Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
Γνώριμον ἔστω σοι, κύριέ μου, ὅτι ἐγὼ Κλήμης Ῥωμαίων πολίτης ὢν καὶ τὴν πρώτην ἡλικίαν σωφρόνως ζῆσαι δυνηθεὶς, τῆς ἐννοίας μου ἐκ παιδὸς ἀπασχολούσης τὴν ἐν ἐμοὶ ἐπιθυμίαν εἴς τε ἀθυμίας καὶ πόνους. συνῆν γάρ μοι λογισμὸς, οὐκ οἶδα πόθεν τὴν ἀρχὴν λαβὼν, περὶ θανάτου πυκνὰς ποιούμενος ὑπομνήσεις, ὅτι ἆρα θανὼν οὐκ εἰμὶ, καὶ οὐδὲ μνήμην τις ποιήσει μου ποτὲ, τοῦ ἀπείρου χρόνου πάντων τὰ πάντα εἰς λήθην φέροντος· ἔσομαι δὲ οὐκ ὢν, οὐκ ὄντας εἰδὼς, οὐ γινώσκων, οὐ γινωσκόμενος, οὐ γεγονὼς, οὐ γινόμενος; καὶ ἄρα πότε γέγονεν ὁ κόσμος, καὶ πρὸ τοῦ γενέσθαι τί ἄρα ἦν; εἰ γὰρ ἦν ἀεὶ, καὶ ἔσται· εἰ δὲ γέγονε, καὶ λυθήσεται· καὶ μετὰ λύσιν τί ἄρα ἔσται πάλιν, εἰ μὴ τάχα σιγὴ καὶ λήθη; ἢ καὶ τάχα ἔσται τι, ὃ νῦν νοῆσαι οὐ δυνατόν.
Ταῦτά τε καὶ τὰ τούτοις ὅμοια οὐκ οἶδα πόθεν ἀπαύστως ἐνθυμούμενος ὀδυνηρὰν εἶχον λύπην τοσοῦτον, ὡς ὠχριακότα με τήκεσθαι· καὶ τὸ δεινότατον, εἴ ποτε ἀπώσασθαι τὴν φροντίδα ὡς ἀνωφελῆ ἐβουλευσάμην, ἀκμαιότερόν μοι μᾶλλον τὸ πάθος ἐγίνετο. καὶ ἠχθόμην ἐπὶ τούτῳ, οὐκ εἰδὼς σύνοικον καλὴν ἔχων ἔννοιαν, ἀθανασίας ἀγαθῆς αἰτίαν μοι γενησομένην, ὡς ὕστερον τῇ πείρᾳ ἐπέγνων καὶ θεῷ τῷ πάντων δεσπότῃ εὐχαρίστησα. ὑπὸ γὰρ τῆς κατ’ ἀρχὰς θλιβούσης με ἐννοίας εἰς τὴν τῶν πραγμάτων ζήτησιν καὶ εὕρεσιν ἠναγκάσθην ἐλθεῖν· καὶ τότε ἐταλάνιζον, οὓς τὴν ἀρχὴν δι’ ἄγνοιαν μακαρίζειν ἐκινδύνευον.
Ἐκ παιδὸς οὖν ἡλικίας ἐν τοῖς τοιούτοις ὢν λογισμοῖς, χάριν τοῦ μαθεῖν τι βέβαιον εἰς τὰς τῶν φιλοσόφων ἐφοίτων διατριβάς. καὶ οὐθὲν
ἕτερον ἑώρων ἢ δογμάτων ἀνασκευὰς καὶ κατασκευὰς καὶ ἔρεις καὶ φιλονεiκίας καὶ συλλογισμῶν τέχνας καὶ λημμάτων ἐπινοίας. καί ποτε μὲν ἐπεκράτει, φέρε λέγειν, ὅτι ἀθάνατος ἡ ψυχὴ, ποτὲ δὲ ὅτι θνητή. ὁπότε οὖν ἐπεκράτει λόγος, ὅτι ἀθάνατος ἡ ψυχὴ, ἔχαιρον, ὁπότε δὲ ὅτι θνητὴ, ἐλυπούμην· πλεῖον δὲ ἠθύμουν, ὅτι οὐδ’ ὁποτέρων τις τὸν ἐμὸν βεβαιῶσαι νοῦν ἠδύνατο. πλὴν ἐνενόουν, ὅτι αἱ δόξαι τῶν ὑποθέσεων παρὰ τοὺς ἐκδικοῦντας ψευδεῖς ἢ ἀληθεῖς ὑπολαμβάνονται, καὶ οὐχ ὡς ἔχουσιν ἀληθείας φαίνονται. ἐπιστήσας οὖν ἤδη ποτὲ, ὅτι οὐ παρὰ τὰς ἐκδικουμένας ὑποθέσεις ἡ κατάληψις γίνεται, ἀλλὰ παρὰ τοὺς ἐκδικοῦντας αἱ δόξαι ἀποφαίνονται, ἔτι μᾶλλον εἰλιγγίων ἐν τοῖς πράγμασι. διὸ ἐκ τοῦ τῆς ψυχῆς βάθους ἐστέναζον. οὔτε γάρ τι βεβαιῶσαι οἷός τε ἤμην, οὔτε τὴν τῶν τοιούτων φροντίδα ἀποσείσασθαι ἠδυνάμην, καίπερ βουλόμενος, ὡς φθάσας εἶπον, ὅτι ἐμαυτῷ δὲ πυκνότερον ἡσυχάζειν ἐπιτάσσοντι, οὐκ οἶδ’ ὅπως λανθανόντως μεθ’ ἡδονῆς ὁ τῶν τοιούτων μοι εἰσήρχετο λογισμός.Καὶ πάλιν ἀπορούμενος ἔλεγον ἐμαυτῷ· τί ματαιοπονῶ σαφοῦς ὄντος τοῦ πράγματος; ὅτι εἰ μὲν θανὼν οὐκ εἰμὶ, νῦν ὄντα με λυπεῖσθαι οὐ προσῆκεν. διὸ τηρήσω τὸ λυπεῖσθαι εἰς τὴν τότε, ὅτε οὐκ ὢν οὐ λυπηθήσομαι. εἰ δ’ ἄρα εἰμὶ, τί νῦν ἐκ περισσοῦ μοι πρόσεστι τὸ λυπεῖσθαι; καὶ εὐθέως μετὰ τοῦτο ἕτερός με εἰσῄει λογισμός. ἔλεγον γάρ· μή τί γε τοῦ νῦν με λυποῦντος ἐκεῖ χεῖρον παθεῖν ἔχω, μὴ βεβιωκὼς εὐσεβῶς, καὶ παραδοθήσομαι κατ’ ἐνίων φιλοσόφων λόγους Πυριφλεγέθοντι καὶ Ταρτάρῳ, ὡς Σίσυφος ἢ Τιτυὸς ἢ Ἰξίων ἢ Τάνταλος, καὶ ἔσομαι ἐν ᾅδου τὸν αιῶνα κολαζόμενος; πάλιν τε ἀνθυπέφερον λέγων· ἢ ἀδήλου ὄντος τοῦ πράγματος ἀκινδυνότερόν ἐστι μᾶλλον εὐσεβῶς βιῶσαί με. καὶ πάλιν· πῶς δυνήσομαι τοῦ δικαίου χάριν εἰς ἄδηλον ἐλπίδα ἀφορῶν τῶν τοῦ σώματος κρατεῖν ἡδονῶν; ἀλλ’ οὐ δ’ ὅ,τι ποτέ ἐστι δίκαιον καὶ ἀρέσκον τῷ θεῷ πεπληροφόρημαι, οὔτε εἰ ἡ ψυχὴ ἀθάνατος ἢ θνητὴ γινώσκω· οὔτε τις λόγος βέβαιος εὑρί‐ σκεται, οὔτε τῶν τοιούτων λογισμῶν ἡσυχάζειν δύναμαι.
Τί οὖν χρὴ ποιεῖν ἢ τοῦτο; εἰς Αἴγυπτον πορεύσομαι, καὶ τοῖς τῶν ἀδύτων ἱεροφάνταις τε καὶ προφήταις φιλιωθήσομαι, καὶ μάγον ζητήσας καὶ εὑρὼν χρήμασι πολλοῖς πείσω, ὅπως ψυχῆς ἀναπομπὴν τὴν λεγομένην νεκρομαντίαν ποιήσῃ, ἐμοῦ ὡς περὶ πράγματός τινος πυνθανομένου. ἡ δὲ πεῦσις ἔσται περὶ τοῦ μαθεῖν, εἰ ἀθάνατος ἡ ψυχή. ἡ δὲ τῆς ψυχῆς ἀπόκρισις, ὅτι ἀθάνατός ἐστιν, οὐκ ἐκ τοῦ λαλῆσαι ἢ καὶ ἀκοῦσαι ἔσται μοι γνῶναι, ἀλλ’ ἐκ τοῦ ὀφθῆναι μόνον, ἵνα αὐτοῖς ὀφθαλμοῖς ἰδὼν αὐτὴν αὐτάρκη καὶ ἱκανὴν ἀπόφασιν ἔχω ἐκ τοῦ μόνον φανῆναι ὅτι ἔστι, καὶ οὐκέτι δυνήσεται τὰ τῶν ὀφθαλμῶν ἴδια τὰ τῆς ἀκοῆς ἀνατρέψαι ἄδηλα ῥήματα. ὅμως καὶ αὐτὴν ταύτην τὴν σκέψιν ἀντέβαλλόν τινι συνήθει φιλοσόφῳ, ὃς συνεβούλευέ μοι τοῦτο μὴ τολμῆσαι κατὰ πολλοὺς τρόπους. εἴτε γὰρ οὐκ εἰσακούσεται ἡ ψυχὴ τῷ μάγῳ, σὺ τοῖς ταῦτα ποιεῖν ἀπαγορεύουσι νόμοις ὡς ἀντιπράξας δυσσυνειδήτως βιώσεις· εἰ δὲ ἐπακούσεται, μετὰ τοῦ δυσσυνειδήτως σε βιοῦν οἶμαι τὰ τῆς εὐσεβείας σοι μηκέτι προχωρεῖν, οὗ εἵνεκεν
καὶ ἐτόλμησας. ἐχθραίνειν γὰρ τὸ θεῖον λέγουσιν ἐπὶ τοῖς τῇ λύσει τῶν θανόντων σωμάτων σκύλλουσι τὰς ψυχάς. ἐγὼ δὲ ταῦτα ἀκούσας ὀκνηρότερος μὲν πρὸς τὸ τοιοῦτον ἐγχειρῆσαι ἐγενόμην· τῆς δὲ ἀπ’ ἀρχῆς μου οὐκ ἐπαυσάμην βουλῆς, ἀλλ’ ὡς ἐμποδισθεὶς τῆς ὁρμῆς ἠθύμουν.