Epistulae de virginitate [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: H. Laupp, 1913.

4.ὅτι δὲ ὁ θερισμὸς πολὺς καὶ οἱ ἐργάται ὀλίγοι, δῆλον ὅτι ἐν τοῖς καιροῖς ἡμῶν λιμός ἐστιν τοῦ ἀκοῦσαι λόγον κυρίου. διὸ δεηθῶμεν τοῦ κυρίου

τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ, ἀλλ’ ἐργάτας τοιούτους· ὀρθοτομοῦντας τὸν λόγον τῆς ἀληθείας, ἀνεπαισχύντους, ἀνεπιλήπτους, ἐργάτας πιστούς, φ στῆρας τῆς οἰκουμένης, ἐργαζομένους μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον · ἐργάτας τοιούτους ὡς οἱ ἀπόστολοι, . . ἐργαζομένους τὴν σωτηρίαν τῶν ἀνθρώπων.