Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Ταῦτα τοῦ Πέτρου εἰπόντος ὁ Σίμων ἀπεκρίνατο· ἐπειδὴ ὁρῶ σε σοφῶς αἰνισσόμενον ὅτι τὰ γεγραμμένα κατὰ τοῦ δημιουργοῦ ποτε ἐν βίβλοις οὐκ ἀληθῆ τυγχάνει, αὔριον ἀπὸ τῶν τοῦ διδασκάλου σου λόγων δείξω τὸ δημιουργὸν μὴ ἀνώτατον λέγοντα εἶναι Θεόν. καὶ ὁ Σίμων ταῦτα εἰπὼν ἐξῆλθεν. ὁ δὲ Πέτρος τοῖς παρεστῶσιν ὄχλοις ἔφη· ὁ Σίμων κἄν μηδὲν ἕτερον περὶ Θεοῦ βλάψαι ἡμᾶς δυνηθῇ, ἀλλ᾽ οὖν γε ἐμποδίζει ὑμῖν ἀκούειν τοὺς τὴν ψυχὴν δυναμένους καθαίρειν λόγους. ταῦτα τοῦ Πέτρου εἰπόντος πολὺς ψιθυρισμὸς ἐγένετο τῶν ὄχλων λεγόντων· τίς δὲ ἀνάγκη ἐᾶν αὐτὸν ἐνταῦθα εἰσιόντα τὰς κατὰ τοῦ Θεοῦ βλασφημίας λέγειν; καὶ ὁ Πέτρος ἀκούσας ἔφη· γένοιτο μέχρι Σίμωνος ἀρκετὸν γενέσθαι τὸν κατὰ τοῦ Θεοῦ πρὸς πειρασμὸν ἀνθρώπων λόγον. ἔσονται γὰρ, ὡς ὁ κύριος εἶπεν, ψευδαπόστολοι, ψευδεῖς προφῆται, αἱρέσεις, φιλαρχίαι· αἵ τινες, ὡς στοχάζομαι, ἀπὸ τοῦ τὸν Θεὸν βλασφημοῦντος Σίμωνος τὴν ἀρχὴν λαβοῦσαι εἰς τὸ τὰ αὐτὰ τῷ Σίμωνι κατὰ τοῦ Θεοῦ λέγειν συνεργήσουσιν. καὶ ταῦτα εἰπὼν μετὰ δακρύων, τῇ χειρὶ προσεκαλεῖτο τοὺς ὄχλους, οἷς προσελθοῦσιν τὰς χεῖρας ἐπιτιθεὶς καὶ εὐχόμενος ἀπέλυεν, λέγων ὀρθριαίτερον συνέρχεσθαι. ταῦτα εἰπὼν καὶ στενάζων εἰσελθὼν, οὔτε τροφῆς μεταλαβὼν ὕπνωσεν.