Pseudo‑Clementina (epitome altera auctore Symeone Metaphrasta) [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.

Τῇ μὲν οὖν ἐπιούσῃ ἐγὼ Κλήμης ἔτι τῆς νυκτὸς ἐχούσης διυπνισθεὶς καὶ μαθὼν τὸν Πέτρον ἐγρηγορότα καὶ τοῖς συνοῦσι περὶ θεοσεβείας διαλεγόμενον, οἵ ἦσαν ἑκκαίδεκα τὸν ἀριθμὸν, ὧν καὶ τὰ ὀνόματά εἰσι ταῦτα· Ζακχαῖος ὅ ποτε τελώνης, καὶ Σοφωνίας ὁ ἀδελφὸς αὐτοῦ, Ἰώσηφός τε καὶ ὁ τούτου σύντροφος Μιχαίας, προσέτι δὲ Θωμᾶς καὶ Ἐλιέζερος οἱ δίδυμοι, καὶ Ἐνέας ὁ ἱερεὺς, καὶ Λάζαρος ὁ ἱερεὺς, ὃν ἀνέστησεν ἐκ νεκρῶν τετραήμερον ὁ κύριος ἡμῶν Ἰησοὺς Χριστὸς, καὶ Ἐλισσαῖος, καὶ Βενιαμὶν ὁ τοῦ Σαφρᾶ, ὁμοίως γε Ῥούβιλος καὶ Ζαχαρίας οἱ οἰκοδόμοι, Ἀνανίας τε καὶ Ἀγγαίας οἱ ἀμμηνοὶ. ἔτι τε Νικήτης καὶ Ἀκύλας οἱ ἑταῖροι εἰσῆλθον κἀγὼ καὶ προσαγορεύσας ἐκαθέσθην ἐκείνου κελεύσαντος.

Ὁ δὲ τὸν προκείμενον ἐκκόψας λόγον, ὥσπερ ἀπολογούμενος ἐπληροφόρει, τίνος ἕνεκεν οὐκ ἀφύπνισέ με, ὅπως ἀκροατὴς τῶν αὐτοῦ γένωμαι λόγων, καὶ τούτου αἰτίαν τὸν ἐκ τοῦ πλοῦ σκυλμὸν ἐποιεῖτο· ἐκεῖνον γὰρ πεφθῆναί μοι θέλων ἡσυχάζειν ἀφῆκεν. ὁπότ’ ἂν γὰρ ἡ ψυχὴ, φησὶ, περὶ τὸ λεῖπον ἀσχολῆται τῷ σώματι, εἴτε τινὶ συμφορᾷ συνέχηται, οὐ μετὰ πολλῆς εἴωθε προσέχειν ἀκριβείας τοῖς λεγομένοις. τούτου δὲ ἕνεκεν οὐ βούλομαι διαλέγεσθαι τοῖς ἢ λύπῃ κατεχομένοις, ἢ ἀμέτρως ὀργιζομένοις, ἢ τὸ σῶμα πεπονηκόσιν, ἢ βιωτικαῖς φροντίσιν ἢ ἑτέρῳ πάθει τινὶ διενοχλουμένοις.

Καὶ μὴ λεγέτω τις, ὅτι οὐ χρὴ παραμυθίας καὶ νουθεσίας λόγους προσάγειν τοῖς φαῦλόν τι πράττουσι. φημὶ γὰρ, ὡς εἰ μὲν ἀνύει τις, προσφερέτω · εἰ δὲ μὴ, τῷ καιρῷ τέως παραχωρείτω. καιρὸς γὰρ ὡς Σολομῶντι δοκεῖ, παντὶ πράγματι. διὸ χρὴ τοὺς τὴν ψυχὴν ῥωννῦντας λόγους

πρὸ τῆς κακώσεως τοῖς ἀνθρώποις ἐπάγειν, ἵνα εἴ ποτέ τι φαῦλον ἐπέλθοι, προωπλισμένος ὁ νοῦς ὀρθῷ τῷ λογισμῷ δυνηθείη τὸ ἐπενεχθὲν ὑποστῆναι. κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ διδάσκοντος ἄνθρωπον γνῶσιν, παρὰ τούτου μόνου μαθεῖν ἔχεις, ὅτι μόνος οἶδεν ἀλήθειαν. τῶν γὰρ ἄλλων εἴ τις ἐπίσταταί τι, παρὰ τούτου ἢ τῶν τούτου μαθητῶν λαβὼν ἔχει.

Ἔστι τε αὐτοῦ τὸ βούλημα, ὅτι εἷς θεὸς ἐν τρισὶν ὑποστάσεσιν, οὗ κόσμος ἔργον ὁ πᾶς, ὃς δίκαιος ὢν πάντως ἑκάστῳ πρὸς τὰς πράξεις ἀποδώσει ποτέ. ἀνάγκη γὰρ πάσα, φύσει δίκαιον εἶναι λέγοντα τὸν θεὸν καὶ τὰς ἀνθρώπων ψυχὰς ἀθανάτους εἶναι πιστεύειν. ἐπεὶ ποῦ τὸ δίκαιον αὐτοῦ, ὅπου τινὲς εὐσεβῶς βιωτεύσαντες καὶ κακουχηθέντες βιαίως ἀνῃρέθησαν. ἔνιοι δὲ ἀσεβεῖς παρὰ πολὺ γεγενημένοι, ἐν πολυτελείᾳ βίου τρυφήσαντες τὸν κοινὸν ἀνθρώπων θάνατον ἐτελεύτησαν; ἐπεὶ οὖν χωρὶς ἁπάσης ἀντιλογίας ὁ θεὸς ἀγαθὸς ὢν δίκαιος ἐστιν, οὐκ ἄλλως δὲ δίκαιος εἶναι γνωσθήσεται, ἐὰν μὴ ἡ ψυχὴ μετὰ τὸν χωρισμὸν τοῦ σώματος ἀθάνατος ᾖ, ἵνα μετὰ τὸ ἀπολαβεῖν τὸ ἴδιον σῶμα ἐν τῇ ἀναστάσει. ὁ μὲν κακός ὡς ἐνταῦθα τὰ ἀγαθὰ ἀπολαβὼν, ἐκεῖ περὶ ὧν ἥμαρτε κολασθῇ· ὁ δὲ ἀγαθὸς ἐνταῦθα περὶ ὧν ἥμαρτε κολασθεὶς, ἐκεῖ ὡς ἐν κόλποις δικαίων ἐστὶν, ὅτι καὶ κρίσις γίνεται, καὶ αἱ ψυχαὶ ἀθάνατοι τυγχάνουσιν. εἰ δέ τις, ὡς τῷ Σαμαρεῖ δοκεῖ Σίμωνι, καὶ οὐχ ὡς ὁ τῆς ἀληθείας βούλεται λόγος, τὸ δίκαιον εἶναι μὴ θέλοι δοῦναι θεῷ, τίνι ἔτι τοῦτό τις δοῦναι δύναται;

Ταῦτα ἀκούσας ἐγὼ Κλήμης καὶ τίς ἄρα τυγχάνει, ἔφην, οὗτος ὃν λέγεις Σίμωνα Σαμαρείτην, μαθεῖν ἤθελον, ὁ δὲ Πέτρος εἰ θέλεις μαθεῖν, ἔφη, πὰρ στί σοι τοῦτο γνῶναι, παρ’ ὧν κἀγὼ πάντα τὰ κατ’ αὐτὸν ἐπυθόμην. καὶ μεταπεμψάμενος ἐκέλευσεν, Ἀκύλαν τε καὶ Νικήτην πάντα μοι ἀκριβῶς τὰ κατὰ τὸν Σίμωνα διηγήσασθαι. οἱ δὲ τὸν θεὸν μαρτυράμενοι, μηδὲν παρεκκλῖναι τῆς ἀληθείας, οὕτω τὰ κατ’ αὐτὸν ἐξετίθεντο. καὶ πρῶτος Ἀκύλας ἤρξατο λέγειν οὕτως· ἄκουσον, ὦ φίλτατε ἀδέλφὲ, ὅπως καὶ αὐτὸς ἀκριβῶς πάντα τὰ κατὰ τὸν ἄνδρα εἰδῇς, τίνος τε ὢν καὶ τίς καὶ πόθεν, καὶ τίνα ἐστὶν ἃ πράττει, καὶ ὅπως καὶ διὰ τί.

Σίμων οὗτος πατρὀς μέν ἐστιν Ἀντωνίου, μητρὸς δὲ Ῥαχὴλ Σαμαρεὺς τὸ γένος ἀπὸ Γιτθῶν τῆς κώμης, οὐ μεῖον ἢ σχοίνους ἔξ τῆς Σαμαρέων πόλεως ἀπεχούσης. οὗτος ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἴγυπτον ἑλληνικῇ τε παιδείᾳ πάνυ ἑαυτὸν ἐξασκήσας καὶ τῇ μάγῳ τέχνῃ πολλὰ δυνηθεὶς καὶ εἰς ἀπόνοιαν ἐπαρθεὶς θέλει νομίζεσθαί τις εἶναι δύναμις ἀνωτάτω, καὶ αὐτοῦ τὸν κόσμον πάντα παραγαγόντος θεοῦ. ἐνίοτε δὲ καὶ Χριστὸν ἑαυτὸν αἰνιττόμενος προσαγορεύει. καὶ ταύτῃ δὴ τῇ προσηγορίᾳ

κέχρηται ὡς δὴ συστησόμενός τε ἀεὶ καὶ φθορὰς αἰτίαν, ὥστε τὸ σῶμα πεσεῖν, οὐκ ἔχων. καὶ οὔτε θεὸν τὸν κτίσαντα τὸν κόσμον, ἀνώτατον λέγει εἶναι, οὔτε νεκροὺς ἐγερθήσεσθαι πιστεύει ποτέ. τὴν Ἱερουσαλὴμ ἀρνεῖται, τὸ Γαριζεὶν ὄρος ἀντεισφέρει. ἀντὶ τοῦ ὄντως Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἑαυτὸν ἀναγορεύει. τὰ δὲ τοῦ νόμου ἰδίᾳ προσλήψει ἀλληγορεῖ. καὶ κρίσιν ἔσεσθαι μὲν λέγει, οὐ προσδοκᾷ δέ.

Τὸ δὲ παρεισελθεῖν αὐτὸν εἰς τὸν τῆς θεοσεβείας λόγον γέγονεν οὕτως. Ἰωάννης τις ἐγένετο ἡμεροβαπτιστὴς, καὶ ὥσπερ τῷ κυρίῳ γεγόνασι δώδεκα μαθηταὶ τὸν τοῦ ἡλίου δωδεκάμηνον φέροντες ἀριθμὸν, οὕτω καὶ αὐτῷ ἔξαρχοι γεγόνασιν ἄνδρες τριάκοντα τὸν μηνιαῖον τῆς σελήνης λόγον ἀποπληροῦντες, ἐν οἷς καὶ μία τις ἦν γυνὴ καλουμένη Ἑλένη, ἵνα μηδὲ τοῦτο ἀνοικονόμητον ᾖ. ἥμισυ γὰρ ἀνδρὸς οὖσα ἡ γυνὴ ἀτελῆ τὸν τῆς τριακοντάδος τίθησιν ἀριθμὸν, ὥσπερ ἄρα καὶ τῆς σελήνης, ἧς ἡ πορεία τοῦ μηνὸς οὐ τέλειον ποιεῖται τὸν δρόμον. τούτων δὲ τῶν τριάκοντα τῷ Ἰωάννῃ πρῶτος καὶ δοκιμώτατος ἦν ὁ Σίμων.

Μετὰ δὲ τὴν τελευτὴν Ἰωάννου τὴν Ἑλένην ὁ Σίμων παραλαβὼν περιέρχεται τοὺς ὄχλους ἀναστατῶν, αὐτήν τε τὴν Ἑλένην λέγων ἀπὸ τῶν ἀνωτάτω οὐρανῶν κατενεχθῆναι τῷ κόσμῳ, ἧς ἕνεκεν Ἕλληνές τε, φησὶ, καὶ Βάρβαροι ἐμαχέσαντο εἰκόνα ἀληθείας, καὶ πολλὰ τερατώδη θαυμάσια ποιῶν, ὡς εἰ μὴ ἥδειμεν, ὅτι μαγείᾳ ταῦτα ποιεῖ, ἠπατήθημεν ἄν καὶ αὐτοί. νῦν δὲ ὅτε πολυμανὴς ἀπατᾶν ἠθελε καὶ τοὺς ἐν θεοσεβείᾳ, ἀπέστημεν ἀπ’ αὐτοῦ. καὶ γὰρ μιαιφονεῖν ἤρξατο, ὡς αὐτὸς ἔτι φίλοις οὖσιν ἡμῖν οἷα φίλος ἐξέφανεν, ὅτι παιδίου ψυχὴν τοῦ ἰδίου σώματος χωρίσας ἀποῤῥήτοις ὅρκοις τισὶ, συνεργὸν πρὸς τὴν τῶν αὐτῷ δοκούντων φαντασίαν, τὸν παῖδα διαγράψας ἐπὶ εἰκόνος ἔν τινι ἐνδοτέρῳ οἴκῳ, καθ’ ὅν αὐτὸς ὑπνο, ἀνατεθειμένην, ἔχει. διὸ ἀσέβειαν αὐτοῦ καταγνόντες ἀπέστημεν ἀπ’ αὐτοῦ.

Ταῦτα τοῦ Ἀκύλα εἰπόντος ὁ ἀδελφὸς αὐτοῦ Νικήτης ἀναγκαῖον, ἀδελφὲ Κλήμη, ἔφη, τὰ παραλειφθέντα τῷ Ἀκύλᾳ ἐμὲ ὑπομνῆσαι. πρῶτον μὲν γὰρ ὁ θεὸς μάρτυς, ὡς οὐδὲν αὐτῷ ἡμεῖς συνειργασάμεθα ἀσεβὲς, ἀλλ’ ὅτι αὐτοῦ πράσσοντος ἱστορήσαμεν. καὶ μέχρις ὅτε ἀβλαβῆ ποιῶν ἐπεδείκνυτο, ἐτερπόμεθα· ὅτε δὲ τὰ μαγείᾳ τινὶ γινόμενα· θεότητι ποιεῖν πρὸς ἀπάτην θεοσεβῶν ἔλεγεν, οὐκ ἔτι αὐτοῦ ἠνεσχόμεθα, καίτοι πολλὰ ἡμῖν ἐπαγγελλομένου· πρῶτον μὲν ναὸν καὶ ἀνδριάντας ἡμῶν κατασκευασθῆναι, καὶ θεοὺς νομισθῆναι, καὶ ὑπὸ ὄχλων προσκυνηθῆναι, καὶ ὑπὸ βασιλέων δοξασθῆναι, καὶ δημοσίων τιμῶν καταξιωθῆναι, καὶ χρήμασιν ἀπεριορίστοις πλουτῆσαι.

Ταῦτά τε καὶ τὰ τούτοις μείζονα νομιζόμενα ἡμῖν ὑπέσχέτο, μόνον ἵνα συνόντες αὐτῷ τὸ τῆς ἐγχειρήσεως κακὸν σιωπῶμεν, ὅπως αὐτῷ τὰ τῆς ἀπάτης προκόπτῃ. καὶ ὅμως οὐ συνεθέμεθα, ἀλλὰ καὶ αὐτὸν τῆς τοιαύτης ἀπονοίας παύσασθαι συνεβουλεύσαμεν λέγοντες αὐτῷ· παῦσαι τῆς τοιαύτης τόλμης· θεὸς εἶναι οὐ δύνασαι· φοβήθητι τὸν ὄντως θεόν.

γνῶθι, ὅτι ἄνθρωπος εἶ, καὶ ὅτι σοῦ μικρὸς ἐστιν ὁ τῆς ζωῆς χρόνος. κἂν μέγα πλουτήσῃς ἢ καὶ βασιλεύσῃς, τῷ μικρῷ σου χρόνῳ τῆς ζωῆς ὀλίγα τυγχάνει πρὸς ἀπόλαυσιν. καὶ ἀσεβῶς ζήσαντα αἰωνία κόλασις περιμένει. διὸ φοβεῖσθαι τὸν θεὸν συμβουλεύομεν , ὑφ’ οὗ κριθῆναι ἔχει ἡ ἑκάστου ψυχὴ, περὶ ὧν ἔπραξεν ἐνταῦθα.

Ὁ δὲ ταῦτα ἀκούσας ἐγέλασεν. ἡμῶν δὲ εἰπόντων· τί τῶν τά σοι συμφέροντα συμβουλευόντων καταγελᾷς; ἐκεῖνος γελῶ ὑμῶν, ἔφη, τὴν πληττόμεθα τίνι λόγῳ καὶ σεαυτὸν ἀπατᾷς. λέγε οὖν ἡμῖν, ὦ Σίμων· εἰ καὶ τῶν ἄλλων οὐδεὶς πεπληροφόρηται ἀθάνατον εἶναι τὴν ψυχὴν, ἀλλ’ οὖν γε σὺ καὶ ἡμεῖς· σὺ μὲν, ὤν ἀνθρωπείου σώματος χωρίσας αὐτὴν καὶ προσομιλήσας καὶ ἐπιτάξας· ἡμεῖς δὲ, ὡς συμπαρόντες καὶ τὴν ἐπιταγὴν ἀκούσαντες, καὶ τὸ κελευθὲν ἐναργῶς ἱστορήσαντες. καὶ ὁ Σίμων ἐγὼ μὲν οἶδα, τί λέγετε· ὑμεῖς δὲ οὐκ οἴδατε, περὶ τίνος διαλέγεσθε. καὶ ἐγὼ Νικήτης ἔφην· ἐπεὶ οἶδας, λέγε· εἰ δὲ μὴ οἶδας, μὴ δόκει ἡμᾶς τῷ λέγειν σὲ μὲν εἰδέναι, ἡμᾶς δὲ μὴ, ἀπατᾶσθαι δύνασθαι. οὐ γὰρ ἐσμὲν οὕτω νήπιοι, ἵνα πανοῦργον ἐνσπείρῃς ἡμῖν ὑποψίαν, καὶ τῷ νομίζειν σέ τι τῶν ἀποῤῥήτων εἰδέναι ὑποχειρίους λάβῃς.

Καὶ ὁ Σίμων ἔφη· ὅτι μὲν ἐχώρισα ψυχὴν ἀνθρωπείου σώ ματος, οἶδα ὑμᾶς εἰδότας· ὅτι δὲ οὐχ ἡ τοῦ τεθνεῶτος ψυχὴ ὑπουργεῖ, ἀλλὰ δαίμων τις ὑποκρινόμενος εἶναι ψυχὴ, οἶδα ὑμᾶς ἀγνοοῦντας. καὶ ἐγὼ Νικήτης ἔφην· πολλὰ ἐν τῷ βίῳ ἠκούσαμεν ἄπιστα· τοῦ δὲ τοιούτου λόγου ἀνοητότερον οὐ προσεδοκήσαμεν ἀκοῦσαί ποτε. εἰ γὰρ δαίμων ὑποκρίνεται ἡ τοῦ τεθνεῶτος εἶναι ψυχὴ, τίς ἄρα τῆς ψυχῆς χρεία τοῦ χωρισθῆναι τοῦ σώματος; οὐκ αὐτοὶ δὲ παρόντες ἠκούσαμέν σου τοῦ σκήνους τὴν ψυχὴν θεὶς ὑπακούει; οὐκ ἄρα δὲ καὶ αὐτὸς ἐξεταζόμενός ποτε πρὸς ἡμῶν, τίνος χάριν ἐνίοτε καὶ παύονται αἱ προσεδρεῖαι, εἴρηκας ὅτι ψυχὴ πληρώσασα τὸν ὑπὲρ γῆς χρόνον, ὃν ἔμελλεν ἐν σώματι διατελεῖν, εἰς ᾃδην πορεύεται, προσετίθεις δὲ λέγων, ὅτι τῶν ἰδίῳ θανάτῳ τελευτησάντων αἱ ψυχαὶ, ἐπειδὴ πρὸς ᾃδην αὐτόθι χωρήσασαι φρουροῦνται, οὐκ εὐκόπως ἐλθεῖν ἀφίενται;

Ταῦτα τοῦ Νικήτου εἰπόντος Ἀκύλας αὐτὸς πάλιν ἔφῃ· ἐβουλόμην παρὰ σοῦ τοῦτο μόνον μαθεῖν, Σίμων, εἴτε ψυχὴ, εἴτε δαίμων ἐστὶ τὸ ὁρκιζόμενον, τί δὲ καὶ φοβούμενον οὐ παραπέμπεται τοὺς ὅρκους; καὶ ὁ Σίμων, κόλασιν, φησὶ, παρακούσασα οἶδε μέλλειν παθεῖν. καὶ ὁ Ἀκύλας οὐκοῦν εἰ ὁρκιζομένη ψυχὴ ἔρχεται, καὶ κρίσις ἄρα γίνεται. εἰ οὖν αἱ ψυχαὶ ἀθάνατοι, πάντως ἐστὶ καὶ κρίσις. ὥστε εἰ καὶ τοὺς ἐπὶ κακῇ πράξει ὁρκισθέντας, εἶτα καὶ παρακούσαντας καταδικασθῆναι φῂς, πῶς οὐ πεφόβησαι σὺ τούτους καταναγκάζειν, τῶν ἀναγκαζομένων ἐπὶ παρακοῇ κολαζομένων;

τὸ γὰρ ἤδη σε μὴ παθεῖν, ἐφ’ οἷς ἔδρασας, οὐ θαῦμα, ἐπεὶ μήπω κρίσις ἐστὶν, ἵνα σὺ μὲν ὑπὸ συγγνώμην γένηται, ὡς τῆς κακῆς πράξεως τὸν ὅρκον προτιμῆσαν. ὁ δὲ τούτων ἀκούσας ὠργίσθη θάνατον, εἰ μὴ σιωπῶμεν, ἡμῖν ἀπειλήσας.

Ταῦτα τοῦ Ἀκύλα εἰπόντος ἐγὼ Κλήμης ἐπυθόμην, τί δ’ ἄρα ἐστὶν, ἃ ποιεῖ θαυμάσια. οἱ δὲ ἀνδριάντας, εἶπον, ποιεῖ περιπατεῖν, καὶ κυλιόμενος ἐπὶ πῦρ οὐ καίεται, ἐνίοτε δὲ καὶ πέταται, καὶ ἐκ λίθων ἄρτους ποιεῖ, ὄφις γίνεται, εἰς αἶγα μεταμορφοῦται, διπρόσωπος γίνεται, εἰς χρυσὸν μεταβάλλεται, θύρας κεκλεισμένας ἀνοίγει, σίδηρον λύει, εἴδωλα παντοδαπῶν ἰδεῶν παρίστησι, τὰ ἐν οἰκίᾳ σκεύη ὡς αὐτόματα φερόμενα πρὸς ὑπηρεσίαν ὁρᾶσθαι ποεῖ, τῶν φερόντων οὐ βλεπομένων. ταῦτα λεγόντων αὐτῶν ἀκούων ἐθαύμαζον· ἐμαρτύρουν δὲ τὰ τοιαῦτα αὐτοὶ παρόντες ἱστορηκέναι.

Τούτων οὕτω ῥηθέντων ἧκε Ζακχαῖος τοιαῦτα τῷ Πέτρῳ διασαφῶν· ἤδη λοιπὸν, ὦ Πέτρε, καρὸς πρὸς τὸ ἐκβάντα σε διαλεχθῆναι τοῖς συνελθοῦσι. πολὺς γὰρ ἐπὶ τῆς αὐλῆς συναθροισθεὶς οὗ ἐν μέσῳ καθάπερ τις πολέμαρχος. ὑπ’ αὐτῶν δορυφορούμενος ἕστηκε Σίμων. ὁ δὲ Πέτρος ταῦτα ἀκούσας, εὐχῆς χάριν ὑποχωρῆσαί μοι κελεύσας μικρὸν μήπω τὸ σωτήριον βάπτισμα δεξαμένῳ, ἔφη, εὐξώμεθα, ἵνα θεὸς τοῖς ἀνεκλείπτοις αὐτοῦ οἰκτιρμοῖς συνεργήσῃ μοι ὁρμῶντι πρὸς σωτηρίαν τῶν ὑπ’ αὐτοῦ κτισθέντων ἀνθρώπων. καὶ τοῦτο εἰπὼν, εὐξάμενος ἐξῄει εἰς τὸν ὓπαιθρον τῆς αῦλῆς τόπον μέγαν ὄντα, ἔνθα συνεληλυθότες ἦσαν πολλοὶ, ἵν’ ἀκουσταὶ γένωνται τῶν λεχθησομένων. στὰς οὖν καὶ ἰδὼν μετὰ πάσης ἡσυχίας τὸν πάντα λαὸν εἰς αὐτὸν ἀτενίζοντα, Σίμωνα δὲ τὸν μάγον εἰς μέσον ἑστῶτα, τοῦ λέγειν ἤρξατο οὕτως·

Εἰρήνη εἴη πᾶσιν ὑμῖν τοῖς ἑτοίμως ἔχουσι δεξιὰς διδόναι τῇ τοῦ θεοῦ ἀληθείᾳ, ἣν αὐτοῦ μεγάλην τε καὶ ἀσύγκριτον ἐν τῷ νῦν κόσμῳ ὑπάρχουσαν δωρεὰν ὁ ἀποστείλας ἡμᾶς κύριος Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ ζῶντος θεοῦ, ταύτην ἡμῖν ἐνετείλατο τὴν προσηγορίαν πρὸ τῶν τῆς διδασκαλίας λόγων ὑμῖν ἐπιφθέγγεσθαι, ἵνα ἐὰν ᾖ τις ἐν ὑμῖν εἰρήνης τέκνον, διὰ τῆς διδασκαλίας ἡμῶν καταλάβῃ αὐτὸν ἡ εἰρήνη· εἰ δὲ ταύτην λαβεῖν ὑμῶν τις μὴ θέλοι, τότε καὶ ἡμεῖς ἀποτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν εἰς μαρτύριον εἰς ἑτέρων ἀπίωμεν οἰκίας καὶ πόλεις. καὶ ἀληθῶς ὑμῖν λέγομεν, ἀνεκτότερον ἔσται γῆ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρί- σεως ἢ τῷ τῇς ἀπειθείας τόπῳ ἐνδιατρίβειν· πρῶτον μὲν, ὅτι ἀφ’ ἑαυτῶν οὐχ οἷοί τε γεγόνατε τὴν ἀλήθειαν ἐπιγνῶναι· δεύτερον, ὅτι τὰ καθ’ ἡμᾶς ἀκούσαντες οὐκ ἤλθετε μέχρις ἡμῶν· τρίτον, ὅτι καὶ ἐλθοῦσιν ἡμῖν ἠπειθήσατε. διὸ φειδόμενοι ὑμῶν προῖκα εὐχόμεθα τὴν εἰρήνην ἡμῶν ἐλθεῖν ἐφ’ ὑμᾶς. εἰ οὖν ταύτην ἔχειν ἐθέλετε, δεῖ ὑμᾶς προθύμως τοὺς περὶ τῆς εὐσεβείας δέξασθαι λόγους, καὶ τὴν θεῷ ἀρέσκουσαν πολιτείαν ἐπανελέσθαι, ἵν’ εὐσεβῶς καὶ δικαίως ζήσαντες τῶν αἰωνίων ἀγαθῶν γένησθε κληρονόμοι.

Καὶ τοῦ Πέτρου ταῦτα εἰπόντος, καὶ περὶ τῶν ἔργων τοῦ θεοῦ διδάξαντος, καὶ πόσα παρὰ τοῦ θεοῦ τῷ ἀνθρώπῳ τὰ ἀγαθὰ ἐδωρήθη, καὶ παραινέσαντος πολλὰ περὶ μοναρχίας, ὁ Σίμων ἔξω τοῦ ὄχλου βοῇ μεγάλῃ ἔφη· τί ψευδόμενος ἀπατᾶν θέλεις τὸν παρεστῶτά σοι ἰδιώτην ὄχλον πείθων αὐτοὺς, θεοὺς μήτε ὀνομάζειν, μήτε λέγειν ἐξὸν εἶναι, τῶν παρὰ Ἰουδαίοις δημοσίων βίβλων πολλοὺς θεοὺς εἶναι λεγουσῶν; καὶ νῦν δὲ μετὰ πάντων ἀπ’ αὐτῶν σοι τῶν βιβλίων περὶ τοῦ δεῖν θεοὺς νομίζειν συζητῆσαι βούλομαι, πρότερον περὶ οὗ ἔφης θεοῦ δείξας μὴ αὐτὸν εἶναι τὴν ἀνωτάτω καὶ πάντα δυναμένην πρόνοιαν, καθ’ ὃ ἀπρόγνωστός ἐστιν, ἀτελὴς, ἐνδεὴς, καὶ ὅλως οὐκ ἀγαθός. ἀμέλει καὶ τούτου δειχθέντος ἀπὸ τῶν γραφῶν, ὡς ἐγὼ λέγω, ἕτερος ἀγράφως περιλείπεται εἶναι θεὸς, προγνωστικὸς, τέλειος, ἀνενδεὴς, ἀγαθὸς, πάντων ἀπηλλαγμένος κακῶν· ὃν δὲ σὺ φῂς δημιουργὸν, τοῖς ἐναντίοις ἀντικείμενος τυγχάνει.

Αὐτίκα γοῦν ὁ καθ’ ὁμοίωσιν τυφλὸς κτίζεται καὶ γνῶσιν ἀγαθοῦ τυχὸν ἢ κακοῦ μὴ ἔχων γνωρίζεται, ἐφ’ ᾧ καὶ παραβάτης εὑρίσκεται, καὶ τοῦ παραδείσου ἐκβάλλεται, καὶ θανάτῳ τιμωρεῖται. ὁμοίως τε καὶ ὁ πλάσας αὐτὸν, ἐπεὶ μὴ τὰ πάντα ὁρᾶ, ἐπὶ τῇ Σοδόμων καταστροφῇ δεῦτε, λέγει, καὶ καταβάντες ἴδωμεν, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μὴ ἵνα γνῶ· καὶ ἀγνοοῦντα ἑαυτὸν δείκνυσι. τῷ δὲ εἰπεῖν περὶ τοῦ Ἀδάμ· ἐκβάλωμεν αὐτὸν, μή πως ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ, καὶ ζήσει εἰς τὸν αἰῶνα· καὶ φθονεῖ. καὶ τῷ γεγράφθαι, ὅτι ἐνεθυμήθη ὁ θεὸς, ὅτι ἐποίησε τὸν ἄνθρωπον· καὶ μετανοεῖ καὶ ἀγνοεῖ. τὸ γὰρ ἐνεθυμήθη, σκέψις ἐστὶν, ᾗ τις δι’ ἄγνοιαν, ὧν βούλεται, τὸ τέλος ἀκριβῶσαι θέλει· ἢ ἐπὶ τῷ παρὰ γνώμην ἀποβάντι μεταμελουμένου. καὶ τὸ γεγράφθαι, καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας, ἐνδεοῦς ἐστὶ, καὶ τὸ ἐπὶ κνίσῃ σαρκῶν ἡσθῆναι, οὐκ ἀγαθοῦ. τὸ δὲ πειράζειν ὡς γέγραπται, καὶ ἐπείραζε κύριος τὸν Ἀβραὰμ, κακοῦ καὶ τὸ τέλος τῆς ὑπομονῆς ἀγνοοῦντος.

Ὅμως ὁ Σίμων πολλὰ τῆς γραφῆς κακῶς ἐκλαμβάνων δεικνύειν ἔσπευδε παντὶ πάθει τοῖς ἀνθρώποις ὁμοίως τὸν θεὸν ὑποκείμενον. καὶ ὁ Πέτρος εἰ μηδὲν ἀγαπᾷ, φησὶν, ὁ κακὸς καὶ πάνυ μοχθηρὸς, ἐφ’ οἷς ἁμαρτάνει, ἑαυτὸν ἐλέγχειν, ἀπόκριναί μοι. καὶ ὁ Σίμων οὐκ ἀγαπᾷ, ἔφη. καὶ ὁ Πέτρος· πῶς οὖν κακὸς καὶ μοχθηρὸς εἶναι δύναται ὁ θεὸς, εἴ περ αὐτοῦ θελήματι τὰ κατ’ αὐτοῦ δεινὰ δημοσίᾳ γραφέντα προετέθη; καὶ ὁ Σίμων· ἐνδέχεται μὴ κατὰ προαίρεσιν αὐτοῦ ὑφ’ ἑτέρας δυνάμεως τὸν κατ’ αὐτοῦ γραφῆναι ἔλεγχον. καὶ ὁ Πέτρος ἔφη· πρῶτον οὖν τοῦτο ζητήσωμεν. εἰ μὲν ὑπὸ τῆς ἑαυτοῦ βουλῆς ἑαυτὸν ἤλεγξεν, ὡς φθάσας σὺ πρότερον ὡμολόγησας, μοχθηρὸς οὐκ ἔστιν· εἰ δὲ καὶ ὑφ’ ἑτέρας δυνάμεως, ζητητέον καὶ παντὶ σθένει ἐξεταστέον, μή τις αὐτὸν μόνον ἀγαθὸν ὄντα ἐπὶ πᾶσι τοῖς κακοῖς ὑπέλαβε.

-

Καὶ ὁ Σίμων· πρόδηλος εἶ φεύγων ἀπὸ τῶν γραφῶν ἀκοῦσαι τὸν κατὰ τοῦ θεοῦ σου ἔλεγχον. καὶ ὁ Πέτρος· αὐτός μοι φαίνῃ τοῦτο ποιῶν. ὁ γὰρ τάξιν ζητήσεως φεύγων ἐξέτασιν ἀληθῆ γενέσθαι οὐ βούλεται. ὅθεν ἐγὼ τῇ τάξει χρώμενος καὶ βουλόμενος πρῶτον τὸν συγγραφέα νοηθῆναι πρόδηλός εἰμι τὴν εὐθεῖαν ὁδεύειν θέλων. καὶ ὁ Σίμων· ὁμολόγησον πρῶτον, εἴ γε τὰ κατὰ τοῦ δημιουργοῦ γεγραμμένα ἀληθῆ ἐστι, καὶ οὐκ ἔστιν ὁ τῶν ὅλων ἀνώτερος κατὰ τὰς γραφὰς πάσῃ ὑποκείμενος μοχθηρίᾳ, καὶ ὕστερον ζητήσομεν τὸν συγγράψαντα. καὶ ὁ Πέτρος· ἵνα μὴ δόξω, ἀποκρίνομαι. ἐγώ φημι, ὅτι τὰ δοκοῦντά σοι ταῦτα κατὰ θεοῦ γεγράφθαι ἀληθῆ μέν ἐστιν, ἀλλὰ καὶ οὕτως οὔπω τὸν θεὸν δείκνυσι μοχθηρόν. καὶ ὁ Σίμων πῶς οὖν, ἔφη, τοῦτο συστῆσαι δύνασαι;