐστιν φιλανθρωπίας ἔργον, οὐκ ὀκνήσω λέγειν. φιλάνθρωπός ἐστιν ὁ καὶ ἐχθροὺς εὐεργετῶν. ὅτι δὲ οὕτως ἔχει, ἄκουσον. φιλανθρωπία ἐστὶν ἀῤῥενόθηλυς, ἧς τὸ θῆλυ μέρος ἐλεημοσύνη λέγεται, τὸ δὲ ἄῤῥεν αὐτῆς ἀγάπη ἡ πρὸς τὸν πλησίον ὠνόμασται, πλησίον δὲ ἀνθρώπῳ ἐστὶν ὁ πᾶς ἄνθρωπος, οὐχ ὅτι εἷς ἄνθρωπος· ἄνθρωπος γάρ ἐστιν καὶ ὁ κακὸς καὶ ὁ ἀγαθὸς, καὶ ὁ ἐχθρὸς καὶ ὁ φίλος. χρὴ οὖν τὸν φιλανθρωπίαν ἀσκοῦντα μιμητὴν εἶναι θεοῦ εὐεργετοῦντα δικαίους καὶ ἀδίκους, ὡς αὐτὸς ὁ θεὸς πᾶσιν ἐν τῷ νῦν κόσμῳ τόν τε ἥλιον καὶ τοὺς ὑετοὺς αὐτοῦ παρέχων. εἰ δὲ θέλεις ἀγαθοὺς μὲν εὐεργετεῖν, κακοὺς δὲ μηκέτι, ἢ κολάζειν, κριτοῦ ἔργον ἐπιχειρεῖς πράττειν, οὐ τὸ τῆς φιλανθρωπίας σπουδάζεις ἔχειν.Κἀγὼ ἔφην· ἆρά γε καὶ ὁ θεὸς μέλλων τότε κρίνειν, ὡς διδάσκεις ἡμᾶς, οὐ φιλάνθρωπός ἐστιν; καὶ ὁ Πέτρος· τοὐναντίον λέγεις. ἐπεὶ γὰρ κρίνει, διὰ τοῦτο φιλάνθρωπός ἐστιν. φιλῶν γὰρ καὶ ἐλεῶν τοὺς ἠδικημένους, τιμωρεῖ τοὺς ἠδικηκότας. κἀγὼ ἔφην· οὐκ οὖν, εἰ κἀγὼ ἀγαθοὺς μὲν εὐεργετῶ, τοὺς δὲ ἀδικοῦντας, καθ’ ὅ ἀνθρώπους ἠδίκησαν, τιμωρῶ, φιλάνθρωπός εἰμι. καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἰ μετὰ τοῦ πρόγνωσιν ἔχειν εἶχες καὶ τοῦ κρίνειν ἐξουσίαν, ὀρθῶς ἂν τοῦτο ἐποίεις, διὰ μὲν τοῦ εἰληφέναι τὴν ἐξουσίαν καταδικάζων, οὓς ὁ θεὸς ἐδημιούργησεν, διὰ δὲ τὴν πρόγνωσιν ἀπταίστως ἐν τῷ κρίνειν οὓς μὲν ὡς δικαίους δικαιῶν, οὓς δὲ ὡς ἀδίκους καταδικάζων. κἀγὼ ἔφην· ὀρθῶς ἔφης καὶ ἀληθῶς, ἀδύνατον γάρ τινα πρόγνωσιν οὐκ ἔχοντα ὀρθῶς κρῖναι. ἐνίοτε γὰρ φαίνονταί τινες ἀγαθοὶ ἀθέμιτα κρύφα διαπραττόμενο, ἐνίοτε δὲ ἀγαθοὶ ὑπὸ διαβολῆς ἐχθρῶν κακοὶ ὑπολαμβανόμενοι. ἀλλ’ εἰ καὶ τοῦ βασανίζειν καὶ ἀνακρίνειν ἐξουσίαν τις ἔχων δικάζει, οὐδὲ οὕτως τὸ πάντως δικαίως αὐτῷ δικάσαι ἐγίνετο. ἔνιοι γὰρ φονεῖς ὄντες, τὰς βασάνους ὑπομείναντες, ὡς ἀθῷοι ἀπελύθησαν, ἕτεροι δὲ ἀθῷοι ὄντες, τὰς βασάνους μὴ ὑπομείναντες, ἑαυτῶν καταψευσάμενοι ὡς αἴτιοι ἐκολάσθησαν.