Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Ὄνπερ γὰρ τρόπον Καίσαρος χιλιάρχῳ οἱ ὑποκείμενοι στρατιῶται διὰ τὴν τοῦ δεδωκότος ἐξουσίαν τὸν εἰληφότα οἴδασιν τιμᾶν, τοσοῦτον ὥστ᾽ ἂν τοὺς ἐφεστῶτας λέγειν τούτῳ, ἐλθέ, καὶ ἔρχεται, καὶ ἄλλῳ, πορεύου, καὶ πορεύεται, οὕτως καὶ ὁ Θεῷ ἑαυτὸν ἀποδοὺς, πιστὸς ὢν, δαίμοσίν τε καὶ πάθεσιν μόνον λέγων ἀκούεται, καὶ ὑποχωροῦσιν δαίμονες, πολὺ ἰσχυρότεροι ὄντες τῶν κελευόντων. ἀφράστῳ γὰρ δυνάμει τὸν ἑκάστου νοῦν ὁ Θεὸς ὑποτάσσει ᾧ βούλεται. ὡς γὰρ τὸν Καίσαρα πεφόβηνται ὄντα ἄνθρωπον πολλοὶ ἡγεμόνες μετὰ πασῶν τῶν παρεμβολῶν καὶ πόλεων, τῆς ἑκάστου καρδίας τῶν ὅλων εἰκόνα προτιμᾶν σπευδούσης· Θεοῦ γὰρ βουλῇ τὰ πάντα δεδουλωμένα φόβῳ τὴν αἰτίαν ἐκ οἶδεν· οὕτω καὶ τὸν Θεῷ προσφεύγοντα καὶ τὴν δικαίαν πίστιν ὥσπερ εἰκόνα αὐτοῦ ἐν τῇ αὐτοῦ βαστάζοντα καρδίᾳ πάντα τὰ παθοποιὰ πνεύματα τιμᾷ καὶ φεύγει , φυσικῇ τινι ὁδῷ πεφοβημένα.

Ἀλλ᾽ ὅμως κἂν πάντες δαίμονες μετὰ πάντων τῶν παθῶν ὑμᾶς φεύγωσιν, οὐκ ἔστιν ἐν τούτῳ μόνῳ χαίρειν, ἀλλ᾽ ἐν τῷ δι᾽ εὐαρεστίαν τὰ ὀνόματα ὑμῶν ἐν οὐρανῷ ὡς ἀεὶ ζώντων ἀναγραφῆναι.

οὕτω τὸ θεῖον ἅγιον δαίμονας φυγαδεύειν εἰς τὴν ἄλλου ἴασιν γίνεται. ταῦτα δὲ λέγομεν, οὐχ ὡς ἀρνούμενοι τὸ μὴ δεῖν ἄλλοις βοηθεῖν, ἀλλ᾽ ὅτι μὴ χρὴ ἐπὶ τούτῳ τυφωθέντας ἑαυτῶν ἀμελεῖν. ἔσθ᾽ ὅτε δέ τινας ἀνόμους ἄνδρας δαίμονες φεύγουσιν δἰ ὄνομα τίμιον· καὶ ἐνεδρεύονται ὅ τε ἀπελάσας καὶ ἱστορήσας. ὁ μὲν ἀπελάσας, ὡς διὰ δικαιοσύνην προτιμηθείς, οὐκ εἰδὼς τοῦ δαίμονος τὸ κακοῦργον ἅμα τε γὰρ τὸ ὄνομα τετίμηκεν, καὶ τῇ φυγῇ τὸν ἀσεβῆ εἰς οἴησιν δικαιοσύνης περιβαλὼν τοῦ μὴ μετανοεῖν ἠπάτησεν. ὁ δὲ ἱστορήσας, ὡς εὐσεβεῖ συγχρησάμενος τῷ ἀπελάσαντι, πρὸς τὴν ὁμοίαν πολιτείαν σπεύσας ἀπόλλυται. ἐνίοτε δὲ καὶ τοὺς μὴ Θεῷ προσκειμένους ὅρκους φεύγειν ὑποκρίνονται, ἵνα ἀπατήσαντες αὐτοὺς ὅτε θελήσωσιν ἀνελῶσιν.

Καὶ τοῦτο οὖν ὑμᾶς εἰδέναι βουλόμεθα, ὅτι ἐὰν μή τις ἑαυτὸν δαίμοσιν δοῦλον ἐκδῷ, ὡς τάχιον εἶπον, ὁ δαίμων τὴν κατ᾽ αὐτοῦ ἐξουσίαν οὐκ ἔχει. ἕνα οὖν Θεὸν σέβειν ἑλόμενοι καὶ τραπέζης δαιμόνων ἀποσχόμενοι καὶ σωφροσύνην μετὰ φιλανθρωπίας καὶ δικαιοσύνης ἀναδεξάμενοι καὶ τρισμακαρίᾳ ἐπονομασίᾳ εἰς ἄφεσιν ἁμαρτιῶν βαπτισάμενοι, τῷ ὅσον δύνασθε ἐπὶ τὸ τέλειον τῆς ἁγνείας ἑαυτοὺς ἐπιδιδόναι, δύνασθε κολάσεως ἀϊδίου ῥυσθέντες αἰωνίων ἀγαθῶν κληρονόμοι καταστῆναι. ταῦτα εἰπὼν τοῖς ὑπὸ παθῶν ὀχλουμένοις προσιέναι ἐκέλευσεν, καὶ οὕτως πολλοὶ πείρᾳ τῶν ἐχθὲς θεραπευθέντων συνεληλυθότες προσῄεσαν, ὁ δὲ τὰς χεῖρας αὐτοῖς ἐπιθεὶς καὶ εὐξάμενος ἐξ αὐτῆς ἰασάμενος, ἐντειλάμενος αὐτοῖς καὶ τοῖς ἄλλοις ὀρθριώτερον συνεδρεύειν, αὐτὸς λουσάμενος καὶ τροφῆς μεταλαβών ὕπνωσεν.