Epistulae de virginitate [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: H. Laupp, 1913.

IX. Ὁ γὰρ πνεῦμα θεοῦ ἔχων πνεύματι θεοῦ στοιχεῖ καὶ πνεύματι θεοῦ τὰς πράξεις τοῦ σώματος θανατοῖ καὶ ζῇ τῷ θεῷ, ὑποπιάζων καὶ δουλαγωγῶν τὴν σάρκα.

2. ἐν γὰρ τῷ ἀνθρώπῳ τοῦ θεοῦ οὐκ ἔστιν φρόνημα σαρκικόν,

ἀλλὰ πάντες οἱ καρποὶ τοῦ πνεύματος οἱ σωτήριοι, ἐν οἷς οἰκεῖ ὁ θεὸς καὶ ἐμπεριπατεῖ.

3. ἐν οἷς φαίνονται ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες ὡς ἀληθῶς καὶ καύχημα καὶ δόξα τῆς εὐσεβείας ὑπάρχοντες.

4. . . ἵνα πᾶς ὁ ὁρῶν ὑμᾶς ἐπιγνώσηται, ὅτι σπέρμα εὐλογημένον ἐστὲ ὑπὸ κυρίου, ἀληθῶς σπέρμα ἔντιμον, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν θεοῦ, κληρονόμοι ἀφθάρτων καὶ ἀμαράντων ἐπαγγελιῶν, ὧν ὀφθαλμὸς οὐκ ἴδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπων οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν καὶ φυλάττουσιν τὰς ἐντολὰς αὐτοῦ.