Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
Ταῦτα τοῦ Πέτρου εἰπόντος εἷς τις τῶν ἐν ὑμῖν τολμήσας ἀντὶ πάντων παρεκάλεσεν αὐτὸν, αὔριον ὀρθριώτερον εἰς Ἄραδον τὴν κατένανωτι νῆσον εἰσπλεῦσαι, τριάκοντα οῖμαι οὐδὲ ὅλους ἀπέχουσαν σταδίους, ὡς ἐπὶ ἱστορίᾳ τῶν ἐκεῖ ἀμπελίνων δύο στύλων μέγιστα ἐχόντων πάχη. ὁ οὖν πειθήνιος Πέτρος συνεχώρησεν εἰπών· ἐπὰν τοῦ πλοίου ἐκβῆτε, μὴ ἅμα οἱ πάντες εἰσέρχησθε εἰς τὴν θεωρίαν ὧν ἐπιθυμεῖτε· οὐ γὰρ βούλομαι στρέμματα γίνεσθαι εἰς ὑμᾶς τῶν πολιτῶν. καὶ οὕτως πλεύσαντες ῥοπῇ ὥρας κατήχθημεν εἰς τὴν νῆσον. ἐκβάντες δὲ τοῦ σκάφους εἰσῄειμεν ἔνθα οἱ ἀμπελίνοι στύλοι ἦσαν· ὅμως ἅμα αὐτοῖς ἄλλος ἄλλο τι τῶν Φειδίου ἔργων ἐθεώρει.
Πέτρος δὲ μόνος οὐκ ἀναγκαῖον ἡγήσατο ἐπὶ τὴν τῶν ἐκεῖ ἱστορίαν γενέσθαι, γυναικὶ δὲ τινι ἔξω πρὸ τῶν θυρῶν καθεζομένῃ καὶ τροφῆς χάριν μεταιτούσῃ πυκνὰ κατανοήσας ἔφη· γύναι, τί σοι τῶν μελῶν λείπει, ὅτι τοσαύτην ὕβριν ἀνεδέξω, λέγω δὴ τὸ προσαιτεῖν, καὶ μὴ μᾶλλον ταῖς ὑπὸ τοῦ θεοῦ σοι δεδωρημέναις χερσὶν ἐργαζομένγ τὰς ἐφημέρους πορίζῃ τροφάς; ἡ δὲ στενάξασα ἀπεκρίνατο· εἴθε γὰρ ἦσάν μοι χεῖρες ὑπουργεῖν δυνάμεναι! νῦν δέ μοι σχῆμα μόνον χειρῶν φυλάσσουσι νεκραὶ τυγκάνουσαι. καὶ ὁ Πέτρος ἐπύθετο· τίς ἡ αἰτία τοῦτο σε τὸ χαλεπώτατον πεπονθέναι; ἡ δὲ ἀπεκρίνατο· ψυχῆς ἀσθένεια, καὶ πλέον οὐθέν· εἰ γὰρ ἀνδρεῖον εἶχον φρόνημα, ἦν κρημνὸς ἢ. βυθὸς, ὅθεν ἐμαυτὴν ῥίψασα τῶν ὀδυνώντων με παύσασθαι ἠδυνάμην κακῶν.
Καὶ ὁ Πέτρος ἔφη· τί οὖν; οἴει, γύναι, ὅτι πάντως οἱ ἀναιρουντες ἑαυτοὺς κολάσεως ἀπαλλάσσονται, ἢ μὴ τῇ χείρονι κολάσει ἐν ᾅδῃ αἱ τῶν οὕτως θνησκόντων ψυχαὶ περὶ τῆς αὐτοκτονίας κολάζονται; ἡ δὲ ἔφη· εἴθε ἐπεπείσμην, ὅτι ὄντως ἐν ᾅδῃ ψυχαὶ εὑρίσκονται ζῶσαι, καὶ ἠγάπων τῆς κολάσεως καταφρονήσασα θανεῖν, ὅπως τοὺς ἐμοὺς περιποθήτους ἴδω κἂν μίαν ἡμέραν. καὶ ὁ Πέτρος ἔφη· τί ἄρα ἐστὶν τὸ λυποῦν σε, μαθεῖν ἤθελον, γύναι. ἐὰν γάρ με διδάξῃς, ἀντὶ ταύτης τῆς χάριτος πληροφορήσω σε ὅτι ἐν ᾅδῃ ζῶσιν αἱ ψυχαὶ, καὶ ἀντὶ κρημνοῦ ἢ βυθοῦ φάρμακον δῶ, ὅπως ἀβασανίστως τοῦ ζῆν τὸν βίον μεταλλάξαι δυνηθῇς.
Καὶ ἡ γυνὴ τὸ ἀμφιβόλως ῥηθὲν μὴ συνεῖσα, ἐπὶ τῇ ὑποσχέσει πεισθεῖσα τοῦ λέγειν ἤρξατο ὅυτως· γένος μὲν καὶ πατρίδα εἰπεῖν, οὐκ οἶμαι πεῖσαί ποτε δυνηθῆναί τινα. πλὴν καί σοι τί διαφέρει τοῦτο μαθεῖν ἢ μόνην τὴν αἰτίαν, ἧς ἕνεκεν ὀδυνωνένη δήγμασιν τὰς ἐμὰς ἐνέκρωσα χεῖρας; πλὴν τὰ κατ᾽ἐμαυτὴν, ὡς δυνατὸν ἀκοῦσαί σε, διηγήσομαι. ἐγὼ πάνυ εὐγενὴς ὑπάρχουσα δυνατοῦ τινὸς προσαγῇ ἀνδρὶ πρὸς γένους αὐτῷ ὑπάρχοντι ἐγενόμην γυνή, καὶ μετὰ δίδυμα τέκνα ἔσχον ἕτερον υἱόν. ὁ δὲ τοῦ ἐμοῦ ἀνδρὸς ἀδελφὸς μανεὶς οὐκ ἔλαττον ἠράσθη μου τῷ ἐραστῇ συνθέσθαι, μήτε τῷ ἐμῷ ἀνδρὶ ἀναθέσθαι τὸν τοῦ ἀδελφοῦ αὐτοῦ πρὸς ἐμὲ ἔρωτα, ἐλογισάμην, ἵνα μήτε μοιχευσαμένη ἐμαυτὴν μιάνω, μήτε τοῦ ἐμοῦ ἀνδρὸς τὴν κοίτην ὑβρίσω, μήτε τῷ ἀδελφῷ τὸν ἀδελφὸν πολέμον καταστήσω, μήτε ὅλον γένος μέγα ὂν εἰς ὀνειδισμὸν πᾶσιν ὑποβάλω· ὡς οὖν ἔφην ἐλογισάμην τὴν πόλιν μετὰ τῶν ἐμῶν διδύμων παίδων ἐκβῆναι ἐπὶ χρόνον τινὰ, ἕως ἂν καὶ ὁ μιαρὸς ἔρως παύσηται τοῦ ἐπὶ τῇ ἐμῇ ὕβρει κολακεύοντός με· τὸν μέν τοι ἕτερον υἱὸν παρὰ τῷ πατρὶ μεῖναι εἰς παραμυθίαν κατέλιπον.
Πλὴν ἵνα οὕτως ταῦτα γένηται, ἐπενόησα ὄνειρον πλάσασθαι, ὡς δή τινος νύκτωρ ἐπιστάντος μοι καὶ εἰρηκότος· γύναι, ἐξαυτῆς
ἅμα τοῖς διδύμοις σου τέκνοις ἐπὶ χρόνον τινὰ μέχρις ὅτε μηνύσω ἐπανελθεῖν σε ἐνταῦθα, ἔκβηθι τὴν πόλιν· ἐπεὶ ἅμα ἀνδρὶ καὶ πᾶσί σου τοῖς τέκνοις αἰφνιδίως κακῶς τελευτήσεις. ὅμως οὕτως ἐποίησα. ἅμα γὰρ τῷ τὸν ὄνειρον ψεύσασθαί με τῷ ἀνδρὶ αὐτὸς περίφοβος γενόμενος μετὰ τῶν δύο υἱῶν δούλων τε καὶ παιδισκῶν, καὶ χρημάτων συχνῶν κατὰ πλοῦν εἰς Ἀθήνας με ἐξέπεμψεν ἐκπαιδεῦσαι τοὺς υἱοὺς μέχρις ἂν, ἔφη, τῷ χρηματίσαντι δόξῃ ἐπανιέναι σε πρός με. ὅμως ἅμα τέκνοις ἡ τάλαινα πλεύσασα ὑπὸ ἀνέμων ἀταξίας εἰς τούτους ἀποῤῥιφεῖσα τοὺς τόπους νυκτὸς τῆς νηὸς διαλυθείσης ναυαγίῳ περιέπεσα. πάντων δὲ θανόντων ἡ ἀτυχὴς ἐγὼ μόνη ὑπὸ σφοδροῦ κύματος ῥιπισθεῖσα ἐπὶ πέτρας ἐῤῥίφην· ἐφ’, ἧς καθεσθεῖσα ἡ ἀθλία ἐλπίδι τοῦ τὰ τέκνα με ζῶντα εὑρεῖν εἰς τὸν βυθὸν ἐμαυτὴν οὐκ ἔῤῥιψα τότε, ὅτε τὴν ψυχὴν μεμεθυσμένην τοῖς κύμασιν ἔχουσα τοῦτο ποιῆσαι ῥαδίως ἐδυνάμην.Πλὴν ἐπειδὴ ὄρθρος ἐγένετο, μεγάλα βοῶσα καὶ γοερὰ κωκύουσα περιεβλεπόμην ζητοῦσα τῶν ἐμῶν ταλαιπώρων βρεφῶν τὰ νεκρὰ σώματα. ἐλεήσαντες, οὖν με οἱ ἐπιχώριοι γυμνὴν ἰδόντες, ἐνδύσαντές με πρῶτον τὸν βυθὸν ἀνηρεύνων τὰ ἐμὰ ζητοῦντες τέκνα. καὶ ἐπεὶ μηδὲν ηὕρισκον ὧν ἐζήτουν, παραμυθίας χάριν τινὲς τῶν φιλοξένων γυναικῶν προσελθοῦσαι διηγοῦντο ἑκάστη τὰ ἑαυτῆς κακὰ, ἵνα τῇ τῶν ὁμοίων συμφορᾷ παραμυθίας τύχω, ὃ δὴ μᾶλλόν με ἐλύπει. καὶ δὴ εἰς ξενίαν πολλῶν εἰσάγειν με ἀξιουσῶν μία τις τῶν ἐνταῦθα πενιχρὰ πολλὰ βιασαμένη εἰς τὸ ἑαυτῆς ἐλθεῖν ἠνάγκασεν οἴκημα εἰποῦσά μοι· θάρσει γύναι, καὶ γὰρ ὁ ἐμὸς ἀνὴρ ναύτης ὢν κατὰ θάλασσαν τέθνηκεν ἐν τῇ νεαζούσῃ τυγχάνων ἡλικίᾳ· καὶ ἔκτοτε πολλῶν με ἀξιούντων πρὸς γάμον ἐγὼ χηρεύειν εἱλόμην τὸν ἐμὸν ποθοῦσα ἄνδρα. ἔσται δὲ ἡμῖν κοινὰ, ἃ διὰ χειρῶν ἀμφοτέραι πορίζειν δυνάμεθα.
Καὶ ἵνα μή σοι μηκύνω τοὺς οὐκ ἀναγκαίους λόγους, συνῴκησα αὐτῇ διὰ τὴν φιλανδρίαν. καὶ μετ’ οὐ πολὺ ἐμοῦ τῆς ταλαιπώρου αἱ χεῖρες ὑπὸ τῶν δηγμάτων παρείθησαν, καὶ ἡ ὑποδεξαμένη με γυνὴ ὅλη ὑπὸ πάθους τινὸς συνδεθεῖσα ἐπὶ τῆς οἰκίας ἔῤῥιπται. ἐπεὶ οὖν ὁ τῶν πάλαι γυναικῶν ἔλεος παρήκμασεν, ἐγὼ δὲ καὶ ἡ κατ’ οἶκον ἀμφότεραι ἐπισινεῖς τυγχάνομεν, ἐκ πολλῶν χρόνων ἐνταῦθα, ὡς ὁρᾷς, καθέζομαι προσαιτοῦσα , καὶ ὧν ἂν εὐπορήσω καὶ τῇ συνταλαιπώρῳ εἰς τροφὰς κομίζω. καὶ τὰ μὲν ἐμὰ ἐπὶ τοσοῦτον αὐταρκῶς εἰρήσθω. λοιπὸν σὺ μὴ κωλύσῃς τὴν ὑπόσχεσιν πληρῶσαι τοῦ δοῦναι τὸ φάρμακον, ὅπως κἀκείνῃ ἐπιθυμούσῃ θανεῖν δῷ, καὶ οὕτως κἀγὼ τοῦ ζῆν, ὡς ἔφης μεταλλάξαι δυνηθῶ.
Ταῦτα τῆς γυναικὸς εἰπούσης ὑπὸ λογισμῶν πολλῶν ὁ Πέτρος μετέωρος ἐδόκει ἵστασθαι. ἐγὼ δὲ ἐπελθὼν ἔφην· ἐκ πολλοῦ σε περιερχόμενος ζητῶ· καὶ τὰ νῦν τί ποιοῦμεν; ὁ δὲ Πέτρος προσέταξέν μοι προάξαντι μένειν αὐτὸν ἐπὶ τοῦ σκάφους. καὶ ἐπειδὴ ἀντειπεῖν οὐκ ἦν αὐτῷ κελεύσαντι, ἐποίησα τὸ προσταχθέν. ὁ δὲ Πέτρος μικρᾷ τινι ὑποψίᾳ, ὡς αὐτός μοι πάντα ὕστερον διηγήσατο, παλλόμενος τὴν καρδίαν ἐπυνθάνετο τῆς γυναικὸς λέγων· εἰπέ μοι, γύναι, τὸ γένος καὶ τὴν πόλιν καὶ τῶν τέκνων τὰ ὀνόματα, καὶ ἥδη δίδωμί σοι τὸ φάρμακον. ἡ δὲ βίαν πάσχουσα καὶ εἰπεῖν οὐ θέλουσα, τὸ δὲ φάρμακον λαβεῖν ἐπιθυμοῦσα, ἐσοφίσατο ἄλλα ἀντὶ ἄλλων εἰπεῖν καὶ ὅμως ἔφη, αὐτὴν μὲν Ἐφεσίαν εἶναι, τὸν δὲ ἄνδρα Σικελόν· ὡσαύτως καὶ τῶν τριῶν τέκνων ἤλλαξεν τὰ ὀνόματα. καὶ ὁ Πέτρος νομίσας αὐτὴν ἀληθεύειν ἔφη· οἴμοι γύναι, ἐνόμιζον μεγάλην τινὰ χαρὰν, τῇ σήμερον ἄγειν ἡμέρᾳ ὑποπτεύσας σέ τινα εἶναι, ἣν ἐνόμιζον, ἧς τὰ πράγματα ἀκούσας ἀλριβῶς ἐπίσταμαι. ἡ δ῀ ἐξώρκιζεν λέγουσα· δέομαι, εἰπέ μοι, ἵνα εἰδῶ εἰ ἐστί τις ἐν γυναιξὶν ἀθλιωτέρα ἐμοῦ.
Καὶ ὁ Πέτρος ψεύδεσθαι οὐκ εἰδως ὑπὸ ἐλέους τοῦ πρὸς αὐτὴν τὸ ἀληθὲς λέγειν ἤρξατο· μοί τις λοιπὸν ἤδη νεανίας ὢν παρέπεται, τῶν τῆς θεοσεβείας ὀρεγόμενος λόγων, Ῥωμαίων ὑπάρχων πολίτης, ὅστις μοι διηγεῖται, πῶς πατέρα ἔχων καὶ ἀδελφοὺς δύο διδύμους, οὐδένα τούτων ὁρᾷ. ἥ τε γὰρ μήτηρ φησὶν, ὡς ὁ πατὴρ διηγεῖτό μοι, ὄνειρον ἰδοῦσα τὴν Ῥωμαίων πόλιν ἐπὶ χρόνον τινὰ ἐξῆλθε μετὰ τῶν διδύμων αὐτῆς τέκνων, ἵνα μὴ κακῷ μόρῳ τελευτήσῃ, καὶ σὺν αὐτοῖς ἐκβᾶσα οὐχ εὑρίσκεται. ὁ δὲ ταύτης μὲν ἀνὴρ, αὐτοῦ δὲ πατὴρ καὶ αὐτὸς εἰς ἐπιζήτησιν αὐτῆς ἐκβὰς οὐχ εὑρίσκεται.
Ταῦτα τοῦ Πέτρου εἰπόντος, ἐπιστήσασα τὸν νοῦν ἑαυτῆς ὡς ὑπὸ ἐκλήξως ἀπέψυξεν ἡ γύνή. ὁ δὲ Πέτρος προσελθὼν καὶ ἐπισχὼν, νήφειν αὐτὴν παρεκελεύσατο καὶ ὁμολογεῖν, τί ποτέ ἐστιν, ὃ πάσχει. ἡ δὲ ὥσπερ ἐκ μέθος τὸ λοιπὸν τοῦ σώματος παρεθεῖσα ὑπέστρεψεν ἑαυτὴν, ὑποστῆναι δυνηθῆναι τὸ μέγεθος τῆς ἐλπιζομένης χαρᾶς, καὶ τρίψασα αὑτῆς τὸ πρόσωπον ποῦ ἔστιν, ἔφη οὗτος ὁ νεανίας; ὁ δὲ ἤδη ὅλον συνιδὼν τὸ πρᾶγμα ἔφη· εἰπέ μοι σὺ πρῶτον, ἄλλως γὰρ τοῦτον ἰδεῖν οὐκ ἔχεις. ἡ δὲ σπεύδουσα ἐγὼ, φησίν, εἰμὶ ἡ τοῦ νεανίσκου μήτηρ. καὶ ὁ Πέτρος ἔφη· τί τούτῳ ὄνομα; ἡ δ᾽ἔφη, Κλήμης. καὶ ὁ Πέτρος ἔφη· οὗτός ἐστι καὶ αὐτός έστιν, ὁ πρὸ μικροῦ μοι λαλήσας, ᾧ ἀναμένειν με ἐν τῷ πλοίῳ προσέταξα. ἡ δὲ προσπεσοῦσα τῷ Πέτρῳ παρεκάλει σπεύδειν ἐπὶ τὸ πλοῖον ἐλθεῖν. καὶ ὁ Πέτρος· εἴ μοι τηρεῖς τὰς συνθήκασ, καὶ τοῦτο ποιήσω. ἡ δὲ ἔφη· πάντα ποιῶ, μόνον μοι τὸ τέκνον τὸ μονογενὲς δεῖξον. δόξο γὰρ δι᾽αὐτοῦ τὰα δύο μου τὰ ἐνταῦθα τεθνηκότα ὁρᾶν τέκνα. καὶ ὁ Πέτρος ἔφη· ὅταν αὐτὸν ἴδῃς, ἡσύχασον μέχρις ἂν τῆς νήσου ἐκβῶμεν. ἡ δὲ ἔδη· οὕτως ποιήσω.
Λαβόμενος οὖν τῆς χειρὸς αὐτῆς ὁ Πέτρος ἦγεν ἐπὶ τὸ πλοῖον. ἐγὼ δὲ ἰδὼν αὐτὸν χειραγωγοῦντα γυναῖκα ἐγέλασα· καὶ προσελθὼν εἰς τιμὴν αὐτοῦ ἀντ᾽αὐτοῦ χειραγωγεῖν αὐτὴν ἐπειρώμην. καὶ ἅμα τῷ ἅψασθαι με τῆς χειρὸς αὐτῆς, ὀλολύξασα ὡς μήτηρ μέγα καὶ περιπλακεῖσα σφόδρα κατεφίλει με τὸν αὐτῆς υἱόν. ἐγὼ δὲ ἀγνοῶν ὅλον τὸ πρᾶγμα ὡς μαινομένην ἀπεσειόμην· αἰδούμενος δὲ καὶ τὸν Πέτρον πικρίας ἐπληρούμην.
Ὁ δὲ Πέτρος ἔφη· ἔα, τί ποιεῖς τέκνον Κλήμη, ἀποσειόμενος τὴν σὲ οὕτως τεκοῦσαν; ἐγὼ δὲ τοῦτο ἀκούσας περίδακρυς γενόμενος καὶ καταπεσούσῃ τῇ τεκούσῃ προσπεσὼν κατεφίλουν. καὶ γὰρ ἅμα τῷ ῥηθῆναί μοι τοῦτο αμυδρῶς πως τὸ εἶδος ἀνεκαλούμην. πολλοὶ μὲν οὖν ὄχλοι συνέτρεχον ἱστορῆσαι τὴν προσαιτήτριαν γυναῖκα λέγοντες ἀλλήλοις, ὅτι αὐτὴν ἐπέγνω ὁ υἳος, ἀνὴρ ἀξιόλογος. βουλομένοις οὖν ἡμῖν ἐξαυτῆς σὺν τῇ μητρὶ τῆς νήσου ἐκβαίνειν ἡ μήτηρ ἔφη· τέκνον μου ποθεινὸν, εὔλογόν ἐστι συντάξασθαι τῇ ὑποδεξαμένῃ με γυναικὶ, ἥ τις πενιχρὰ οὖσα καὶ ὅλη παρειμλένη ἐπὶ τῆς οἰκίας ἔῤῥιπται. ὁ δὲ Πέτρος ἀκούσας ἐθαύμασεν, καὶ πάντες οἱ περιεστῶτες ὄχλοι, τῆς γυναῖκα ἐπὶ κλίνης κομίσαι καὶ ἐγέγκαι. καὶ ἐνεχθείσης καὶ τεθείσης τῆς κλίνης πάντων τῶν ὄχλων ἀκουόντων ἔφη ὁ Πέτρος· εἰ ἀληθείας κήρυξ ἐγὼ τυγχάνω, εἰς τὴν τῶν παρεστώτων πίστιν, ἵνα γνῶσιν ὅτι εἷς ἐστιν ὁ θεὸς ὁ τὸν κόσμον ποιήσας, ἐξαυτῆς ἐγερθήτω ὑγιής. καὶ ἅμα τῷ εἰπεῖν τὸν Πέτρον ταῦτα, ἡ γυνὴ ἠγέρθη ὑγιὴς καὶ τῷ Πέτρῳ προσέπεσεν, καὶ τὴν συνήθη φίλην καταφιλήσασα ἐπυνθάνετο, τί εἴη τοῦτο. ἡ δὲ ὅλον αὐτῇ τὸ πρᾶγμα τοῦ ἀναγνωρισμοῦ συντόμως διηγήσατο, καὶ οἱ ἀκούσαντες κατεπλάγησαν τότε ἡ μήτηρ τὴν ξενοδόχον θεραπευθείσαν ἱστορήσασα παρεκάλει καὶ αὐτὴ ἰάσεως τυχεῖν. ὁ δὲ ἐπιθεὶς τὴν χεῖρα καὶ αὐτὴν ἐθεράπευσεν.
Καὶ εἶθ’ οὕτως ὁ Πέτρος περὶ θεοῦ καὶ τῆς αὐτῷ διαφερούσης πίστεως ὡμίλησε προσθεὶς ἐπὶ τῷ τέλει, ὅτι εἴ τις βούλεται ταῦτα ἀκριβῶς μαθεῖν εἰς Ἀντιόχειαν ἐλθὼν, ὅπου πλείους ἡμέρας περιμένειν ἔκρινα, τὰ πρὸς τὴν αὐτοῦ σωτηρίαν μανθανέτω. εἰ γὰρ δὴ ἐμπορίας ἕνεκα ἢ στρατείας πατρίδα καταλιμπάνειν οἴδατε καὶ εἰς μακροὺς ἀπέρχεσθαι τόπους, διὰ τὴν αἰώνιον σωτηρίαν οὐδὲ τριῶν ἡμερῶν ὁδὸν πορευθῆναι θέλετε; μετὰ μὲν οὖν τὴν προσομιλίαν Πέτρου ἐγὼ τῇ ὑγιασθείσῃ γυναικὶ ἐπὶ παντὸς τοῦ ὄχλου χιλίας δραχμὰς εἰς τροφὰς ἐδωρησάμην, παραθέμενος αὐτὴν ἀγαθῷ τινι ἀνδρὶ, πρώτῳ τῆς πόλεως ὄντι, φύσει μετὰ χαρᾶς τοῦτο ποιεῖν προῃρημένῳ. ἔτι δὲ καὶ ἄλλαις πολλαῖς ἀργύρια διανείμας ταῖς ποτὲ τὴν μητέρα παραμυθησαμέναις, εὐχαριστήσας τῷ κυρίῳ, διέπλευσα εἰς Ἀντάραδον ἅμα τῇ μητρὶ καὶ τῷ Πέτρῳ καὶ τοῖς λοιποῖς ἑταίροις, καὶ οὕτως εἰς τὴν ξενίαν ὡρμήσαμεν.
Γενομένων δὲ ἡμῶν ἐνταῦθα καὶ τροφῆς μεταλαβόντων καὶ συνήθως εὐχαριστησάντων ἔτι ὥρας οὔσης ἔφην ἐγὼ τῷ Πέτρῳ· φιλανθρωπίας ἔργον, κύριέ μου Πέτρε, ἡ ἐμὴ ἐποίησε μήτηρ τῆς ξενοδόχου ὑπομνησθεῖσα γυναικός. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἆρά γε, ὦ Κλήμη, ἀληθῶς νενόμικας φιλανθρωπίας ἔργον πεποιηκέναι τήν τε τεκοῦσαν, καθ’ ὃ τὴν ἀπὸ ναυαγίου αὐτὴν ὑποδεξαμένην ἠμείψατο· ἢ ὡς μητρὶ μεγάλα χαριζόμενος τοῦτον εἴρηκας τὸν λόγον; εἰ δὲ οὐχ ὡς χαριζόμενος, ἀλλ’ ὡς ἀληθεύων ἔφης, ἔοικάς μοι ἀγνοεῖν τί ποτέ ἐστι φιλανθρωπίας μέγεθος, ἥτις ἐστὶν ἄνευ τοῦ φυσικῶς πείθοντος ἡ πρὸς οἷον δήποτε στοργὴ, καθ’ ὃ ἄνθρωπός ἐστιν. ἀλλ’ οὐδὲ τὴν ξενοδόχον τὴν ἀπὸ τοῦ ναυαγίου ὑποδεξαμένην τὴν σὲ τεκοῦσαν, φιλάνθρωπον εἰπεῖν τολμῶ. ὑπὸ ἐλέου γὰρ κολακευθεῖσα ἐπέπειστο εὐεργέτις γενέσθαι γυναικὸς ναυαγίῳ περιπεσούσης, τέκνα πενθούσης, ξένης, γυμνῆς, μεμονωμένης καὶ σφόδρα ἐπὶ ταῖς συμφοραῖς ὀλοφυρομένης. ἐν τοσαύταις οὖν αὐτῆς συμφοραῖς οὔσης, τίς καὶ ἀσεβῶν ἰδὼν οὐκ ἂν ἠλέησεν; ὥστε οὕπω φιλανθρωπίας ἔργον πεποιηκυῖα φαίνεται οὐδὲ ἡ ξενοδόχος γυνὴ, ἀλλ’ ὑπὸ ἐλέους τοῦ ἐπὶ μυρίαις συμφοραῖς πρὸς εὐεργεσίαν κεκινημένη. καὶ γὰρ ἡ σὲ τεκοῦσα, βίου εὐπορήσασα καὶ τὴν ξενοδόχον ἀμειψαμένη, φιλανθρωπίας ἔργον οὐκ ἐποίησεν, ἀλλὰ φιλίας; πολλὴ δὲ διαφορὰ μεταξὺ φιλίας καὶ φιλανθρωπίας, ὅτι ἡ μὲν φιλία ἐξ ἀμοιβῆς γίνεται, ἡ δὲ φιλανθρωπία ἄνευ τοῦ φυσικῶς πείθοντος πάντα ἄνθρωπον, καθὸ ἄνθρωπός ἐστι φιλοῦσα εὐεργετεῖ. εἰ μὲν οὖν ἡ ἐλεήσασα ξενοδόχος καὶ ἐχθροὺς ἀδκήσαντας ἐλεοῦσα εὐεργετεῖ, φιλάνθρωπος ἂν εἴη· εἰ δὲ διάτι φίλη ἢ ἐχθρὰ, καὶ διάτι ἐχθρὰ ἢ φίλη, ἡ τοιαύτη τοῦ τινὸς αἰτίου φίλη ἐστιν ἢ ἐχθρὰ, οὐ τοῦ ἀνθρώπου.
Κἀγὼ ἀπεκρινάμην· οὐ δοκεῖ σοι οὖν φιλάνθρωπος εἶναι κἂν ἡ ξενοδόχος ξένην, ἢν οὐκ ἠπίστατο εὐεργετήσασα; καὶ ὁ Πέτρος· ἐλεήμονα μὲν αὐτὴν εἰπεῖν ἐπίσταμαι, φιλάνθρωπον δὲ οὐ τολμῶ λέγειν, ἅτε δὴ οὔτε τὴν τεκοῦσαν φιλότεκνον, ὑπὸ ὠδίνων γὰρ καὶ ἀνατροφῆς στέργειν πέπεισται. ὥσπερ γὰρ ὁ ἐρῶν ὑπὸ τῆς συνηθείας κολακεύεται, καὶ ὁ φίλος ἀπὸ τῆς
ἀμοιβῆς, οὕτω καὶ ὁ ἐλεῶν ὑπὸ τῆς συμφορᾶς. πλὴν ἐγγὺς ὁ ἐλεήμων τῷ φιλανθρώπῳ, ὅτι ἅνευ τοῦ τι θηρᾶσθαι λαβεῖν εὐεργετεῖν πείθεται. πλὴν οὔπω φιλάνθρωπός ἐστιν. κἀγὼ ἔφην· ἐπὶ ποίαις οὖν πράξεσιν φιλάνθρωπος εἶναί τις δύναται; καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἐπεὶ ὁρῶ σε γλιχόμενον ἀκοῦσαι, τί ποτέ ἐστιν φιλανθρωπίας ἔργον, οὐκ ὀκνήσω λέγειν. φιλάνθρωπός ἐστιν ὁ καὶ ἐχθροὺς εὐεργετῶν. ὅτι δὲ οὕτως ἔχει, ἄκουσον. φιλανθρωπία ἐστὶν ἀῤῥενόθηλυς, ἧς τὸ θῆλυ μέρος ἐλεημοσύνη λέγεται, τὸ δὲ ἄῤῥεν αὐτῆς ἀγάπη ἡ πρὸς τὸν πλησίον ὠνόμασται, πλησίον δὲ ἀνθρώπῳ ἐστὶν ὁ πᾶς ἄνθρωπος, οὐχ ὅτι εἷς ἄνθρωπος· ἄνθρωπος γάρ ἐστιν καὶ ὁ κακὸς καὶ ὁ ἀγαθὸς, καὶ ὁ ἐχθρὸς καὶ ὁ φίλος. χρὴ οὖν τὸν φιλανθρωπίαν ἀσκοῦντα μιμητὴν εἶναι θεοῦ εὐεργετοῦντα δικαίους καὶ ἀδίκους, ὡς αὐτὸς ὁ θεὸς πᾶσιν ἐν τῷ νῦν κόσμῳ τόν τε ἥλιον καὶ τοὺς ὑετοὺς αὐτοῦ παρέχων. εἰ δὲ θέλεις ἀγαθοὺς μὲν εὐεργετεῖν, κακοὺς δὲ μηκέτι, ἢ κολάζειν, κριτοῦ ἔργον ἐπιχειρεῖς πράττειν, οὐ τὸ τῆς φιλανθρωπίας σπουδάζεις ἔχειν.Κἀγὼ ἔφην· ἆρά γε καὶ ὁ θεὸς μέλλων τότε κρίνειν, ὡς διδάσκεις ἡμᾶς, οὐ φιλάνθρωπός ἐστιν; καὶ ὁ Πέτρος· τοὐναντίον λέγεις. ἐπεὶ γὰρ κρίνει, διὰ τοῦτο φιλάνθρωπός ἐστιν. φιλῶν γὰρ καὶ ἐλεῶν τοὺς ἠδικημένους, τιμωρεῖ τοὺς ἠδικηκότας. κἀγὼ ἔφην· οὐκ οὖν, εἰ κἀγὼ ἀγαθοὺς μὲν εὐεργετῶ, τοὺς δὲ ἀδικοῦντας, καθ’ ὅ ἀνθρώπους ἠδίκησαν, τιμωρῶ, φιλάνθρωπός εἰμι. καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἰ μετὰ τοῦ πρόγνωσιν ἔχειν εἶχες καὶ τοῦ κρίνειν ἐξουσίαν, ὀρθῶς ἂν τοῦτο ἐποίεις, διὰ μὲν τοῦ εἰληφέναι τὴν ἐξουσίαν καταδικάζων, οὓς ὁ θεὸς ἐδημιούργησεν, διὰ δὲ τὴν πρόγνωσιν ἀπταίστως ἐν τῷ κρίνειν οὓς μὲν ὡς δικαίους δικαιῶν, οὓς δὲ ὡς ἀδίκους καταδικάζων. κἀγὼ ἔφην· ὀρθῶς ἔφης καὶ ἀληθῶς, ἀδύνατον γάρ τινα πρόγνωσιν οὐκ ἔχοντα ὀρθῶς κρῖναι. ἐνίοτε γὰρ φαίνονταί τινες ἀγαθοὶ ἀθέμιτα κρύφα διαπραττόμενο, ἐνίοτε δὲ ἀγαθοὶ ὑπὸ διαβολῆς ἐχθρῶν κακοὶ ὑπολαμβανόμενοι. ἀλλ’ εἰ καὶ τοῦ βασανίζειν καὶ ἀνακρίνειν ἐξουσίαν τις ἔχων δικάζει, οὐδὲ οὕτως τὸ πάντως δικαίως αὐτῷ δικάσαι ἐγίνετο. ἔνιοι γὰρ φονεῖς ὄντες, τὰς βασάνους ὑπομείναντες, ὡς ἀθῷοι ἀπελύθησαν, ἕτεροι δὲ ἀθῷοι ὄντες, τὰς βασάνους μὴ ὑπομείναντες, ἑαυτῶν καταψευσάμενοι ὡς αἴτιοι ἐκολάσθησαν.
Καὶ ὁ Πέτρος λέγει· μετρίως ἔχει καὶ ταῦτα, τὸ δὲ μεῖζον ἄκουσον. ἐνίων ἀνθρώπων ἁμαρτανόντων ἢ εὐπραττόντων, ὧν ποιοῦσιν ἃ μὲν ἴδια αὐτῶν ἐστὶν, ἃ δὲ ἀλλότρια· δίκαιον δὲ ἕκαστον ἐπὶ τοῖς ἰδίοις ἁμὰρτήμασι τιμωρεῖσθαι, ἢ ἐπὶ τοῖς ἰδίοις κατορθώμασιν εὐεργετεῖσθαι. ἀδύνατον δέ τινι, πλὴν προφήτῃ μόνῳ πρόγνωσιν ἔχοντι τὰ ὑπό τινος γινόμενα εἰδέναι, ποῖά ἐστιν αὐτοῦ ἴδια, ποῖα δὲ οὐκ εἰσί· πάντα γὰρ δι’ αὐτοῦ γινόμενα βλέπεται. κἀγὼ ἔφην· ἐβουλόμην μαθεῖ, πῶς τῶν ἀδικημάτων ἢ κατορθωμάτων ἃ μὲν ἴδια, ἃ δὲ ἀλλότρια. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ἔφη· τὰ ἀγαθὰ ἐλθεῖν δεῖ· μακάριος δὲ, φησὶ, δι’ οὗ ἔρχεται. ὁμοίως καὶ τὰ κακὰ ἀνάγκη ἐλθεῖν· οὐαὶ δὲ τῷ ἀνθρώπῳ, δι’ οὗ ἔρχεται. εἰ δὲ διὰ κακῶν κακὰ ἔρχεται καὶ δι’ ἀγαθῶν ἀγαθὰ φέρεται, προσεῖναι δεῖ ἑκάστῳ τὸ ἴδιον, τὸ ἀγαθὸν εἶναι ἢ κακὸν, ἐξ ὧν προέπραξεν, διὰ τοῦ ἐλθεῖν τὰ δεύτερα ἀγαθὰ ἢ κακὰ, ἅ τινα ἴδια αὐτοῦ τῆς αἱρέσεως ὄντα ὑπὸ τῆς τοῦ θεοῦ προνοίας διελθεῖν ᾠκονόμηται. ἐπεὶ οὖν κρίσις αὕτη θεῷ, ὥσπερ ἐπ’ ἀγῶνος τὸν διὰ πάσης κακουχίας διεληλυθόντα καὶ ἄμεμπτον εὑρεθέντα, ἐκεῖνον ζωῇς αἰωνίου
καταξιοῦσθαι. οἱ γὰρ ἐν ἀγαθοῖς ἰδίᾳ βουλῇ προκόψαντες ὑπὸ τῶν ἰδίᾳ βουλῇ ἐν κακίᾳ παραμεινάντων πειράζονται, διωκόμενοι, μισούμενοι, λοιδορούμενοι, ἐπιβουλευόμενοι τυπτόμενοι, πλεονεκτούμενοι, διαβαλλόμενοι, ἀγγαρευόμενοι, ἐπηρεαζόμενοι, πάντα ἐκεῖνα πάσχοντες, δι’ ὧν εὐλόγως δοκεῖ τὸ ὀργίζεσθαι γίνεται καὶ πρὸς ἄμυναν ὁρμᾶν. ὁ δὲ διδάσκαλος εἰδὼς, ὅτι. οἱ ταῦτα ἀδίκως ποιοῦντες ἐκ προτέρων ἁμαρτημάτων κατάδικοί εἰσι, καὶ ὅτι διὰ καταδίκων τὸ τῆς κακίας πνεῦμα ταῦτα ἐνεργεῖ, τοὺς μὲν ἀνθρώπους, καθ’ ὃ ἄνθρωποί εἰσι καὶ δι’ ἁμαρτίας ὄργανα γινομένους κακίας, ἐλεεῖν συνεβούλευσεν, ὡς φιλανθρωπίαν ἀσκοῦσι, καὶ τὸ ὅσον ἐπ’ αὐτοῖς ἐστὶ τοῖς ἀδικουμένοις, ἀπολύειν τῆς καταδίκης τοὺς ἀδικοῦντας, ἵνα ὥσπερ οἱ νήφοντες τοῖς μεθύουσι βοηθῶσιν εὐχαῖς, νηστείαις, εὐλογίαις, μὴ ἀνθιστάμενοι, μὴ ἀμυνόμενοι, ἵνα μὴ ἐπὶ πλεῖον αὐτοὺς ἁμαρτάνειν ἀναγκάσωσι. τοῦ γὰρ παθεῖν πάντως κεκριμένου τινὶ, οὐκ εὔλογον ἀγανακτεῖν ἐκείνῳ, δἰ οὗ καὶ τὸ παθεῖν γίνεται, λογισάμενον ὅτι εἰ καὶ ἐκεῖνος οὐκ ἐκακούχησεν αὐτὸν, διὰ τὸ πάντως κακουχηθῆναι μέλλειν, δι’ ἑτέρου τὸ παθεῖν ἦν. τί οὖν ἀγανακτῶ τῷ διαθεμένῳ, ἐμοῦ πάντως παθεῖν κεκριμένου; ἀλλ’ ἔτι μὴν, εἰ τὰ αὐτὰ τοῖς κακοῖς προφάσει ἀμύνης ποιοῦμεν, παρὰ τὸ πρῶτοι ἢ δεύτεροι τὸ αὐτὸ τοῖς κακοῖς οἱ ἀγαθοὶ πράσσομεν. καὶ ὡς ἔφην, οὐ χρὴ ἀγανακτεῖν, ὡς εἰδότας, ὅτι θεοῦ προνοίᾳ οἱ κακοὶ τοὺς ἀγαθοὺς τιμωροῦνται. οἱ οὖν τοῖς τιμωροῦσι χαλεπαίνοντες, ὡς τοὺς ἀποστόλους θεοῦ ὑβρίζοντες, ἁμαρτάνουσι, τιμῶντες δὲ καὶ τὰ ἐναντία τοῖς ἀδικεῖν νομιζομένοις, διατιθέμενοι αὐτοὺς εἰς τὸν θεὸν οὕτω κελεύσαντα εὐσεβοῦσι. κἀγὼ πρὸς ταῦτα ἀπεκρινάμην· οὐκοῦν οἱ ἀδικοῦντες οὐκ εἰσὶν αἴτιοι, ὅτι κρίσει θεοῦ ἀδικοῦσι τοὺς δικαίους. καὶ ὁ Πέτρος ἔφη· καὶ πάνυ ἁμαρτάνουσι πρὸς τὸ ἁμαρτάνειν ἑαυτοὺς ἀποδεδωκότες. ὅθεν εἰδὼς ἀπ’ αὐτῶν ἐκλέγεται τιμωρεῖν τοὺς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασι μεταμεληθέντας δικαίως, ἵνα τοῖς μὲν δικαίοις διὰ τῆς τοιαύτης τιμωρίας τὰ πρὸ τῆς μετανοίας πραχθέντα ἀφεθῇ κακά. τοῖς δὲ τιμωροῦσιν ἀσεβέσιν κακουχεῖν ἐπιθυμοῦσι καὶ μετανοεῖν οὐ θέλουσιν εἰς ἀναπλήρωσιν ἰδίας κολάσεως δικαίους κακουχεῖν συνεχωρήθη. ἄνευ γὰρ τῆς τοῦ θεοῦ βουλῆς οὐδὲ στρουθὸς ἐν παγίδι ἐμπεσεῖν ἔχει. οὕτως δικαίων καὶ αἱ τρίχες τῷ θεῷ ἐναρίθμιοί εἰσι. δίκαιος δέ ἐστιν ἐκεῖνος, ὁ τοῦ εὐλόγου ἕνεκα τῇ φύσει μαχόμενος. οἷον πᾶσι πρόσεστιν ἐκ φύσεως τοὺς φιλοῦντας φιλεῖν· δίκαιος πειρᾶται καὶ ἐχθροὺς ἀγαπᾶν καὶ λοιδωροῦντας εὐλογεῖν, ἔτι μὴν καὶ ὑπὲρ ἐχθρῶν εὔχεσθαι, ἀδικοῦντας ἐλεεῖν. διὸ καὶ προσαδικεῖσθαι ἀνέχεται, καὶ ὅμως καταρωμένους εὐλογεῖ, τύπτουσι συγχωρεῖ, διώκουσιν ὑποχωρεῖ, μὴ ἀσπαζομένους ἀσπάζεται, τοῖς οὐκ ἔχουσιν ὧν ἔχει κοινωνεῖ, ὀργιζόμενον ποθεῖ, τὸν ἐχθρὸν διαλλάσσει, τὸν ἀπειθῆ παρακαλεῖ, τὸν ἄπιστον κατηχεῖ, τὸν πενθοῦντα παραμυθεῖται, ἐπηρεαζόμενος στέγει, ἀχαριστούμενος οὐκ ἀγανακτεῖ, εἰς δὲ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν ἀποδεδωκὼς οὕτω δάκειται, [ὅτι] πενίαν οὐ πεφόβηται, ἀλλὰ τὰ ἑαυτοῦ μερίζων τοῖς οὐκ ἔχουσι πένης γίνεται. ἀλλ’ οὐδὲ μὴν ἁμαρτάνοντας τιμωρεῖ. ὁ γὰρ τὸν πλησίον ἀγαπῶν ὡς ἑαυτὸν, ὡς αὐτὸς ἁμαρτήσας οἶδε τιμωρηθῆναι μὴ θέλειν, οὕτως οὐδὲ τοὺς ἁμαρτάνοντας τιμωρεῖ· καὶ ὡς θέλει κολακεύεσθαι καὶ εὐλογεῖσθαι καὶ τιμᾶσθαι καὶ πάντα τὰ ἁμαρτήματα αὐτῷ συγχωρεῖσθαι, τοῦτο αὐτὸς τῷ πλησίον ποιεῖ ὡς ἑαυτὸν ἐκεῖνον ἀγαπῶν. ἑνὶ δὲ λόγῳ, ὁ θέλει ἑαυτῷ, θέλει καὶ τῷ πλησίον. οὗτος γάρ ἐστι θεοῦ νόμος καὶ προφητῶν, αὕτη τῆς ἀληθείας ἡ διδασκαλία. καὶ ταῦτα μὲν ἀγάπη ἡ πρὸς πάντα ἄνθρωπον τελεία τὸ ἄῤῥεν μέρος ἐστὶν οὖσα τῆς φλανθρωπίας, τὸ δὲ ἐλεεῖν θῆλυ μέρος ἐστὶν αὐτῆς. ὅπερ ἐστὶ πεινῶντα θρέψαι, καὶ ποτὸν διψῶντι παρασχεῖν, καὶ γυμνὸν ἐνδύσαι, καὶ νοσοῦντα ἐπισκέψασθαι, καὶ ξένον δέξασθαι, τῷ ἐν εἱρκτῇ κατὰ τὸ δυνατὸν ἐπιφαινόμενον βοηθεῖν, καὶ ἁπαξαπλῶς τὸν ἐν συμφοραῖς ἐλεῆσαι.Ἐγὼ δὲ ἀκούσας ἔφην· ταῦτα μὲν δυνατὸν πράττειν, ἐχθροὺς δὲ εὐεργετεῖν, πᾶσαν αὐτῶν ὑποφέροντα ἐπήρειαν, οὐκ οἴομαι δυνατὸν ἀνθρωπείᾳ προσεῖναι φύσει. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ὀρθῶς ἔφης. ἀθανασίας γὰρ αἰτία οὖσα ἡ φιλανθρωπία πολλοῦ δίδοται. κἀγὼ ἔφην πῶς οὖν σύνεστιν ἐν νῷ λαβεῖν; καὶ ὁ Πέτρος ἀπεκρίνατο· ταύτην, ὦ φίλε Κλήμη, λαβεῖν ἐστιν, ἐὰν πληροφορηθῇ τις, ὅτι οἱ ἐχθροὶ πρὸς καιρὸν κακουχοῦντες, οὓς μισοῦσιν, αἰωνίου κολάσεως ἀπαλλαγῆς αὐτοῖς αἴτιοι γίνονται· προσέτι δὲ αὐτοὺς ὡς εὐεργέτας σφόδρα ἀγαπήσουσιν. εἰ δὲ ὅλως τοῦ ταύτην λαβεῖν, ὦ φίλε Κλήμη, μήτις ἐστν, οὐ πάρεστι φόβος θεοῦ. ὁ γὰρ θεὸν φοβούμενος τὸν πλησίον ὡς ἑαυτὸν ἀγαπᾷ· τῷ μέν τοι πρὸς θεοῦ φόβῳ τὰ ἀγαπώντων ποιεῖν δύναται, καὶ εἰθ’ οὕτως πράξαντι τὰ ἀγάπης τὸ ἀγαπᾶν ὡς νύμφη οὖσα προσφέρεται ὡς νυμφίῳ τῷ φόβῳ. καὶ οὕτως τοὺς φιλανθρώπους τίκτουσα λογισμοὺς ἀθάνατον τίθησι τὸν κεκτημένον ὡς εἰκόνα θεοῦ ὁμοίαν ὑπὸ φθορᾶς ὑβρισθῆναι μὴ δυναμένην τὴν αὐτοῦ φύσιν. ὁμῶς τὸν τῆς φιλανθρωπίας ἐκθέμενος ἡμῖν λόγον ἑσπέρας ἐπικαταλαβούσης εἰς ὕπνον ἐτράπημεν.
Ὄρθρου δὲ γινομένου εἰσιὼν ὁ Πέτρος ἔφη· ὁ μὲν Κλήμης μετὰ τῆς αὐτοῦ μητρὸς Ματθιδίας καὶ τῆς ἐμῆς γυναικὸς ἄμα ἐπὶ τοῦ ὀχήματος καθεζέσθωσαν. ὁρμώντων δὲ ἡμῶν ἐπὶ τὴν Βαλαναίας ὁδὸν ἐπύθετό μου ἡ μήτηρ, πῶς ὁ πατὴρ διάγει. κἀγὼ ἔφην· ἐπὶ ζήτησίν σου καὶ τῶν διδύμων ἀδελφῶν μου Φαυστίνου τε καὶ Φαυστινιανοῦ ἐκβὰς ἀνεύρετός ἐστιν. οἶμαι δὲ ἐκ τοῦ πλείστου τελευτῆσαι αὐτὸν χρόνου ἢ ναυαγίῳ περιπεσόντα, ἢ ἐν ὁδῷ σφαλέντα, ἢ ὑπὸ λύπης μαρανθέντα. ἡ δὲ ἀκούσασα καὶ ἐπίδακρυς γενομένη ἐστέναξεν λυπηθεῖσα, τῇ δὲ πρὸς ἐμὲ εὑρέσει χαίρουσα τὴν ἐκ τῆς ὑπομνήσεως λύπην μετρίως ἀπήμβλυνεν. κατηντήσαμεν οὖν εἰς Βαλαναίας. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰς Πάλταν ἤλθομεν, κἀκεῖθεν εἰς Γάβαλαν, τῇ δὲ ἑτέρᾳ κατηντήσαμεν εἰς Λαοδίκειαν. καὶ ἰδοὺ πρὸ τῶν θυρῶν Νικήτης καὶ Ἀκύλας ἀπήντων ἡμῖν, καὶ καταφιλήσαντες ἦγον ἐπὶ τὴν ξενίαν. ὁ δὲ Πέτρος καλὴν καὶ μεγάλην πόλιν ἰδὼν ἄξιον, ἔφη, ἐνταῦθα ἡμερῶν ἐπιμεῖναι. ὡς γὰρ ἐπίπαν τὸ πλῆθος δυνατώτερόν ἐστι τίκτειν τοὺς ζητουμένους. ὁ μὲν οὖν Νικήτης καὶ Ἀκύλας ἐπυνθάνοντό μου, τίς εἴη αὕτη ἡ ξένη γυνή. κἀγὼ ἔφην· ἐμὴ μήτηρ, ἣν ἐπιγνῶναί μοι ὁ θεὸς διὰ Πέτρου τοῦ κυρίου μου ἐδωρήσατο.
Ταῦτά μου εἰπόντος ὁ Πέτρος πάντα αὐτοῖς ἐπὶ κεφαλαίων ἐξέθετο, ὡς ἄμα αὐτοὺς προοδεῦσαι ἐγὼ Κλήμης τὸ ἐμὸν γένος αὐτῷ ἐξεθέμην, καὶ τῆς μητρὸς τὴν ἐκ τῆς τοῦ ὀνείρου πλαστῆς προφάσεως μετὰ τῶν διδύμων αὐτῆς τέκνων γενομένην ἀποδημίαν, ἔτι τε καὶ τοῦ πατρὸς τὴν ἐπὶ ζήτησιν αὐτῆς ἀποδημίαν, ἔπειτα ὅτι μετὰ τὸ ἀκοῦσαι ταῦτα εἰσελθὼν εἰς τὴν νῆσον καὶ τῇ γυναικὶ συντυχὼν καὶ προσαιτοῦσαν ἰδὼν καὶ τοῦ προσαιτεῖν τὴν αἰτίαν πυθόμενος ἔγνω αὐτῆς τὸ γένος, ἀνατροφὴν, τὸν πλαστὸν ὄνειρον καὶ τῶν τέκνων τὰ ὀνόματα, ἐμοῦ τε τοῦ καταλειφθέντος παρὰ τῷ πατρὶ καὶ τῶν αὐτῆς συμπορευομένων διδύμων τέκνων, οὓς ἐν τῷ βυθῷ ὑπενοεῖτο τεθνηκέναι.