Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Δύο μὲν οὖν θιελθουσῶν ἡμερῶν, ἐπιφωσκούσης δὲ τρίτης, πρὸς τὸ διαλεχθῆναι τῷ Σίμωνι ἐξυπνισθεὶς ἐγὼ Κλήμης καὶ οἱ συνόντες ἕτεροι ὑπὸ τὰς δευτέρας τῶν ἀλεκτρυόνων φωνάς, εὕρομεν τὸν μὲν

λύχνον ἔτι φαίνοντα, τὸν δὲ Πέτρον γονυκλινῆ προσευχόμενον. συντελέσας οὖν τὴν δέησιν, ἐπιστραφεὶς καὶ ἰδὼν ἡμᾶς πρὸς τὸ ἀκοῦσαι ἑτοίμως ἔχοντας, ἔφη.

Γινώσκειν ὑμᾶς θέλω, ὅτι οἱ καθ᾽ ἡμετέραν πρόνοιαν συνόντες τῷ Σίμωνι, ὅπως τὰς βουλὰς αὐτοῦ μανθάνοντες ὑποβάλλωσιν ἡμῖν, ἵνα δυνώμεθα πρὸς τὴν τῆς κακίας αὐτοῦ ποικιλίαν ἁρμόσασθαι, αὐτοὶ πέμψαντες ἐδήλωσαν ἡμῖν λέγοντες· Σίμων σήμερον , καθὰ συνετάξατο, ἕτοιμός ἐστιν ἀπὸ τῶν γραφῶν ἐπὶ πάντων ἐλθὼν ἀποδεικνύειν, μὴ τοῦτον εἶναι Θεὸν ἀνώτατον, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν καὶ πάντα ἐν αὐτοῖς, ἀλλ᾽ ἄλλον τινὰ ἄγνωστον καὶ ἀνώτατον, ὡς ἐν ἀποῤῥήτοις ὄντα θεὸν θεῶν· ὃς δύο ἔπεμψε θεούς, ἀφ᾽ ὧν ὁ μὲν εἷς ἐστιν ὁ κόσμον κτίσας, ὁ δὲ ἕτερος ὁ τὸν νόμον δούς. καὶ ταῦτα μηχανᾶται λέγειν, ὅπως τῶν τὸν ἕνα καὶ μόνον μελλόντων σέβειν Θεόν, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν, τὴν ὀρθὴν προσεκλύσει πίστιν.

Ταῦτα ἀκούσας πῶς οὐκ ἂν ἠθύμησα; διὸ καὶ ὑμᾶς τοὺς συνόντας μοι ἀδελφοὺς εἰδέναι ἠθέλησα, ὡς οὐ μετρίως τὴν ψυχὴν ἀλγῶ, ἐνορῶν τὸν μὲν πονηρὸν πρὸς δοκιμὴν ἀνθρώπων ἐγρηγορότα, τοὺς δὲ ἀνθρώπους τῆς ἑαυτῶν σωτηρίας πάνυ ἀμελοῦντας. ἐμηχανήσατο γὰρ τοῖς ἀπὸ ἐθνῶν μέλλουσιν περὶ τῶν ἐπιγείων ξοάνων πείθεσθαι ὅτι ἐκ εἰσὶν θεοί, ἑτέρων πολλῶν θεῶν δόξας εἰσενεγκεῖν, ὅπως ἐὰν παύσωνται τῆς πολυθεομανίας, ἑτέρως ἢ καὶ χεῖρον κατὰ τῆς τοῦ Θεοῦ μοναρχίας λέγειν ἀπατηθήσονται· ἵνα μηδέποτε τὰ τῆς μοναρχίας προτιμήσαντες οὐπώποτε ἐλέους τυχεῖν δυνηθῶσιν. ταύτης δὲ τῆς τόλμης ἕνεκα ὁ Σίμων ταῖς ψευδέσιν τῶν γραφῶν περικοπᾳῖς ὡπλισμένος πολεμεῖν ἡμῖν προσέρχεται. καὶ τὸ δεινότερον, ὅτι ἀφ᾽ ὧν οὐ πεπίστευκε προφητῶν τοιαῦτα δογματίζειν κατὰ τοῦ ὄντως Θεοῦ οὐ πεφόβηται.

Καὶ ἡμῖν μὲν τοῖς ἐκ προγόνων παρειληφόσιν τὸν τὰ πάντα κτίσαντα σέβειν Θεὸν, ἔτι δὲ καὶ τῶν ἀπατᾶν δυναμένων βίβλων τὸ μυστήριον, οὐδὲν δυνήσεται, τοῖς δὲ ἀπὸ ἐθνῶν, τὴν πολύθεον ὑπόληψιν σύντροφον ἔχεσιν, καὶ τῶν γραφῶν τὰ ψευδῆ οὐκ εἰδόσιν, πολὺ δυνήσεται· οὐ μόνον αὐτός, ἀλλ᾽ εἰ καὶ ἄλλος τις τοῖς ἀπὸ ἐθνῶν κατὰ τοῦ Θεοῦ κενόν τινα, ὅμοιον ὀνείρῳ, πλουσίως κεκοσμημένον ὑφηγήσεται μῦθον, πιστευθήσεται, τῷ ἐκ παίδων τὸν νοῦν αὐτῶν

τὰ κατὰ τοῦ θεοῦ λεγόμενα ἐθισθῆναι λαμβάνειν. σπάνιοι δέ τινες οἱ μὲν αὐτῶν ἔσονται, ὡς ἐκ πλήθους ὀλίγοι, οἵτινες δι᾽ εὐγνωμοσύνην οὐ θελήσεσι κατὰ τοῦ τὰ πάντα κτίσαντος Θεοῦ κακὸν λόγον αὐτὸ κἂν ἀκοῦσαι μόνον· οἷς μόνοις ἀπὸ ἐθνῶν οὖσιν σωθῆναι γενήσεται. μὴ οὖν ὑμῶν τις τὸν Σίμωνα παντελῶς μεμφέσθω, ἢ καὶ ἄλλον τινά· οὐδὲν γὰρ ἀδίκως γίνεται, ὅπου καὶ τὰ τῶν γραφῶν ψευδῆ εὐλόγως πρὸς δοκιμὴν ἔχοντα τυγχάνει.

Κᾀγὼ Κλήμης ἀκούσας ἔφην· πῶς λέγεις, κύριε, καὶ τὰ τῶν γραφῶν ψευδῆ εὐλόγως πρὸς δοκιμὴν ἀνθρώπων ἔχειν; ὁ δὲ ἀπεκρίνατο· τὰ ψευδῆ τῶν γραφῶν αἰτήματι κακίας δικαίῳ τινὶ λόγῳ γραφῆναι συνεχωρήθη. εὐλόγως δὲ λέγω οὕτως. ἐν ταῖς θεολογίαις ὁ πονηρὸς τοῦ ἀγαθοῦ τὸν Θεὸν ἐκ ἔλαττον ἀγαπῶν ἑνὶ μόνῳ ἀπολείπεται τοῦ ἀγαθοῦ, ὅτι καὶ τῶν ἀγνοίας αἰτίᾳ ἀσεβούντων οὐ συγγινώσκων, στοργῇ τῇ πρὸς τὸ ἀσεβούμενον, τῶν ἀσεβούντων ἐπιθυμεῖ τὸν ὄλεθρον, ὁ δὲ τὴν ἴασιν αὐτοῖς προσφέρειν. ὁ γὰρ ἀγαθὸς ἰᾶσθαι πάντας θέλει ταῖς μεταμελείαις, σώζει δὲ μόνους τοὺς ἐγνωκότας τὸν Θεόν. τοὺς δὲ ἀγνοοῦντας οὐκ ἰᾶται, οὐχ ὅτι οὐ θέλει, ἀλλ᾽ ὅτι οὐκ ἔξεστιν τὰ ἡτοιμασμένα τοῖς υἱοῖς τῆς βασιλείας ἀγαθὰ τοῖς διὰ τὸ ἀδιάκριτον ἀλόγοις ζώοις παρεικασθεῖσι παρασχεῖν.

Τοῦ ἑνὸς καὶ μόνου Θεοῦ τοῦ τὸν κόσμον πεποιηκότος καὶ ἡμᾶς κτίσαντος καὶ πάντα παρεσχηκότος τοιαύτη πέφυκεν φύσις, παντὸς ἤδη ποτὲ ἐντὸς ὅρῳ θεοσεβείας ὄντος, καὶ μὴ βλασφημοῦντος αὐτοῦ τὸ ἅγιον πνεῦμα, στοργῇ τῇ πρὸς αὐτὸν εἰς αὑτὸν φέρειν τὴν ψυχήν, ὑπ᾽ αὐτοῦ εἰς αὐτὴν ἔρωτος ἰδέᾳ. κἂν ἁμαρτωλὸς ᾖ, μετὰ τὸ κατ᾽ ἀξίαν ὧν ἔπραξεν κολασθεῖσαν σώζεσθαι φύσιν ἔχει. εἰ δέ τις αὐτὸν ἀρνήσηται, ἢ ἑτέρως πως λόγῳ εἰς αὐτὸν ἀσεβήσῃ, ἕπειτα μετανοήσῃ, κολασθήσεται μὲν ἐφ᾽ ὧν εἰς αὐτὸν ἥμαρτεν, σωθήσεται δέ, ὅτι ἐπιστρέψας ἠγάπησεν. ἴσως δὲ ἡ τῆς εὐσεβείας ὑπερβολὴ καὶ τῆς ἱκεσίας ἢ καὶ τοῦ κολασθῆναι ἀπολυθήσεται, συγγνώμης τῆς ἁμαρτίας μετὰ τῆς μετανοίας δεδωκὼς τὴν ἄγνοιαν. οἱ δὲ μὴ μετανοήσαντες διὰ τῆς τοῦ πυρὸς κολάσεως καὶ τὸ τέλος ἕξουσιν, κἂν ἐν τοῖς λοιποῖς ἅπασιν ὁσιώτατοι ὦσιν· ἀλλ᾽ ὡς ἔφην, μεμετρημένου αἰῶνος τὸ πέμπτον πυρὶ αἰωνίῳ κολασθέντες ἀποσβεσθήσονται. εἶναι γὰρ εἰς ἀεὶ οὐκ ἔτι δύνανται οἱ εἰς τὸν ἀεὶ μόνον ἀσεβήσαντες Θεόν.

Ἡ δὲ εἰς αὐτὸν ἀσέβειά ἐστιν τὸ ἐν τῷ τῆς θεοσεβείας λόγῳ ὄντα τελευτᾶν λέγοντα ἄλλον εἶναι Θεόν, ἢ ὡς κρείττονα, ἢ ὡς ἥττονα, ἢ ὁπώσποτε λέγοντα παρὰ τὸν ὄντως ὄντα. ὁ γὰρ ὄντως ὢν οὗτός ἐστιν, οὗ τὴν μορφὴν τὸ ἀνθρώπου βαστάζει σῶμα, οὗ εἵνεκεν ὁ οὐρανὸς καὶ πάντες οἱ ἀστέρες ὑπέμειναν δουλεύειν, κατ᾽ οὐσίαν κρείττονες ὄντες, τῷ κατ᾽ οὐσίαν χείρονι, διὰ τὴν τοῦ κρείττονος μορφήν. τοσοῦτον ὁ θεὸς ὑπὲρ πάντας εὐεργέτηκεν τὸν ἄνθρωπον, ἵνα εἰς τὸ πλῆθος τῶν εὐεργεσιῶν τὸν εὐεργέτην ἀγαπήσας ὑπ᾽ αὐτῆς ἀγάπης καὶ εἰς δεύτερον αἰῶνα διασωθῆναι δυνυθῇ.

Αὐτάρκης οὖν εἰς σωτηρίαν ἡ εἰς Θεὸν ἀνθρώπων στοργή. ὁ εἰδὼς ὁ πονηρός, ἡμῶν σπευδόντων τοῖς ἀπὸ ἐθνῶν πιστεύειν μέλλουσιν ἑνὸς καὶ μόνου Θεοῦ ἐν ψυχαῖς σπείρειν τὴν ἀθανατοποιὸν πρὸς αὐτὸν στοργήν, αὐτὸς ὁ πονηρὸς κατὰ τῶν ἀγνοούντων ἱκανὸν ὅπλον ἔχων πρὸς ὄλεθρον σπουδάζει πολλῶν θεῶν ἢ καὶ ἑνὸς ὡς κρείττονος σπεῖραι τὴν ὑπόληψιν, ἵνα συλλαβόντες καὶ συμπεισθέντες ἁ μὴ θέμις, ἀποθανόντες ὡς ἐπὶ μοιχείας ἐγκλήματι, τῆς αὐτοῦ βασιλείας ἀποβληθῶσιν.

Ἄξιος οὖν τῆς ἀποβολῆς πᾶς κατὰ τῆς τοῦ Θεοῦ μοναρχίας αὐτὸ μόνον κἂν ἀκοῦσαί τι τοιοῦτον θελήσας, εἰ δὲ ὡς γραφαῖς τεθαῤῥηκὼς κατὰ τοῦ Θεοῦ τολμᾷ τις κἂν ἀκούειν, πρῶτον ἐκεῖνό μοι συνενθυμείτω, ὅτι, ἄν τις εὔλογον ἑαυτῷ δόγμα ὡς βούλεται ἀναπλάσῃ, ἔπειτα αὐταῖς ἐγκύψῃ, δυνατὸς ἔσται πολλὰς ὑπὲρ οὗ ἐπλάσατο δόγματος ἀπ᾽ αὐτῶν μαρτυρίας φέρειν· πῶς οὖν ἐπὶ ταύταις κατὰ τοῦ Θεοῦ θαρρεῖν ἔστιν, ἐν αἷς ἡ πάντων βουλὴ εἰσευρίσκεται;

Αὐτίκα γοῦν Σίμων αὔριον ἡμῖν συνζητεῖν μέλλων δημοσίᾳ κατὰ τῆς τοῦ Θεοῦ μοναρχίας τολμᾷ, θέλων πολλὰς ἐξ αὐτῶν τῶν γραφῶν φωνὰς ἐνεγκεῖν, ὅτι πολλοί εἰσιν θεοί, εἷς δέ τις οὐχ ὁ τὸν κόσμον κτίσας, ἀλλὰ τούτου ἀνώτερος καὶ ὁμῶς τὰς ἀποδείξεις ἐγγράφους ἔχει παρασχεῖν. καὶ ἡμεῖς δὲ ἐξ αὐτῶν πολλὰς περικοπὰς δεῖξαι σαφῶς ἔχομεν, ὅτι εἷς ἐστιν Θεὸς οὗτος ὁ τὸν κόσμον κτίσας, καὶ ἄλλος οὐκ ἔστιν πλὴν αὐτοῦ. ἀλλὰ καὶ εἴ τις ἄλλως πως εἰπεῖν θελήσει, ἔξει καὶ αὐτὸς ἐξ αὐτῶν ὡς βούλεται περὶ ὥν βούλεται τὰς ἀποδείξεις παρασχεῖν. πάντα γὰρ αἱ γραφαὶ λέγουσιν, ἵνα μηδεὶς τῶν ἀγνωμόνως ζητούτων τὸ ἀληθὲς εὕροι, ἀλλ᾽ ὅ βούλεται,

τοῦ ἀληθοῦς τοῖς εὐγνώμοσιν τετηρημένου. εὐγνωμοσύνη δέ ἐστιν, τὴν πρὸς τὸν τοῦ εἶναι ἡμᾶς αἴτιον ἀποσώζειν στοργήν.

Ὅθεν πρὸ πάντων εἰδέναι ὀφείλει, ὅτι οὐδαμόθεν αὐτὴν εὑρίσκει, εἰ μὴ ἄν ἀπὸ προφήτου ἀληθείας. προφήτης δὲ ἀληθής ἐστιν ὁ πάντα πάντοτε εἰδώς, ἔτι δὲ καὶ τὰς πάντων ἐννοίας, ἀναμάρτητος, ὡς περὶ Θεοῦ κρίσεως πεπληροφορημένος. διὸ ἡμεῖς ὀφείλομεν περὶ τῆς προγνώσεως αὐτοῦ μὴ ἁπλῶς διαλαμβάνειν, ἀλλ᾽ εἰ δύναται ἄνευ ἑτέρας προφάσεως συνεστάναι αὐτοῦ ἡ πρόγνωσις. ἃ γὰρ οἱ ἰατροὶ προλέγουσιν, ὑποβεβλημένην ὕλην ἔχοντες τοῦ νοσοῦντος τὸν σφυγμόν, καὶ οἱ μὲν πτηνά, οἱ δὲ θύματα, καὶ ἄλλοι ἄλλας ὕλας πολλὰς διαφόρους ὑποβεβλημένας ἔχοντες προλέγουσιν, καὶ προφῆται οὐκ εἰσίν.

Εἰ δὲ βουληθείη τις λέγειν, τὴν διὰ τῶν τοιούτων προῤῥήσεων τῇ ὄντως ἐμφύτῳ προγνώσει ὁμοίαν εἶναι, πολὺ ἠπάτηται. τὰ γὰρ τοιαῦτα παρόντα μηνύει μόνον, καὶ ταῦτα εἰ ἀληθεύει ἄλλως δέ μοι καὶ αὐτὰ εὐχρηστεῖ, πρόγνωσιν γὰρ εἶναι συνίστησιν· ἡ τὲ τοῦ μόνου καὶ ἀληθοῦς πρόγνωσις οὐ μόνον τὰ παρόντα ἐπίσταται, ἀλλὰ καὶ μέχρις αὐτοῦ μέλλοντος αἰῶνος ἀπέραντον ἐκτείνει τὴν προφητείαν, καὶ οὐδενὸς δεῖται πρὸς ἐπίγνωσιν, μὴ προφητεύων ἀμαυρὰ καὶ ἀμφίβολα, ἵνα ἄλλου προφήτου χρείαν ἔχῃ τὰ λεγόμενα πρὸς ἐπίγνωσιν, ἀλλὰ ῥητὰ καὶ ἁπλᾶ, ὥσπερ ὁ διδάσκαλος ἡμῶν καὶ προφήτης ὢν ἐμφύτῳ καὶ ἀεννάῳ πνεύματι πάντα πάντοτε ἠπίστατο.

Διὸ τεθαῤῥηκότως ἐξετίθετο περὶ τῶν μελλόντων ἔσεσθαι, λέγω δὲ πάθη, τόπους, ὅρους. προφήτης γὰρ ὤν ἄπταιστος, ἀπείρῳ ψυχῆς ὀφθαλμῷ πάντα κατοπτεύων ἐπίσταται λανθάνων. εἰ δὲ παραδεξώμεθα καὶ ἡμεῖς, ὡς οἱ πολλοί, ὅτι καὶ ὁ ἀληθὴς προφήτης οὐ πάντοτε, ἀλλ᾽ ἐνίοτε, ὅτε ἔχει τὸ πνεῦμα, καὶ διὰ τοῦτο προγινώσκει, ὁπότε δὲ οὐκ ἔχει, ἀγνοεῖ, — ἐὰν οὕτως ὑπολάβωμεν, καὶ ἑαυτοὺς ἀπατῶμεν καὶ ἄλλους ἐνεδρεύσομεν. τὸ γὰρ τοιοῦτον μανικῶς ἐνθουσιώντων ἐστὶν ὑπὸ πνεύματος ἀταξίας, τῶν παρὰ βωμοῖς μεθυόντων καὶ κνίσσης ἐμφορουμένων.

Τινὶ γὰρ προφητείαν ἐπαγγέλλεσθαι θέλοντι ἐὰν συγχωρηθῇ πιστεύεσθαι ἐν οἷς ψεύστης φωρᾶται, ὅτι τότε τὸ τῆς προγνώσεως ἅγιον οὐκ εἶχεν πνεῦμα, οὐκ εὐέλεγκτος ἔσται ψεύστης ὑπάρχων προφήτης· ἐν οἷς γὰρ ὡς πολλὰ λέγων ὀλίγα ἐπιτυγχάνει, τότου τὸ

πνεῦμα ἔχειν πιστεύεται, ὅτε τὰ πρῶτα ἔσχατα λέγει, τὰ ἔσχατα πρῶτα, τὰ γενόμενα ὡς ἐσόμενα, τὰ ἐσόμενα ὡς ἤδη γεγονότα, ἀλλὰ καὶ ἀνακόλουθα, ἢ καὶ ἐξ ἄλλων ὑφῃρημένα καὶ μεταμεμορφωμένα, ἅ δὲ μεμειωμένα, ἀνείδεα, ἀνόητα, ἀμφίβολα, ἄδοξα, ἄδηλα, πάσης κεκραγότα δυσσυνειδησίας.

Ὁ δὲ ἡμέτερος διδάσκαλος οὐδέν τι τοιοῦτο προεφητεύσατο, ἀλλ᾽, ὡς φθάσας εἶπον, προφήτης ὤν ἐμφύτῳ καὶ ἀεννάῳ πνεύματι πάντα πάντοτε ἐπιστάμενος τεθαῤῥηκὼς ἐξετίθετο, ὡς προέλεγον, σαφῶς, πάθη, τόπους, ἐμπροθέσμους χρόνους, τρόπους, ὅρους. αὐτίκα γοῦν περὶ τοῦ ἁγιάσματος προλέγων ἔφη· ὁρᾶτε τὰς οἰκοδομὰς ταύτας; ἀμὴν ὑμῖν λέγω, λίθος ἐπὶ λίθον οὐ μὴ ἀφεθῇ ὧδε, ὅς οὐ μὴ καθαιρεθῇ· καὶ οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, καὶ καθαίρεσις ἀρχὴν λήψεται. ἐλεύσονται γὰρ καὶ καθιοῦσιν ἐνταῦθα, καὶ περιχαρακώσουσι, καὶ τὰ τέκνα ὑμῶν ἐνταῦθα κατασφάξουσιν. ὅμως καὶ τὰ ἑξῆς εἴρηκεν σαφεῖ φωνῇ, ἅτινα αὐτοῖς ὀφθαλμοῖς ἰδεῖν ἔχομεν· ἵνα ἐφ᾽ ὧν ὁ λόγος ἐῤῥέθη, καὶ τὸ ἔργον γένηται. πρὸς γὰρ πίστιν ἀκουόντων τὸν λόγον τῆς ἀποδείξεως ὁ τῆς ἀληθείας ποιεῖται προφήτης.

Πλὴν πολλοί εἰσιν τῆς πλάνης κήρυκες, ἕνα τὸν τῆς κακίας ἡγεμόνα ἔχοντες· ᾧ λόγῳ τῆς ἀληθείας εἷς ὤν καὶ αὐτὸς τῆς εὐσεβείας ἡγεμὼν ἐν ἰδίοις καιροῖς τοὺς πάντας καθαροὺς εὑρεθέντας ἕξει προφήτας. ἡ δὲ πολλὴ τῶν πεπλανημένων τὸ μὴ πρότερον νοῆσαι τὸν τῆς συζυγίας λόγον, αἰτία γέγονεν αὕτη· ὅν ἰδίᾳ ὑμῖν ἑκάστοτε οὐ παύσομαι ἐκτιθέμενος κεφαλαιωδῶς· πολὺ γὰρ τὸ κατ᾽ εἶδος λέγειν. ὑμεῖς οὖν τῶν λεγομένων γένεσθέ μοι φιλαληθεῖς κριταί.

Τοῦ δὲ λέγειν ἄρξομαι ἤδη. Θεοῦ τοῦ τὰ πάντα πεποιηκότος τὸ μέγα καὶ ἅγιον τῆς προγνώσεως αὐτοῦ πνεῦμα εἰ μὴ τῷ ὑπὸ χειρῶν αὐτοῦ κυοφορηθέντι ἀνθρώπῳ δῴη τις ἐσχηκέναι, πῶς ἔτι ἑτέρῳ τῳ ἐκ μυσαρᾶς σταγόνος γεννηθέντι ὁ ἀπονέμων οὐ τὰ μέγιστα ἁμαρτάνει; καὶ οὐκ οἶμαι αὐτὸν συγγνώμης τυγχάνειν, κἄν ὑπὸ νόθου γραφῆς κατὰ τοῦ πάντων πατρὸς δεινὰ νοεῖν ἀπατηθείη ὁ γὰρ εἰκόνα, καὶ ταῦτα αἰωνίου βασιλέως ὑβρίσας, τὴν ἁμαρτίαν εἰς ἐκεῖνον ἀναφερομένην ἔχει, οὗπερ καθ᾽ ὁμοίωσιν ἡ εἰκὼν ἐτύγχανεν οὖσα. ἀλλά, φησίν, ἁμαρτήσαντα κατέλειπεν τὸ θεῖον πνεῦμα. οὐκοῦν συνήμαρτεν· καὶ πῶς ὁ τοῦτο λέγων οὐ κινδυνεύει; ἀλλὰ μετὰ τὸ

ἁμαρτῆσαι εἰλήφει τὸ πνεῦμα. ἀδίκοις ἄρα δέδοται· καὶ ποῦ τὸ δίκαιον; ἀλλὰ δικαίοις καὶ ἀδίκοις ἐπιχορηγεῖται. τοῦτο πάντων ἀδικώτατον. οὕτως πᾶν ψεῦσμα, κἄν μυρίαις ἐπινοίαις βοηθῆται, τὸν ἔλεγχον κἄν ἐν μακρῷ χρόνῳ λαβεῖν ἔχῃ.

Μὴ ἀπατᾶσθε. ὁ πατὴρ ἡμῶν οὐδὲν ἠγνόει. ὁπότου καὶ ὁ δημοσίᾳ κείμενος νόμος, ἀγνοίας ἐγκλήματι διὰ τοὺς ἀναξίους σκέπων αὐτόν, τοὺς ἀληθείας γλιχομένους ἐπ᾽ αὐτὸν ἀναπέμπει λέγων ἐξέτασον τὸν πατέρα σου καὶ ἐρεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἀναγγελοῦσί σοι. τοῦτον ἐχρῆν τὸν πατέρα ζητῆσαι. ἀλλ᾽ οὐκ ἐζήτησας, τίνος ἐστὶν ὁ τῆς βασιλείας χρόνος, τίνος ἡ τῆς προφητείας καθέδρα, καίτοι αὐτοῦ ἑαυτὸν μηνύοντος τῷ λέγειν· ἐπὶ τῆς καθέδρας Μωυσέως ἐκάθησαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα ὅσα λέγωσιν ὑμῖν, ἀκούετε αὐτῶν. αὐτῶν δέ, εἶπεν, ὡς τὴν κλεῖδα τῆς βασιλείας πεπιστευμένων, ἥ τις ἐστὶν γνῶσις, ἥ μόνη τὴν πύλην τῆς ζωῆς ἀνοῖξαι δύναται, δι᾽ ἧς μόνης εἰς τὴν αἰωνίαν ζωὴν εἰσελθεῖν ἔστιν. ἀλλὰ ναί, φησίν, κρατοῦσι μὲν τὴν κλεῖν, τοῖς δὲ βουλομένοις εἰσελθεῖν οὐ παρέχουσιν.

Διὰ τοῦτο, φημί, αὐτὸς τῆς καθέδρας ἐγερθείς, ὡς πατὴρ ὑπὲρ τέκνων, τὰ ἀπ᾽ αἰῶνος ἐν κρυπτῷ ἀξίοις παραδιδόμενα κηρύσσων, μέχρις αὐτῶν ἐθνῶν τὸν ἔλεον ἐκτείνων καὶ ψυχὰς παντων ἐλεῶν, ἰδίου αἵματος ἠμέλει. μέλλοντος γὰρ αἰῶνος βασιλεὺς εἶναι κατηξιωμένος πρὸς τὸν νῦν ἐμπρόθεσμος παρειληφότα νόμῳ τὴν βασιλείαν. καὶ τὸ μέγιστον ὅπερ αὐτὸν λίαν ἐλύπει ἐστὶ τοῦτο, ὅτι ὑπὲρ ὧν ὡς τέκνων τὴν μάχην ἐποιεῖτο, ὑπ᾽ αὐτῶν ἀγνοίας αἰτίᾳ ἐπολεμεῖτο. καὶ ὅμως ἠγάπα καὶ τοὺς μισοῦτας, καὶ ἐκλαίει τοὺς ἀπειθοῦντας, καὶ εὐλόγει τοὺς λοιδοροῦντας, ηὔχετο ὑπὲρ ἐχθραινόντων. καὶ οὐ μόνον ταῦτα ἐποίει ὡς πατήρ, ἀλλὰ καὶ τοὺς αὐτοῦ μαθητάς, ὡς πρὸς ἀδελφοὺς ἔχοντας, τὰ ὅμοια ποιεῖν ἐδίδασκεν. τοῦτο πατήρ, τοῦτο προφήτης, τοῦτο εὔλογον τὸ αὐτὸν ἰδίων τέκνων βασιλεῦσαι· ἵνα τῇ ἐκ πατρὸς πρὸς τέκνα στοργῇ καὶ τῶν τέκνων πρὸς τὸν πατέρα ἐνδιαθέτῳ τιμῇ αἰωνία εἰρήνη γενέσθαι δυνηθῇ. τοῦ γὰρ εὐλόγου βασιλεύοντος, ἐπὶ τοὺς βασιλευομένους ἀληθὴς χαρὰ περὶ τοῦ βασιλεύοντος γίνεται.

Πλὴν ἐπὶ τὸν πρῶτον τῆς ἀληθείας ἐφόρα μοι λόγον. ἐὰν τῷ ὑπὸ χειρῶν Θεοῦ κυοφορηθέντι ἀνθρώπῳ τὸ ἅγιον Χριστοῦ

μὴ δῷ τις ἔχειν πνεῦμα, πῶς ἑτέρῳ τινὶ ἐκ μυσαρᾶς σταγόνος γεγενημένῳ διδοὺς ἔχειν οὐ τὰ μέγιστα ἀσεβεῖ; τὰ δὲ μέγιστα εὐσεβῇ, ἐὰν ἑτέρῳ μὲν μὴ δῴη ἔχειν, ἐκεῖνον δὲ μόνον ἔχειν λέγοι, ὃς ἀπ᾽ ἀρχῆς αἰῶνος ἅμα τοῖς ὀνόμασιν μορφὰς ἀλλάσσων τὸν αἰῶνα τρέχει, μέχρις ὅτε ἰδίων χρόνων τυχών, διὰ τοὺς καμάτους Θεοῦ ἐλέει χρισθείς, εἰς ἀεὶ ἕξει τὴν ἀνάπαυσιν. οὗτος ἄρχειν τε καὶ κυριεύειν πάντων τῶν ἐν ἀέρι καὶ γῇ καὶ ὕδασιν τετίμηται· πρὸς τούτοις δὲ αὐτοῦ πεποιηκότος τὸν ἄνθρωπον τὴν πνοὴν ἔσχεν, ψυχῆς ἄῤῥητον περιβολήν, ὅπως ἀθάνατος εἶναι δυνηθῇ.