Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Ἀυτίκα γοῦν, ὡς καὶ ἄλλοτε εἶπον, ἐν τοῖς Καυκασίοις ὄρεσιν Κρόνου τινὸς σῆμα ἀνθρώπου δείκνυται, τυράννου ἀγρίου καὶ τεκνοκτόνου. ὁ δ᾽ ἐκείνου υἱός, Ζεὺς τὸ ὄνομα, χείρων γενόμενος, μαγείας δυνάμει κοσμοκράτωρ ἀναφανεὶς πολλοὺς διαλύει γάμους, καὶ τὸν πατέρα σὺν τοῖς θείοις κολάζει, καὶ οὕτως τελευτήσαντος τὸν τάφον Κρῆτες ἐπιδεικνῦσιν. ἐν δὲ τῇ Μεσοποταμίᾳ κεῖνται Ἥλιος μέν τις ἐν Πάτραις· Σελήνη δέ τις ἐν Κάραις· Ἑρμῆς ἐν Αἰγύπτῳ τις ἄνθρωπος· Ἄρης ἐν Θράκῃ· Ἀφροδίτη ἐν Κύπρῳ· Ἀσκληπιὸς ἐν Ἐπιδαύρῳ· καὶ ἄλλων πολλῶν τοιούτων φαίνονται τάφοι.

Οὕτως προφανῶς τοῖς ὀρθῶς νοοῦσιν ἄνθρωποι γεγενῆσθαι ὡμολόγηνται. καὶ οἱ μὲν συγχρονοῦντες αὐτοῖς, ὑπαισθόμενοι αὐτοὺς θνητοὺς γεγονέναι, ἀμελέστερον αὐτοῖς ἀποθανοῦσιν προσεῖχον, ὁ δὲ πολὺς χρόνος δόξαν θεῶν αὐτοῖς περιέθκεν. καὶ μὴ θαύμαζου,

εἰ οἱ κατ᾽ Ἀσκληπιὸν καὶ Ἡρακλέα γενόμενοι ἐξηπατήθησαν, ἢ κατὰ Διόνυσον ἢ κατ᾽ ἄλλον τινὰ τῶν τότε, ὅπου καὶ Ἕκτορα ἐν Ἰλίῳ καὶ Ἀχιλλέα ἐν Λευκῇ τῇ νήσῳ οἱ ἐκεῖ προσκυνοῦσιν, Πάτροκλον Ὁπούντιοι, τὸν Μακεδόνα Ἀλέξανδρον Ῥόδιοι.

Ἀλλὰ καὶ παρ᾽ Αἰγυπτίοις ἔτι καὶ νῦν ἄνθρωπος ὡς θεὸς πρὸ τοῦ θανάτου προσκυνεῖται. καὶ τοῦτο μὲν ἧττόν ἐστιν ἀσέβημα, ὅτι ζῶντος ἀνθρώπου θείας τιμὰς νομίζουσιν Αἰγύπτιοι· ἀλλὰ τὸ πάντων γελοιότατον, ὅτι καὶ πτηνὰ καὶ ἑρπετὰ καὶ ζῶα πάντα προσκυνοῦσιν. οὐδὲν γὰρ κρίσει νοοῦσιν ἢ ποιοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων. τὸ δὲ πάντων αἴσχιστον ἰδέ μοι, τὸν δι᾽ αὐτῶν ὄντα πατέρα θεῶν τε καὶ ἀνθρώπων λέγουσιν Λήδᾳ συνεσχηματισμένον, ὅν πολλοὶ Δία ἀναγράψαντες ἐν πίνακι δημοσίᾳ ἀνατιθέασιν. πρὸς δὲ τὴν ἐκδικίαν ταύτης τῆς ὕβρεως ἤθελον, εἰ τὸν τοῦ καιροῦ βασιλέα αὐτῶν γράψαντες ἐπὶ αἰσχρᾶς πλοκῆς, ὥσπερ ἐπὶ τοῦ Διὸς τετολμήκασιν ποιῆσαι, οὕτω ποιήσαντες ἀνέθεσαν δημοσία, ἵνα κἄν ἀπὸ τῆς ὀργῆς τοῦ προσκαίρου βασιλέως, καὶ ταῦτα ἀνθρώπου ὄντος, μάθωσι κολασθέντες, ὡς δεῖ τὴν δέουσαν ἀπονέμειν τιμήν. ταῦτα δέ σοι λέγω, οὐχ ὡς αὐτὸς ἤδη ἐπιγνοὺς τὸν ὄντως Θεόν, ἀλλ᾽ εὐγνωμονῶν ὁμολογῶ, εἰ καὶ τί Θεὸς οὐκ οἶδα, ἀλλ᾽ οὖν γε σαφῶς ὅτι Θεὸς νομίζω εἰδέναι.

Αὐτίκα γοῦν τὰ πρῶτα τέσσαρα στοιχεῖα θεὸς εἶναι οὐ δύναται, τὰ ἀπ᾽ ἄλλου γενόμενα· οὐχ ἡ μίξις· οὐχ ἡ κράσις· οὐχ ἡ γένεσις· οὐ τὸ πᾶν περιέχον ὁρατὸν κύτος· οὐδ’ ἡ ἐν τῷ ᾅδῃ συῤῥέουσα ὑποστάθμη· οὐ τὸ ἐπιπολάζον ὕδωρ οὐχ ἡ ζέουσα οὐσία· οὐχ ὁ ἐξ αὐτῆς μέχρι τῶν ἐνταῦθα διήκων ἀήρ. τά τε γὰρ στοιχεῖα τέσσαρα, εἴτε ἀλλήλων διεστάλκει, ἄνευ τινὸς μεγάλου τεχνίτου μιγῆναι πρὸς ζώου γένεσιν οὐκ ἐδύνατο, εἴτε ἀεὶ ἀλλήλοις συνῆπτε, καὶ οὕτως ὑπὸ τεχνίτου νοῦ πρὸς τὸ οἰκεῖον τῶν τοῦ ζώου μελῶν καὶ μερῶν συναρμόζεται, ἵνα τὴν ἑκάστου πρὸς ἕκαστον ἀναλογίαν ἀποσώζειν δύνηται, καὶ τὴν ἕξιν εὐπερίγραφον ἔχῃ, καὶ τὰ ἔνδοθεν πάντα τὴν προσήκουσαν ἁρμονίαν λαμβάνῃ· ὁμοίως τε καὶ τοὺς οἰκείους τόπους ἑκάστου μετὰ πάσης εὐμορφίας ὁ τεχνίτης νοῦς ἀκριβοῖ. συνελὼν ἐρῶ· καὶ τὰ ἄλλα, ὅσα ποτὲ ζῶν δεῖ ἔχειν, οὐδὲν ἐνέλειπε τῷ μεγάλῳ τούτῳ ζώῳ τῆς ὅλης περιφορᾶς.

Οὕτως ἀνάγκη τινὰ εἶναι νοεῖν ἀγέννητον τεχνίτην, ὅς

τὰ στοιχεῖα ἢ διεστῶτα συνήγαγεν, ἢ συνόντα ἀλλήλοις πρὸς ζώου γένεσιν τεχνικῶς ἐκέρασεν καὶ ἕν ἐκ πάντων ἔργον ἀπετέλεσεν. ἀδύνατον γὰρ ἄνευ τινὸς νοῦ μείζονος πάνυ σοφὸν ἔργον ἀποτελεῖσθαι. οὐδὲ μὴν ἔρως εἶναι δύναται πάντων τεχνίτης, οὐκ ἐπιθυμία, οὐκ ἰσχύς, οὐκ ἄλλο τι τοιοῦτον, ἅ τινα παθητὰ συμβαίνειν καὶ ἀποβαίνειν πέφυκεν. ἀλλ᾽ οὐδὲ τὸ ὑφ᾽ ἑτέρου φερόμενόν ἐστιν θεός, οὐδέ γε τὸ ὑπὸ χρόνου ἢ φύσεως ἀλλοιούμενον καὶ εἰς τὸ μηκέτι εἶναι ἀναλυόμενον.

Ταῦτά μου διαλεγομένου πρὸς τὸν Ἀππίωνα, ἀπὸ Καισαρείας ἐπέστη Πέτρος, καὶ συνδρομαὶ τῶν ὄχλων ἐγένοντο ἐν τῇ Τύρῳ, σπευδόντων ὑπαντᾶν αὐτῷ καὶ χάριν τῇ ἐπιδημίᾳ ὁμολογεῖν. καὶ ὁ μὲν Ἀππίων ὑπεχώρει μετ᾽ Ἀνουβίωνος καὶ Ἀθηνοδώρου μόνον, οἱ δὲ ἄλλοι πάντες ὡς ἀπαντησόμενοι τῷ Πέτρῳ ὡρμήσαμεν. πρῶτος δὲ ἐγὼ πρὸ τῶν πυλῶν ἀποδεξάμενος αὐτὸν ἐπὶ τὴν ξενίαν ἦγον. ὡς δὲ ἐγενόμεθα, τοὺς μὲν ὄχλους ἀπελύσαμεν, αὐτῷ δὲ ἀξιώσαντί με τὰ πραχθέντα λέγειν οὐδὲν ἀπεκρυπτόμην, ἀλλ᾽ ἐμήνυον τάς τε τοῦ Σίμωνος διαβολὰς καὶ τὰς τερατώδεις φαντασίας ὑπ᾽ αὐτοῦ γεγενημένας, καὶ ὅσας ἔπεμψεν νόσους μετὰ τὴν ἐκ τῆς βουθυσίας ἑστίασιν, καὶ ὅτι ἐκ τῶν νοσύντων οἱ μὲν αὐτόθι κατέμειναν ἐν τῇ Τύρῳ, οἱ δὲ τῷ Σίμωνι ἅμα τῷ ἐμὲ ἐλθεῖν συνεξεληλύθεισαν εἰς τὴν Σιδῶνα, ὡς ὑπ᾽ αὐτοῦ θεραπευθησόμενοι, καὶ ὅτι ἐμάνθανον μηδένα αὐτῶν ἰάσεως ὑπ᾽ αὐτοῦ τετυχηκέναι· καὶ τὴν πρὸς Ἀππίωνά μοι γεγενημένην διάλεξιν τῷ Πέτρῳ διηγησάμην. ὁ δὲ στοργῆς καὶ προτροπῆς χάριν ἐπαινέσας με καὶ εὐλογήσας, ἁλῶν μεταλαβών, διὰ τοὺς καμάτους τῆς ὁδοιπορίας τῇ ἀναγκαιοτάτῃ ἡσυχίᾳ τοῦ ὕπνου ἑαυτὸν ἐπέτρεπεν.