Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Εἰ δέ τις τῶν παρεστώτων, διοικεῖν δυνάμενος τὴν ἀγνωμοσύνην τῶν ἀνθρώπων, ὑποστέλλεται, τῆς αὑτοῦ ἀναπαύσεως φροντίζων μόνης, καὶ αὐτὸς προσδοκάτω ἀκοῦσαι· δοῦλε πονηρὲ καὶ ὀκνηρέ, ἔδει σε τὸ ἀργύριόν μου προβαλεῖν ἐπὶ τῶν τραπεζιτῶν, καὶ ἐγὼ ἂν ἐλθὼν ἔπραξα τὸ ἐμόν· ἐκβάλετε τὸν ἀχρεῖον δοῦλον εἰς τὸ σκότος τὸ ἐξώτερον. καὶ εὐλόγως. σοῦ γάρ, φησίν, ἄνθρωπου, τοὺς

λόγους μου ὡς ἀργύριον ἐπὶ τραπεζιτῶν καὶ ὡς χρήματα δοκιμάσαι. τὸ οὖν πλῆθος τῶν πιστῶν δεῖ ἑνί τινι πείθεσθαι, ἵνα οὕτως ἐν ὁμονοίᾳ διατελεῖν δυνηθῇ. τὸ γὰρ εἰς ἀρχὴν μιᾶς λῆγον ἐξουσίας, μοναρχίας εἰκόνι, τοὺς ὑπείκοντας αἰτίᾳ εὐταξίας εἰρήνης ἀπολαύειν τίθησιν· τὸ δὲ πάντας φιλαρχοῦντας ἑνὶ μόνῳ ὑπεῖξαι μὴ θέλειν, καὶ αἰτίᾳ διαιρέσεως πάντως καὶ πεσεῖν ἔχουσιν.

Ἀλλ᾽ ἔτι μὴν πειθέτω τὰ παρ᾽ ὀφθαλμοῖς γινόμενα, LXII. πῶς νῦν πολλῶν κατὰ πᾶσαν τὴν γῆν ὄντων βασιλέων συνεχῶς πόλεμοι γίνονται. ἔχει γὰρ ἕκαστος πρόφασιν εἰς πόλεμον τὴν ἑτέρου ἀρχήν. ἐὰν δὲ εἷς ᾖ τοῦ παντὸς ἡγεμών, οὗ εἵνεκεν πολεμεῖ οὐκ ἔχων ἀίδιον τὴν εἰρήνην ἔχει. πέρας γοῦν ὁ Θεὸς τοῖς καταξιουμένοις αἰωνίου ζωῆς ἕνα ἐν τῷ τότε αἰῶνι βασιλέα τοῦ παντὸς καθίστησιν, ἵνα αἰτίᾳ μοναρχίας ἅπτωτος εἰρήνη γεγένηται. χρὴ οὖν ἑνί τινι ὡς ὁδηγῷ τοὺς πάντας ἕπεσθαι, ὡς εἰκόνα Θεοῦ προτιμῶντας, τὸν δὲ ὁδηγὸν εἶναι τῆς εἰς τὴν ἁγίαν πόλιν εἰσιούσης εἰσόδου ἐπιστήμονα.

Τίνα δὲ ἄλλον αἱρήσομαι τῶν παρόντων, ἢ Ζακχαῖον, πρὸς ὅν καὶ ὁ κύριος εἰσιὼν ἀνεπαύσατο, τοῦ σώζεσθαι κρίνας ἄξιον εἶναι; καὶ τοῦτο εἰπών, παρεστῶτι τῷ Ζακχαίῳ ἐπιβαλὼν τὴν χεῖρα, ἐβιάζετο ἐπὶ τὴν αὑτοῦ καθεσθῆναι καθέδραν. ὁ δὲ Ζακχαῖος προςπεσὼν τοῖς ποσὶν αὐτοῦ ἐδέετο, ὅπως τοῦ ἄρχειν αὐτὸν ἀπολύσῃ, μετὰ τοῦ ὑπισχνεῖσθαι καὶ λέγειν, ὅτι ὁπόσα ποτὲ χρὴ τὸν ἄρχοντα ποιεῖν, ποιήσω , μόνον μοι τὸ ὄνομα τοῦτο μὴ ἔχειν χάρισαι· εὐλαβοῦμαι γὰρ τὸ τῆς ἀρχῆς ἐνδύσασθαι ὄνομα· πικροῦ γὰρ φθόνου καὶ κινδύνου γέμει.

Καὶ ὁ Πέτρος ἔφη· εἰ τοῦτο εὐλαβῇ, ἄρχων μὲν μὴ καλοῦ, ἀλλ᾽ ὁ καθεστώς, τοῦτο τοῦ κυρίου δεδωκότος λέγεσθαι, τῷ εἰπεῖν· μακάριος ὁ ἄνθρωπος ἐκεῖνος, ὅν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας τῶν συνδούλων αὑτοῦ. εἰ δὲ παντελῶς οὐ θέλεις γνωσθῆναι ὅτι ἐξουσίαν διοικήσεως ἔχεις, ἀγνοεῖν μοι ἔοικας, ὅτι ἡ ὁμολογουμένη τοῦ προκαθεζομένου ἐξουσία πολύ τι δύναται πρὸς δυσωπίαν τοῦ πλήθους. ὡς γὰρ εἰληφότι ἐξουσίαν ἕκαστος πείθεται, ὡς μεγάλην ἀνάγκην τὴν συνείδησιν ἔχων. τί δὲ οὐχὶ καὶ ἀσφαλῶς γινώσκεις, ὅτι οὐχ ὡς οἱ ἄρχοντες τῶν ἐθνῶν ἄρχειν ἔχεις, ἀλλ᾽ ὡς δοῦλος, αὐτοῖς ὑπηρετῶν, ὡς πατὴρ ἀδικουμένοις, ὡς ἰατρὸς ἐπισκεπτόμενος,

ὡς ποιμὴν φυλάσσων, συνελὼν ἐρῶ, τὰς πάσας ὑπὲρ τῆς αὐτῶν σωτηρίας φροντίδας ἔχων; ὅτι οἴει ἀγνοεῖν με, οἵους καμάτους ἀναδέξασθαί σε βιάζομαι, ὑπὸ ὄχλων κρίνεσθαί σε ἀξιῶν, οἷς ἀρέσαι τινὰ ἀμήχανον; Θεὸν δὲ εὖ πράττοντα πείθειν δυνατώτατον. διὸ δέομαι προθύμως ἀναδέξασθαι, διὰ Θεόν, διὰ Χριστόν, ὑπὲρ τῆς ἀδελφῶν σωτηρίας, ὑπὲρ τῆς αὐτῶν οἰκονομίας καὶ σῆς ὠφελείας.

Καὶ τὸ ἕτερον δὲ λόγισαι, ὅτι, ὥσπερ κάματον καὶ κίνδυνον ἔχει τὸ τὴν Χριστοῦ ἐκκλησίαν οἰκονομεῖν, τοσούτῳ μείζων ὁ μισθός· ἀλλ᾽ ἔτι μὴν καὶ ἡ κόλασις μείζων τῷ δυναμένῳ καὶ ἀπειθήσαντι. βούλομαι οὖν, πολυμαθέστερον εἰδώς σε τῶν παρεστώτων, δανείζειν καλὰς γνώμας, ἅς παρὰ τοῦ κυρίου πεπίστευσαι. ἵνα, εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἀκούσῃς, καὶ ὥσπερ ὁ τὸ ἕν ἀποκρύψας τάλαντον, ἔγκλημα λαβὼν κολάσει ὑπεύθυνος ἀναφανῇς. εἰ δὲ μὴ βούλει ἀγαθὸς φύλαξ καταστῆναι τῆς ἐκκλησίας, ἕτερον ἀντί σου μήνυσον, σοῦ πολυμαθέστερον καὶ πιστότερον. ἀλλ᾽ οὐ δώσεις. σὺ γὰρ καὶ τῷ κυρίῳ συνῆς, καὶ τὰς θαυμασίους πράξεις ἱστόρησας, καὶ διοίκησιν ἐκκλησίας μεμάθηκας.

Καὶ σοῦ μὲν ἔργον ἐστὶν κελεύειν ἅ δεῖ, τῶν ἀδελφῶν, ὑπείκειν καὶ μὴ ἀπειθεῖν. ὑπείξαντες μὲν οὖν σωθήσονται, ἀπειθήσαντες δὲ ὑπὸ τοῦ κυρίου κολασθήσονται, ὅτι ὁ προκαθεζόμενος Χριστοῦ τόπον πεπίστευται. διὸ ἤτοι τιμὴ ἢ ὕβρις τοῦ προκαθεζομένου εἰς Χριστὸν φέρεται, ἀπὸ δὲ τοῦ Χριστοῦ εἰς τὸν Θεὸν ἀναφέρεται. τοῦτο δὲ εἴρηκα, ἵνα καὶ αὐτοὶ οἱ ἀδελφοὶ τῆς πρός σε ἀπειθείας τὸν κίνδυνον αὐτῶν μὴ ἀγνοῶσιν, ὅτι ὅς ἄν σοι κελεύσαντι ἀπειθήσῃ, Χριστῷ ἀπειθεῖ, Χριστῷ δὲ ἀπειθήσας Θεὸν παροργίζει.

Χρὴ οὖν τὴν ἐκκλησίαν, ὡς πόλιν ἐν ὕψει ᾠκοδομημένην, φιλόθεον ἔχειν τάξιν καὶ διοίκησιν καλήν. πρὸ πάντων ὁ ἐπίσκοπος ὡς ἄρχων περὶ ὧν λέγει ἀκουέσθω. οἱ πρεσβύτεροι τὰ κελευόμενα γινέσθαι σπουδαζέτωσαν. οἱ διάκονοι ἐκπεριερχόμενοι τῶν ἀδελφῶν τὰ σώματα καὶ τὰς ψυχὰς ἐπισκεπτέσθωσαν, καὶ τῷ ἐπισκόπῳ ἀντιβαλλέτωσαν. οἱ λοιποὶ πάντες ἀδελφοὶ τὸ ἀδικεῖσθαι ἀναδεχέσθωσαν· εἰ δὲ κρίνεσθαι θέλουσιν περὶ ὧν ἀδικοῦνται, ἐπὶ τῶν πρεσβυτέρων συμβιβαζέσθωσαν· τὸν δὲ συμβιβασμὸν οἱ πρεσβύτεροι τῷ ἐπισκόπῳ προσαναφερέτωσαν.

Νέων δὲ μὴ μόνον κατεπειγέτωσαν τοὺς γάμους, ἀλλὰ καὶ τῶν προβεβηκότων, μή πως ζέουσα ἡ ὄρεξις προφάσει πορνείας ἢ μοιχείας λοιμὸν προσενέγκοι τῇ ἐκκλησίᾳ. ὑπὲρ πᾶσαν γὰρ ἁμαρτίαν ἡ τῆς μοιχείας ἀσέβεια Θεῷ ἐστύγηται, ὅτι οὐ μόνον αὐτὸν τὸν ἁμαρτήσαντα ἀναιρεῖ, ἀλλὰ καὶ τοὺς συνεστιωμένους καὶ συναμιλλωμένους λύσσῃ γὰρ ἔοικεν, ὅτι τῆς ἰδίας μανίας μεταδιδόναι φύσιν ἔχει. σωφροσύνης οὖν χάριν σπευδέτωσαν τοὺς γάμους ἐπιτελεῖν μὴ μόνον οἱ πρεσβύτεροι, ἀλλὰ καὶ οἱ πάντες. ἡ γὰρ τοῦ μοιχησαμένου ἁμαρτία ἐπὶ τοὺς πάντας ἐλθεῖν βιάζεται. τοῦ οὖν σπεύδειν σωφρονεῖν τοὺς ἀδελφούς, τοῦτο πρώτη ἐλεημοσύνη· ψυχῆς γάρ ἐστιν θεραπεία ἡ γὰρ τροφὴ τοῦ σώματος ἀνάπαυσίς ἐστιν.

Ὁμῶς ἐὰν ἀγαπήσητε τοὺς ἀδελφοὺς ὑμῶν, οὐδὲν αὐτῶν ἀφαιρήσεσθε, ὧν δὲ ἔχετε μεταδώσητε· πεινῶντας γὰρ θρέψητε, διψῶσιν ποτὸν παρέχετε, γυμνοὺς ἐνδύσητε, νοσοῦντας ἐπισκέψησθε, τοῖς ἐν εἱρκταῖς ὡς δυνατὸν βοηθήσητε, ξένους εἰς τὰ ἑαυτῶν σκηνώματα προθύμως ἀποδέξασθε, μηδένα μισήσητε. ὡς δὲ δεῖ εὐσεβεῖν, εὐγνωμονοῦντας ὑμᾶς ὁ ὑμέτερος διδάξει νοῦς. πρὸ δὲ πάντων, εἰ καὶ δεῖ ὑμῖν λέγειν , συνεχέστερον συνέρχεσθε, εἴθε καθ᾽ ὥραν, ἐπεί γε ἐν ταῖς νενομισμέναις τῆς συνόδου ἡμέραις. ἐὰν γὰρ τοῦτο ποιῆτε, ἐντὸς τειχῶν ἀσυλίας ἐστέ· ἀρχὴ γὰρ ἀπωλείας ἀποταξία. μήτε οὖν προφάσει μικροψυχίας τῆς πρὸς ἀδελφὸν ἀπολειπέσθω τις τοῦ συνεδρεύειν. ἐὰν γάρ τις ὑμῶν ἀπολειφθῇ τοῦ συνάγεσθαι, τῶν σκορπιζόντων τὴν Χριστοῦ ἐκκλησίαν λογισθήσεται, μετὰ μοιχῶν ἀποβληθήσεται. ὡς γὰρ μοιχὸς ὑπὸ τοῦ ἐν αὐτῷ πνεύματος προφάσει τινὸς ἑαυτὸν ἀφώρισεν, καὶ τῷ πονηρῷ κατ᾽ αὐτοῦ χώραν ἔδωκεν πρόβατον ἁρπάσει, ὡς μανδρῶν ἔξω εὑρεθέντα.

Πλὴν τοῦ ἐπισκόπου ὑμῶν ἀκούετε, καὶ τιμὴν πᾶσαν αὐτῷ ἀπονέμοντες μὴ κάμητε, εἰδότες ὅτι προφάσει τῇ πρὸς αὐτὸν εἰς Χριστὸν φέρετε, ἀπὸ δὲ Χριστοῦ εἰς Θεὸν ἀναφέρετε· καὶ τῷ προσενέγκαντι πολυπλασίως ἀνταποδίδοτε. θρόνον οὖν Χριστοῦ τιμήσατε· ὅτι καὶ Μωυσέως καθέδραν τιμᾶν ἐκελεύσθητε, κἄν οἱ προκαθεζόμενοι ἁμαρτωλοὶ νομίζωνται. καὶ ταῦτα μὲν ὑμῖν αὐτάρκως εἴρηται· αὐτῷ δὲ, πῶς ἀμέμπτως βιοῦν, περιττὸν ἡγοῦμαι λέγειν, ὁπότε τοῦ κἀμὲ διδάξαντος δόκιμος ὑπάρχῃ μαθητής.

Πλὴν ἀδελφοί, ἔνια οὐ χρὴ ἀναμένειν ἀκούειν, ἀλλὰ

καὶ ἀφ᾽ ἑαυτῶν τὸ εὔλογον νοεῖν. Ζακχαῖος μόνος ὑμῖν ὅλος ἑαυτὸν ἀσχολεῖν ἀποδεδωκὼς, κοιλίαν ἔχων καὶ ἑαυτῷ μὴ εὐσχολῶν, πῶς δύναται τὴν ἀναγκαίαν πορίζειν τροφήν; οὐχὶ δὲ εὔλογόν ἐστιν πάντας ὑμᾶς τοῦ ζῆν αὐτοῦ πρόνοιαν ποιεῖν, οὐκ ἀναμένοντας αὐτὸν ὑμᾶς αἰτεῖν, τοῦτο γὰρ προσαιτοῦντός ἐστιν· μᾶλλον δὲ τεθνήξεται λιμῷ, ἢ τοῦτο ποιεῖν ὑποσταίη. πῶς δὴ καὶ ὑμεῖς οὐ δίκην ὑφέξετε, μὴ λογισάμενοι ὅτι ἄξιός ἐστιν ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ; καὶ μὴ λεγέτω τις οὐκοῦν ὁ δωρεὰν παρασχεθεὶς λόγος πολεῖται; μὴ γένοιτο. εἴ τις γὰρ ἔχων, πόθεν ζῆν, λάβοι, οὗτος πωλεῖ τὸν λόγον, εἰ δὲ μὴ ἔχων τοῦ ζῆν χάριν λαμβάνει τροφήν, ὡς καὶ ὁ κύριος ἔλαβεν ἔν τε δείπνοις καὶ φίλοις, ἐδὲν ἔχων, ὁ εἷς αὖθις πάντα ἔχων, οὐχ ἁμαρτάνει. ἀκολούθως οὖν τιμᾶτε πρεσβυτέρους, κατηχητάς, διακόνους χρησίμους, χήρας εὖ βεβιωκυίας, ὀρφανοὺς ὡς ἐκκλησίας τέκνα· ἀλλὰ καὶ ὁπότε χρεία τινὸς πόρου πρὸς ἀναγκαῖον γένοιτο, ἅμα οἱ πάντες συμβάλλεσθου. εἰς ἀλλήλους εὐσεβεῖτε, μὴ ὀκνοῦντες πᾶν ὁτιοῦν ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας ὑπομένειν.

Καὶ ταῦτα εἰπὼν ἐπέθηκεν χεῖρα τῷ Ζακχαίῳ λέγων· Δέσποτα καὶ κύριε τῶν ὅλων, ὁ πατὴρ καὶ Θεός, σὺ διαφύλαξον ποιμένα μετὰ ποίμνης. σὺ ἡ πρόφασις, σὺ ἡ δύναμις. ἡμεῖς τὸ βοηθούμενον, σὺ ὁ βοηθὸς, ὁ ἰατρὸς, ὁ σωτὴρ, τὸ τεῖχος, ἡ ζωὴ, ἡ ἐλπὶς, ἡ καταφυγὴ, ἡ χαρὰ, ἡ προσδοκία, ἡ ἀνάπαυσις· συνελὼν ἐρῶ· σὺ ἡμῖν τὰ πάντα· πρὸς αἰώνιον ὕπαρξιν σωτηρίας συνέργησον, ῥῦσαι, φύλαξον. πάντα δύνασαι. σὺ γὰρ ἄρχων ἀρχόντων, καὶ κύριος κυρίων, δεσπότης βασιλέων. σὺ δὸς ἐξεσίαν τῷ προκαθεζομένῳ, λύειν ἃ δεῖ λύειν, καὶ δεσμεῖν ἃ δεῖ δεσμεῖν. σὺ σόφισον· σὺ ὡς δι᾽ αὐτοῦ τὴν ἐκκλησίαν τοῦ Χριστοῦ σου ὡς καλὴν νύμφην διαφύλαξον. σοῦ γάρ ἐστιν δόξα αἰώνιος, ὕμνος, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, εἰς τοὺς σύμπαντας αἰῶνας. Ἀμήν.

Καὶ ταῦτα εἰπὼν μετὰ ταῦτα ἔφη· ὅσοι ποτὲ βαπτισθῆναι θέλετε, ἀπὸ τῆς αὔριον νηστεύειν ἄρξασθε, καὶ καθ᾽ ἡμέραν χειροθετεῖσθε, καὶ περὶ ὧν θέλετε πυνθάνεσθε. ἔτι γὰρ ἡμερῶν δέκα ὑμῖν ἐπιμεῖναι θέλω. μετὰ δὲ τρεῖς ἡμέρας βαπτίζειν ἀρξάμενος, ἐμὲ φωνήσας καὶ Ἀκύλαν καὶ Νικήτην ἔφη· μέλλων ἐπὶ τὴν Τύρον ὁρμᾶν μεθ᾽ ἡμέρας ἑπτὰ βούλομαι ἐξ αὐτῆς ὑμᾶς ἀπελθόντας, παρὰ τῇ Χανανίτιδι Βερνίκῃ Ἰέστης θυγατρὶ λανθανόντως

ἐπιξενωθέντας, παρ᾽ αὐτῆς τὰ κατὰ τὸν Σίμωνα ἀκριβῶς γράψαι μοι. πολὺ γάρ μοι συμβάλλεται, ἵνα πρὸς αὐτὸ ἁρμόσωμαι. διὸ ἐξ αὐτῆς πορεύεσθε μετ᾽ εἰρήνης. καὶ δὴ βαπτίζοντα αὐτὸν ἐάσαντες, καθὼς ἐκέλευσεν, εἰς Τύρον αὐτὸν προήξαμεν τῆς Φοινίκης.