Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.

Ἡ δὲ ἀκούσασα ἔφη· τί οὖν κωλύει σήμερόν με βαπτισθῆναι; ἥτις πρὸ τοῦ ἰδεῖν σε τοὺς λεγομένους θεοὺς ἀπεστράφην λογισμῷ τοιούτῳ, ὅτι πολλὰ σχεδὸν καθ’ ἡμέραν θυούσης αὐτοῖς ἐν ταῖς ἀνάγκαις οὐ παρεστάθησάν μοι. περὶ δὲ μοιχείας τί δεῖ καὶ λέγειν; ὁπότε οὐδὲ ὅτε ἐπλούτουν, τρυφή με τοῦτο ἠπάτησεν, οὐδὲ ἡ μετὰ ταύτην πενία ἐπὶ τοῦτο ἐλθεῖν ἀναγκάσαι δεδύνηται, ἀντιποιουμένης μου τῆς σωφροσύνης ὡς μεγίστου κάλλους, ἧς ἕνεκα εἰς τοσαύτην ἦλθον περίστασιν. ἀλλ’ οὐδὲ οἶμαί σε, κύριέ μου Πέτρε, ἀγνοεῖν, ὅτι ἡ πλείων ἐπιθυμία ἐξ εὐθυμιῶν γίνεται. ὅθεν ἐγὼ ἐν εὐθυμίᾳ σωφρονήσασα ἐν δυσθυμίᾳ πρὸς ἡδονὰς ἑαυτὴν οὐκ ἀποδίδωμι. ἀλλὰ μηδὲ νῦν μου κακουχίας ἀπηλλάχθαι νομίσῃς τὴν ψυχὴν τὴν ποσῶς παραμυθίας τυχοῦσαν διὰ τὴν τοῦ Κλήμεντος ἐπίγνωσιν. ἀντεισερχομένη γὰρ ἡ ἐκ τῶν δύο τέκνων μου ἀπόλεια καὶ τὴν ποσῶς ἀμαυροῖ χαράν. παραμυθήσομαι γὰρ ἐμαυτὴν περὶ αὐτῶν, ὅτι ἐν τῇ θαλάσσῃ διεφόνησαν· ἀλλ’ ὅτι πρὸς τούτοις ἐκτὸς τυχὸν θρησκείας θεοῦ φθαρέντες τὰ σώματα καὶ τὰς ψυχὰς ἀπώλοντο. ὁ δὲ τούτων πατὴρ, ἐμὸς δὲ σύμβιος, ὡς παρὰ Κλήμεντος ἔμαθον, ἐπί τε τὴν ἐμὴν καὶ τῶν υἱῶν ἐκβὰς ζήτησιν τοσούτοις ἔτεσιν ἀφανής ἐστι·

πάντως δὲ ἐτελεύτησε. καὶ γὰρ ὁ ταλαίπωρος ὑπὸ σωφροσύνης με ἀγαπῶν φιλότεκνος ἦν. ὅθεν πάντων ἡμῶν τῶν ὑπὲρ πάντα αὐτῷ ἠγαπημένων στερηθεὶς ὁ γέρων ὑπὸ μεγίστης ἀθυμίας διεφόνησεν.

Τῆς μητρὸς οὖν ταῦτα λεγούσης κατὰ τὴν τοῦ Πέτρου παραίνεσιν ἀκούοντες οὐκέτι στέγειν ἠδύναντο οἱ παῖδες, ἀλλ’ ἐγερθέντες περιεπλέκοντο αὐτῇ πολλὰ δακρύοντες καὶ καταφιλοῦντες. ἡ δὲ ἔφη· τί θέλει τοῦτο εἶναι; καὶ ὁ Πέτρος ἀπεκρίνατο· παράστησον, ὦ γύναι, γενναίως τὸν νοῦν σου, ὅπως τῶν σῶν ἀπολαύσῃς τέκνων. οὗτοι γάρ εἰσι Φαυστῖνος καὶ Φαυστινιανὸς, οἱ υἱοί σου, οὓς ἐν βυθῷ τεθνάναι ἔλεγες ἐν τῇ χαλεπωτάτῃ ἐκείνῃ νυκτί. καὶ πῶς ὁ μὲν αὐτῶν Νικήτης λέγεται, ὁ δὲ Ἀκύλας, αὐτοί σοι εἰπεῖν δυνήσονται, σὺν σοὶ γὰρ καὶ ἡμεῖς μαθεῖν ἔχομεν. ταῦτα τοῦ Πέτρου εἰπόντος ἡ μήτηρ χαρεῖσα σφόδρα ὑπὸ ἐκλύσεως ὀλίγου διεφώνει. ὅτε δὲ αὐτὴν ἀνεκτησάμεθα, ἐκαθέσθη καὶ ἐν ἑαυτῇ γενομένη ἔφη· παρακαλῶ, τέκνα μου ποθεινὰ, εἴπατέ μοι τὰ μετὰ τὴν χαλεπὴν νύκτα ἐκείνην συμβάντα ὑμῖν.

Καὶ ὁ Νικήτης ἤρξατο λέγειν· τῆς αὐτῆς ἐκείνης νυκτὸς τοῦ πλοίου, ὡς οἶσθα, διαλυομένου ἡμᾶς ἄνδρες τινὲς ἐν τῷ βυθῷ λῃστεύειν μὴ φοβούμενοι ἀνείλοντο, καὶ ἐν σκάφει θέντες καὶ κώπαις ἐλαύνοντες ποτὲ μὲν παρὰ γὴν ἔφερον, ποτὲ δὲ καὶ τροφὰς μεταπεμπόμενοι εἰς τὴν Στράτωνος ἦγον Καισάρειαν. κἀκεῖ δακρύοντας ἡμᾶς λιμῷ, φόβῳ τε καὶ πληγαῖς ἐδειμάτουν, ὅπως μή τι προπετὲς λαλήσωμεν τῶν αὐτοῖς μὴ δοκούντων, ἔτι τε καὶ τὰ ὀνόματα ἡμῶν ἀλλάξαντες πωλῆσαι ἠδυνήθησαν. γυνὴ δέ τις Ἰουδαίοις προσήλυτος, ἀξιόλογος πάνυ, ὀνόματι Ἰούστα, ὠνησαμένη, ἡμᾶς τέκνων ἐφύλαττε τόπον καὶ πάσῃ ἑλληνικῇ παιδείᾳ μετὰ σπουδῆς ἐξεπαίδευσε. ἡμεῖς δὲ ἐφ’ ἡλικίας ἔμφρονες γενόμενοι καὶ τὴν θρησκείαν ἠγαπήσαμεν, καὶ τὰ τῆς παιδείας ἐφιλοπονήσαμεν, ὅπως πρὸς τὰ λοιπὰ ἔθνη διαλεγόμενοι ἐλέγχειν αὐτὰ περὶ πλάνης δυνώμεθα. ἀλλὰ καὶ τὰ φιλοσόφων ἠκριβώσαμεν, ἐξαιρέτως δὲ τὰ ἀθεώτατα, λέγω δὴ τὰ Ἐπικούρου καὶ Πύῤῥωνος, ἵνα μᾶλλον ἀνασκευάζειν δυνώμεθα.

Σίμωνι δέ τινι μάγῳ σχεδὸν σύντροφοι γενόμενοι φιλίας ὁδῷ ἀπατηθῆναι ἐκινδυνεύσαμεν. ὅμως ταῦτα, μῆτερ, ἐπὶ καιροῦ ἀκριβέστερον ἐκτεθήσεται. πλὴν μέλλουσιν ἡμῖν ἀπατᾶσθαι ὑπὸ τοῦ Σίμωνος ἑταῖρός τις τοῦ κυρίου ἡμῶν Πέτρου, Ζακχαῖοις λεγόμενος, προσηκάμενος ἐνουθέτησεν μὴ ἀπατηθῆναι τῷ μάγῳ, ἐπελθόντι δὲ τῷ Πέτρῳ προσήγαγεν, ὅπως ἡμᾶς πληροφορήσας πείσῃ περὶ τῶν τῇ θεοσεβείᾳ διαφερόντων. διὸ καὶ σὲ, μῆτερ εὐχόμεθα, ἵνα ὧν ἡμεῖς καταξιώθημεν ἀγαθῶν, τούτων καὶ σὺ μεταλάβῃς, ὅπως κοινῇ ἁλῶν καὶ τραπέζης μεταλαβεῖν δυνηθῶμεν. αὕτη οὖν ἐστιν ἡ αἰτία, δι’ ἣν ἐνόμιζες ἡμᾶς τεθνάναι, τὸ ἐν ἐκείνῃ τῇ χαλεπωτάτῃ νυκτὶ ὑπὸ περατῶν ἀρθῆναι ἐν πελάγει.

Ταῦτα τοῦ Φαυστίνου εἰπόντος ἡ μήτηρ ἡμῶν προσέπεσε τῷ Πέτρῳ δεομένη καὶ ἀξιοῦσα, ὅπως αὐτήν τε καὶ τὴν ξενοδόχον αὐτῆς μεταπεμψάμενος βαπτίσῃ, ἵνα, φησὶ, μηδεμία τις ἡμέρα ἄμοιρος γένηται, ἀφ’ ἧς τὰ ἐμαυτῆς ἀπέλαβον τέκνα, μὴ συνεστιαθεῖσα αὐτοῖς. ταῦτα οὖν καὶ ἡμῶν τῇ μητρὶ συμπαρακαλεσάντων ὁ Πέτρος ἔφη· τί νομίζετε, ἐγὼ μόνος ἄσπλαγχνός εἰμι, ὅτι μὴ βούλομαι ὑμᾶς συνεστιασθῆναι τῇ μητρὶ, βαπτίσας αὐτὴν σήμερον; ἀλλὰ κἂν μίαν ἡμέραν πρὸ τοῦ βαπτισθῆναι νηστεῦσαι αὐτὴν δεῖ, ἐπειδὴ ἁπλῶς τινὰ ἱπὲρ ἑαυτῆς ἐφθέγξατο ἡ μήτηρ, ἐπεὶ πολλῶν ἡμερῶν αὐτὴν ἀφελληνισθῆναι ἔδει.

Κἀγὼ ἔφην· εἰπὲ ἡμῖν, τίνα ἐφθέγξατο λόγον, ὃς τὴν πίστιν αὐτῆς ἐξέφανεν; καὶ ὁ Πέτρος ἔφη· ἡ ἀξίωσις αὐτῆς τοῦ συμβαπτισθῆναι αὐτὴν τῇ ξενοδόχῳ ἐυεργέτῃ. οὐκ ἂν δὲ τοῦτο τῇ ὑπ’ αὐτῆς ποθουμένῃ δοθῆναι παρεκάλει, εἰ μὴ πρότερον αὐτὴ διετέθη ὡς ἐπὶ μεγάλῃ τῇ βαπτίσματος δωρεᾷ. ὅθεν ἐγὼ πολλῶν καταγινώσκω, ὁπόταν βαπτισθέντες καὶ πιστεύειν λέγοντες μηδὲν ἄξιον πίστεως ποιῶσι, μηδὲ οὓς ἀγαπῶσι, λέγω δὴ γυναῖκας ἑαυτῶν, υἱοὺς, φίλους πρὸς τοῦτο προτρέπωνται. εἰ γὰρ πεπιστεύκασι ζωὴν αἰώνιον σὺν ἔργοις καλοῖς δωρεῖσθαι τὸν θεὸν, ἀνυπερθέτως, οὓς ἠγάπων, προετρέποντο βαπτισθῆναι. ἀλλ’ ἐρεῖ τις ὑμῶν· ἀγαπῶσιν αὐτοὺς καὶ φροντίζουσιν αὐτῶν. τοῦτο εὔηθές ἐστι. ἐπεὶ τί δήποτε νοσοῦντας ὁρῶντες ἢ ἀπαγομένους τὴν ἐπὶ θάνατον, ἢ ἄλλα τινὰ χαλεπὰ πάσχοντας, ὀδύρονται καὶ ἐλεοῦσι; οὕτως εἰ πεπιστεύκεισαν, αἰώνιον πῦρ μένειν ἐπὶ τοὺς τὸν θεὸν μὴ σέβοντας, οὐκ ἂν ἐπαύσαντο νουθετοῦντες ἢ καὶ ἀπειθοῦντας ὁρῶντες, ὡς περὶ ἀπίστων ὀδυνώμενοι, τὴν κατ’ αὐτῶν κόλασιν πεπληροφορημένοι. καὶ τὰ νῦν τὴν ξενοδόχον πέμψας ἀνακρινῶ, εἰ τὸν νόμον ἡμῶν ἀγαπᾶν αἱρεῖται, καὶ οὕτως ἀκολούθως ἃ δεῖ πράξομεν. ἡ δὲ μήτηρ ὑμῶν ἐπειδὴ πιστῶς διάκειται περὶ τοῦ βαπτίσματος, κἂν μίαν πρὸ τοῦ βαπτίσματος νηστευσάτω ἡμέραν.