Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Δύο μὲν οὖν θιελθουσῶν ἡμερῶν, ἐπιφωσκούσης δὲ τρίτης, πρὸς τὸ διαλεχθῆναι τῷ Σίμωνι ἐξυπνισθεὶς ἐγὼ Κλήμης καὶ οἱ συνόντες ἕτεροι ὑπὸ τὰς δευτέρας τῶν ἀλεκτρυόνων φωνάς, εὕρομεν τὸν μὲν

λύχνον ἔτι φαίνοντα, τὸν δὲ Πέτρον γονυκλινῆ προσευχόμενον. συντελέσας οὖν τὴν δέησιν, ἐπιστραφεὶς καὶ ἰδὼν ἡμᾶς πρὸς τὸ ἀκοῦσαι ἑτοίμως ἔχοντας, ἔφη.

Γινώσκειν ὑμᾶς θέλω, ὅτι οἱ καθ᾽ ἡμετέραν πρόνοιαν συνόντες τῷ Σίμωνι, ὅπως τὰς βουλὰς αὐτοῦ μανθάνοντες ὑποβάλλωσιν ἡμῖν, ἵνα δυνώμεθα πρὸς τὴν τῆς κακίας αὐτοῦ ποικιλίαν ἁρμόσασθαι, αὐτοὶ πέμψαντες ἐδήλωσαν ἡμῖν λέγοντες· Σίμων σήμερον , καθὰ συνετάξατο, ἕτοιμός ἐστιν ἀπὸ τῶν γραφῶν ἐπὶ πάντων ἐλθὼν ἀποδεικνύειν, μὴ τοῦτον εἶναι Θεὸν ἀνώτατον, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν καὶ πάντα ἐν αὐτοῖς, ἀλλ᾽ ἄλλον τινὰ ἄγνωστον καὶ ἀνώτατον, ὡς ἐν ἀποῤῥήτοις ὄντα θεὸν θεῶν· ὃς δύο ἔπεμψε θεούς, ἀφ᾽ ὧν ὁ μὲν εἷς ἐστιν ὁ κόσμον κτίσας, ὁ δὲ ἕτερος ὁ τὸν νόμον δούς. καὶ ταῦτα μηχανᾶται λέγειν, ὅπως τῶν τὸν ἕνα καὶ μόνον μελλόντων σέβειν Θεόν, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν, τὴν ὀρθὴν προσεκλύσει πίστιν.

Ταῦτα ἀκούσας πῶς οὐκ ἂν ἠθύμησα; διὸ καὶ ὑμᾶς τοὺς συνόντας μοι ἀδελφοὺς εἰδέναι ἠθέλησα, ὡς οὐ μετρίως τὴν ψυχὴν ἀλγῶ, ἐνορῶν τὸν μὲν πονηρὸν πρὸς δοκιμὴν ἀνθρώπων ἐγρηγορότα, τοὺς δὲ ἀνθρώπους τῆς ἑαυτῶν σωτηρίας πάνυ ἀμελοῦντας. ἐμηχανήσατο γὰρ τοῖς ἀπὸ ἐθνῶν μέλλουσιν περὶ τῶν ἐπιγείων ξοάνων πείθεσθαι ὅτι ἐκ εἰσὶν θεοί, ἑτέρων πολλῶν θεῶν δόξας εἰσενεγκεῖν, ὅπως ἐὰν παύσωνται τῆς πολυθεομανίας, ἑτέρως ἢ καὶ χεῖρον κατὰ τῆς τοῦ Θεοῦ μοναρχίας λέγειν ἀπατηθήσονται· ἵνα μηδέποτε τὰ τῆς μοναρχίας προτιμήσαντες οὐπώποτε ἐλέους τυχεῖν δυνηθῶσιν. ταύτης δὲ τῆς τόλμης ἕνεκα ὁ Σίμων ταῖς ψευδέσιν τῶν γραφῶν περικοπᾳῖς ὡπλισμένος πολεμεῖν ἡμῖν προσέρχεται. καὶ τὸ δεινότερον, ὅτι ἀφ᾽ ὧν οὐ πεπίστευκε προφητῶν τοιαῦτα δογματίζειν κατὰ τοῦ ὄντως Θεοῦ οὐ πεφόβηται.

Καὶ ἡμῖν μὲν τοῖς ἐκ προγόνων παρειληφόσιν τὸν τὰ πάντα κτίσαντα σέβειν Θεὸν, ἔτι δὲ καὶ τῶν ἀπατᾶν δυναμένων βίβλων τὸ μυστήριον, οὐδὲν δυνήσεται, τοῖς δὲ ἀπὸ ἐθνῶν, τὴν πολύθεον ὑπόληψιν σύντροφον ἔχεσιν, καὶ τῶν γραφῶν τὰ ψευδῆ οὐκ εἰδόσιν, πολὺ δυνήσεται· οὐ μόνον αὐτός, ἀλλ᾽ εἰ καὶ ἄλλος τις τοῖς ἀπὸ ἐθνῶν κατὰ τοῦ Θεοῦ κενόν τινα, ὅμοιον ὀνείρῳ, πλουσίως κεκοσμημένον ὑφηγήσεται μῦθον, πιστευθήσεται, τῷ ἐκ παίδων τὸν νοῦν αὐτῶν

τὰ κατὰ τοῦ θεοῦ λεγόμενα ἐθισθῆναι λαμβάνειν. σπάνιοι δέ τινες οἱ μὲν αὐτῶν ἔσονται, ὡς ἐκ πλήθους ὀλίγοι, οἵτινες δι᾽ εὐγνωμοσύνην οὐ θελήσεσι κατὰ τοῦ τὰ πάντα κτίσαντος Θεοῦ κακὸν λόγον αὐτὸ κἂν ἀκοῦσαι μόνον· οἷς μόνοις ἀπὸ ἐθνῶν οὖσιν σωθῆναι γενήσεται. μὴ οὖν ὑμῶν τις τὸν Σίμωνα παντελῶς μεμφέσθω, ἢ καὶ ἄλλον τινά· οὐδὲν γὰρ ἀδίκως γίνεται, ὅπου καὶ τὰ τῶν γραφῶν ψευδῆ εὐλόγως πρὸς δοκιμὴν ἔχοντα τυγχάνει.

Κᾀγὼ Κλήμης ἀκούσας ἔφην· πῶς λέγεις, κύριε, καὶ τὰ τῶν γραφῶν ψευδῆ εὐλόγως πρὸς δοκιμὴν ἀνθρώπων ἔχειν; ὁ δὲ ἀπεκρίνατο· τὰ ψευδῆ τῶν γραφῶν αἰτήματι κακίας δικαίῳ τινὶ λόγῳ γραφῆναι συνεχωρήθη. εὐλόγως δὲ λέγω οὕτως. ἐν ταῖς θεολογίαις ὁ πονηρὸς τοῦ ἀγαθοῦ τὸν Θεὸν ἐκ ἔλαττον ἀγαπῶν ἑνὶ μόνῳ ἀπολείπεται τοῦ ἀγαθοῦ, ὅτι καὶ τῶν ἀγνοίας αἰτίᾳ ἀσεβούντων οὐ συγγινώσκων, στοργῇ τῇ πρὸς τὸ ἀσεβούμενον, τῶν ἀσεβούντων ἐπιθυμεῖ τὸν ὄλεθρον, ὁ δὲ τὴν ἴασιν αὐτοῖς προσφέρειν. ὁ γὰρ ἀγαθὸς ἰᾶσθαι πάντας θέλει ταῖς μεταμελείαις, σώζει δὲ μόνους τοὺς ἐγνωκότας τὸν Θεόν. τοὺς δὲ ἀγνοοῦντας οὐκ ἰᾶται, οὐχ ὅτι οὐ θέλει, ἀλλ᾽ ὅτι οὐκ ἔξεστιν τὰ ἡτοιμασμένα τοῖς υἱοῖς τῆς βασιλείας ἀγαθὰ τοῖς διὰ τὸ ἀδιάκριτον ἀλόγοις ζώοις παρεικασθεῖσι παρασχεῖν.

Τοῦ ἑνὸς καὶ μόνου Θεοῦ τοῦ τὸν κόσμον πεποιηκότος καὶ ἡμᾶς κτίσαντος καὶ πάντα παρεσχηκότος τοιαύτη πέφυκεν φύσις, παντὸς ἤδη ποτὲ ἐντὸς ὅρῳ θεοσεβείας ὄντος, καὶ μὴ βλασφημοῦντος αὐτοῦ τὸ ἅγιον πνεῦμα, στοργῇ τῇ πρὸς αὐτὸν εἰς αὑτὸν φέρειν τὴν ψυχήν, ὑπ᾽ αὐτοῦ εἰς αὐτὴν ἔρωτος ἰδέᾳ. κἂν ἁμαρτωλὸς ᾖ, μετὰ τὸ κατ᾽ ἀξίαν ὧν ἔπραξεν κολασθεῖσαν σώζεσθαι φύσιν ἔχει. εἰ δέ τις αὐτὸν ἀρνήσηται, ἢ ἑτέρως πως λόγῳ εἰς αὐτὸν ἀσεβήσῃ, ἕπειτα μετανοήσῃ, κολασθήσεται μὲν ἐφ᾽ ὧν εἰς αὐτὸν ἥμαρτεν, σωθήσεται δέ, ὅτι ἐπιστρέψας ἠγάπησεν. ἴσως δὲ ἡ τῆς εὐσεβείας ὑπερβολὴ καὶ τῆς ἱκεσίας ἢ καὶ τοῦ κολασθῆναι ἀπολυθήσεται, συγγνώμης τῆς ἁμαρτίας μετὰ τῆς μετανοίας δεδωκὼς τὴν ἄγνοιαν. οἱ δὲ μὴ μετανοήσαντες διὰ τῆς τοῦ πυρὸς κολάσεως καὶ τὸ τέλος ἕξουσιν, κἂν ἐν τοῖς λοιποῖς ἅπασιν ὁσιώτατοι ὦσιν· ἀλλ᾽ ὡς ἔφην, μεμετρημένου αἰῶνος τὸ πέμπτον πυρὶ αἰωνίῳ κολασθέντες ἀποσβεσθήσονται. εἶναι γὰρ εἰς ἀεὶ οὐκ ἔτι δύνανται οἱ εἰς τὸν ἀεὶ μόνον ἀσεβήσαντες Θεόν.

Ἡ δὲ εἰς αὐτὸν ἀσέβειά ἐστιν τὸ ἐν τῷ τῆς θεοσεβείας λόγῳ ὄντα τελευτᾶν λέγοντα ἄλλον εἶναι Θεόν, ἢ ὡς κρείττονα, ἢ ὡς ἥττονα, ἢ ὁπώσποτε λέγοντα παρὰ τὸν ὄντως ὄντα. ὁ γὰρ ὄντως ὢν οὗτός ἐστιν, οὗ τὴν μορφὴν τὸ ἀνθρώπου βαστάζει σῶμα, οὗ εἵνεκεν ὁ οὐρανὸς καὶ πάντες οἱ ἀστέρες ὑπέμειναν δουλεύειν, κατ᾽ οὐσίαν κρείττονες ὄντες, τῷ κατ᾽ οὐσίαν χείρονι, διὰ τὴν τοῦ κρείττονος μορφήν. τοσοῦτον ὁ θεὸς ὑπὲρ πάντας εὐεργέτηκεν τὸν ἄνθρωπον, ἵνα εἰς τὸ πλῆθος τῶν εὐεργεσιῶν τὸν εὐεργέτην ἀγαπήσας ὑπ᾽ αὐτῆς ἀγάπης καὶ εἰς δεύτερον αἰῶνα διασωθῆναι δυνυθῇ.

Αὐτάρκης οὖν εἰς σωτηρίαν ἡ εἰς Θεὸν ἀνθρώπων στοργή. ὁ εἰδὼς ὁ πονηρός, ἡμῶν σπευδόντων τοῖς ἀπὸ ἐθνῶν πιστεύειν μέλλουσιν ἑνὸς καὶ μόνου Θεοῦ ἐν ψυχαῖς σπείρειν τὴν ἀθανατοποιὸν πρὸς αὐτὸν στοργήν, αὐτὸς ὁ πονηρὸς κατὰ τῶν ἀγνοούντων ἱκανὸν ὅπλον ἔχων πρὸς ὄλεθρον σπουδάζει πολλῶν θεῶν ἢ καὶ ἑνὸς ὡς κρείττονος σπεῖραι τὴν ὑπόληψιν, ἵνα συλλαβόντες καὶ συμπεισθέντες ἁ μὴ θέμις, ἀποθανόντες ὡς ἐπὶ μοιχείας ἐγκλήματι, τῆς αὐτοῦ βασιλείας ἀποβληθῶσιν.

Ἄξιος οὖν τῆς ἀποβολῆς πᾶς κατὰ τῆς τοῦ Θεοῦ μοναρχίας αὐτὸ μόνον κἂν ἀκοῦσαί τι τοιοῦτον θελήσας, εἰ δὲ ὡς γραφαῖς τεθαῤῥηκὼς κατὰ τοῦ Θεοῦ τολμᾷ τις κἂν ἀκούειν, πρῶτον ἐκεῖνό μοι συνενθυμείτω, ὅτι, ἄν τις εὔλογον ἑαυτῷ δόγμα ὡς βούλεται ἀναπλάσῃ, ἔπειτα αὐταῖς ἐγκύψῃ, δυνατὸς ἔσται πολλὰς ὑπὲρ οὗ ἐπλάσατο δόγματος ἀπ᾽ αὐτῶν μαρτυρίας φέρειν· πῶς οὖν ἐπὶ ταύταις κατὰ τοῦ Θεοῦ θαρρεῖν ἔστιν, ἐν αἷς ἡ πάντων βουλὴ εἰσευρίσκεται;

Αὐτίκα γοῦν Σίμων αὔριον ἡμῖν συνζητεῖν μέλλων δημοσίᾳ κατὰ τῆς τοῦ Θεοῦ μοναρχίας τολμᾷ, θέλων πολλὰς ἐξ αὐτῶν τῶν γραφῶν φωνὰς ἐνεγκεῖν, ὅτι πολλοί εἰσιν θεοί, εἷς δέ τις οὐχ ὁ τὸν κόσμον κτίσας, ἀλλὰ τούτου ἀνώτερος καὶ ὁμῶς τὰς ἀποδείξεις ἐγγράφους ἔχει παρασχεῖν. καὶ ἡμεῖς δὲ ἐξ αὐτῶν πολλὰς περικοπὰς δεῖξαι σαφῶς ἔχομεν, ὅτι εἷς ἐστιν Θεὸς οὗτος ὁ τὸν κόσμον κτίσας, καὶ ἄλλος οὐκ ἔστιν πλὴν αὐτοῦ. ἀλλὰ καὶ εἴ τις ἄλλως πως εἰπεῖν θελήσει, ἔξει καὶ αὐτὸς ἐξ αὐτῶν ὡς βούλεται περὶ ὥν βούλεται τὰς ἀποδείξεις παρασχεῖν. πάντα γὰρ αἱ γραφαὶ λέγουσιν, ἵνα μηδεὶς τῶν ἀγνωμόνως ζητούτων τὸ ἀληθὲς εὕροι, ἀλλ᾽ ὅ βούλεται,

τοῦ ἀληθοῦς τοῖς εὐγνώμοσιν τετηρημένου. εὐγνωμοσύνη δέ ἐστιν, τὴν πρὸς τὸν τοῦ εἶναι ἡμᾶς αἴτιον ἀποσώζειν στοργήν.

Ὅθεν πρὸ πάντων εἰδέναι ὀφείλει, ὅτι οὐδαμόθεν αὐτὴν εὑρίσκει, εἰ μὴ ἄν ἀπὸ προφήτου ἀληθείας. προφήτης δὲ ἀληθής ἐστιν ὁ πάντα πάντοτε εἰδώς, ἔτι δὲ καὶ τὰς πάντων ἐννοίας, ἀναμάρτητος, ὡς περὶ Θεοῦ κρίσεως πεπληροφορημένος. διὸ ἡμεῖς ὀφείλομεν περὶ τῆς προγνώσεως αὐτοῦ μὴ ἁπλῶς διαλαμβάνειν, ἀλλ᾽ εἰ δύναται ἄνευ ἑτέρας προφάσεως συνεστάναι αὐτοῦ ἡ πρόγνωσις. ἃ γὰρ οἱ ἰατροὶ προλέγουσιν, ὑποβεβλημένην ὕλην ἔχοντες τοῦ νοσοῦντος τὸν σφυγμόν, καὶ οἱ μὲν πτηνά, οἱ δὲ θύματα, καὶ ἄλλοι ἄλλας ὕλας πολλὰς διαφόρους ὑποβεβλημένας ἔχοντες προλέγουσιν, καὶ προφῆται οὐκ εἰσίν.

Εἰ δὲ βουληθείη τις λέγειν, τὴν διὰ τῶν τοιούτων προῤῥήσεων τῇ ὄντως ἐμφύτῳ προγνώσει ὁμοίαν εἶναι, πολὺ ἠπάτηται. τὰ γὰρ τοιαῦτα παρόντα μηνύει μόνον, καὶ ταῦτα εἰ ἀληθεύει ἄλλως δέ μοι καὶ αὐτὰ εὐχρηστεῖ, πρόγνωσιν γὰρ εἶναι συνίστησιν· ἡ τὲ τοῦ μόνου καὶ ἀληθοῦς πρόγνωσις οὐ μόνον τὰ παρόντα ἐπίσταται, ἀλλὰ καὶ μέχρις αὐτοῦ μέλλοντος αἰῶνος ἀπέραντον ἐκτείνει τὴν προφητείαν, καὶ οὐδενὸς δεῖται πρὸς ἐπίγνωσιν, μὴ προφητεύων ἀμαυρὰ καὶ ἀμφίβολα, ἵνα ἄλλου προφήτου χρείαν ἔχῃ τὰ λεγόμενα πρὸς ἐπίγνωσιν, ἀλλὰ ῥητὰ καὶ ἁπλᾶ, ὥσπερ ὁ διδάσκαλος ἡμῶν καὶ προφήτης ὢν ἐμφύτῳ καὶ ἀεννάῳ πνεύματι πάντα πάντοτε ἠπίστατο.

Διὸ τεθαῤῥηκότως ἐξετίθετο περὶ τῶν μελλόντων ἔσεσθαι, λέγω δὲ πάθη, τόπους, ὅρους. προφήτης γὰρ ὤν ἄπταιστος, ἀπείρῳ ψυχῆς ὀφθαλμῷ πάντα κατοπτεύων ἐπίσταται λανθάνων. εἰ δὲ παραδεξώμεθα καὶ ἡμεῖς, ὡς οἱ πολλοί, ὅτι καὶ ὁ ἀληθὴς προφήτης οὐ πάντοτε, ἀλλ᾽ ἐνίοτε, ὅτε ἔχει τὸ πνεῦμα, καὶ διὰ τοῦτο προγινώσκει, ὁπότε δὲ οὐκ ἔχει, ἀγνοεῖ, — ἐὰν οὕτως ὑπολάβωμεν, καὶ ἑαυτοὺς ἀπατῶμεν καὶ ἄλλους ἐνεδρεύσομεν. τὸ γὰρ τοιοῦτον μανικῶς ἐνθουσιώντων ἐστὶν ὑπὸ πνεύματος ἀταξίας, τῶν παρὰ βωμοῖς μεθυόντων καὶ κνίσσης ἐμφορουμένων.