Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Ὄρθρου δὲ ἐξιὼν ὁ Πέτρος καὶ ἐπιστὰς ἐπὶ τὸν συνήθη τοῦ διαλέγεσθαι τόπον ὄχλον πολὺν συνεστῶτα εἶδεν. καὶ ἅμα τῷ μέλλειν διαλέγεσθαι αὐτὸν εἰσῄει τις τῶν αὐτοῦ διακόνων λέγων· Σίμων ἀπὸ Ἀντιοχείας ἐληλυθὼς ἐπ᾽ αὐτῆς ἑσπέρας, μαθὼν ὑποσχόμενόν σε τὸν περὶ μοναρχίας ποιεῖσθαι λόγον, ἕτοιμός ἐστιν μετά γε Ἀθηνοδώρου τοῦ Ἐπικουρείου διαλεγομένῳ σοι ἐπελθεῖν, πρὸς τὸ ἀντιλέγειν δημοσίᾳ πᾶσιν τοῖς ὑπὸ σοῦ ὁπώσποτε ὑπὲρ μοναρχίας λεγομένοις λόγοις. ταῦτα τοῦ διακόνου λέγοντος, ἰδοὺ αὐτὸς εἰσῄει Σίμων μετὰ Ἀθηνοδώρου καὶ ἄλλων τινῶν τῶν ἑταίρων. καὶ πρὸ τοῦ τι τὸν Πέτρον φθέγξασθαι αὐτὸς προλαβὼν ἔφη.

Ἔμαθον ὡς ὑπέσχου ἐχθὲς τῷ αύστῶ, εἰς τὴν σήμερον δεῖξαι τῇ τάξει τὸν λόγον ποιούμενος, καὶ ἀπ᾽ αὐτοῦ ἀρχόμενος τοῦ τῶν ὅλων δεσπότου, ὅτι αὐτὸν μόνον δεῖ λέγειν, ἄλλους δὲ μήτε λέγειν μήτε νομίζειν, ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίως κολασθῆναι ἔχει. πρὸ πάντων δὲ ἀληθῶς καταπέπληγμαί σου τὴν πρόνοιαν, ὅτι ἤλπισας εἰς τὴν σὴν βούλησιν μεταπεῖσαι ἄνδρα σοφὸν, καὶ ταῦτα πρεσβύτην. ἀλλ᾽ οὐκ ἐπιτεύξῃ τῶν σῶν βουλευμάτων, ταύτῃ μᾶλλον, παρόντος ἐμοῦ, καὶ τοὺς ψευδεῖς σου διελέγχοντος λόγους. ἴσως γὰρ ἐμοῦ

μὴ παρόντος ἠπατήθη ἄν ὁ σοφὸς γέρων, ἰδιώτης ὤν τῶν παρὰ Ἰουδαίοις δημοσίᾳ πεπιστευμένων βίβλων. καὶ τὸ νῦν τοὺς πολλοὺς ὑπερθήσομαι λόγους, ἵνα τῆς ὑποσχέσεώς σου τάχιον τὸν ἔλεγχον ποιήσωμαι. διὸ ἐφ᾽ ἡμῶν αὐτῶν τῶν τὰς γραφὰς εἰδότων, ὅ ὑπέσχου λέγειν, ἆρξαι. εἰ δὲ τὸν ἔλεγχον αἰδούμενος ἐφ᾽ ἡμῶν αὐτῶν σὴν ὑπόσχεσιν παραλιπεῖν θέλεις, αὐτάρκης καὶ οὕτως ἡ ἀπόδειξις ὅτι ψεύδῃ, καθ᾽ ὅτι ἐπὶ τῶν τὰς γραφὰς εἰδότων εἰπεῖν οὐκ ἐτόλμησας. καὶ νῦν δὲ τί σε ἀναμένω λέγειν, μέγιστον ἔχων μάρτυρα τῆς ὑποσχέσεώς σου τὸν παρεστῶτα γέροντα; καὶ ταῦτα εἰπὼν ἐμβλέψας τῷ πατρὶ ἔφη· εἰπέ μοι, ἀνδρῶν πάντων τιμιώτατε, οὐχὶ οὗτος ὁ ἀνὴρ ὑπέσχετό σοι δεῖξαι σήμερον, ὅτι εἷς ἐστιν Θεὸς καὶ οὐ χρὴ ἕτερόν τινα λέγειν ἢ νομίζειν Θεόν, ὁ δὲ παρὰ ταῦτα ποιῶν, ὡς τὰ μέγιστα ἁμαρτάνων, αἰωνίως κολασθῆναι ἔχει; ἢ γὰρ οὐκ ἀποκρίνῃ μοι;

Καὶ ὁ πατὴρ ἔφη· καλῶς ἂν τὴν μαρτυρίαν παρ᾽ ἐμοῦ ἀπῄτεις, Σίμων, εἰ πρότερον ἠρνεῖτο ὁ Πέτρος· νῦν δὲ οὐκ αἰδεσθήσομαι λέγειν ἃ δεῖ λέγειν. οἶμαί σε ὀργῇ πεπρησμένον διαλεχθῆναι θέλειν, ὅπερ ἀνοίκειόν σοι τοῦτο ποιεῖν, καὶ ἡμῖν τοιοῦτον ὑπακούειν, ὅτι μάχην ἐστὶν ἱστορῆσαι, καὶ οὐ πρὸς ἀλήθειαν ὠφελεῖσθαι. καὶ νῦν ἐξ ἑλληνικῆς παιδείας, ὡς χρὴ τοὺς ζητοῦντας ποιεῖν, εἰδὼς ὑπομνήσω. ἑκάτερος ὑμῶν τὸ ἑαυτοῦ δόγμα ἐκθέσθω, καὶ εἰς ἕτερον οἱ λόγοι γενέσθωσαν. ἐὰν δὲ Πέτρος μόνος ἐκθῆται τὸ ἑαυτοῦ φρόνημα, σὺ δὲ τὸ σὸν σιωπᾷς, ἐνδέχεταί τινα λόγον ὑπὸ σοῦ ῥηθέντα θλίβλειν τὸ ἑαυτοῦ καὶ τὸ σὸν φρόνημα, καὶ ἀμφοτέρους ὑμᾶς ὑπὸ τοῦ λόγου ἡττηθέντας μὴ φαίνεσθαι ἡττημένους, ἀλλὰ τὸν ἐκθέμενον τὸ φρόνημα, τὸν δὲ μὴ ἐκθέμενον ὁμοίως ἡττημένον μὴ πρόδηλον εἶναι, ἀλλὰ καὶ νενικηκέναι νομίζεσθαι. καὶ ὁ Σίμων ἀπεκρίνατο ποιήσω ὡς λέγεις, ἀθυμῶ δὲ μήπως ἤδη προειλημμένος αὐτοῦ τοῖς λόγοις οὐ φιλαλήθης ἔσῃ κριτής.

Καὶ ὁ πατὴρ ἀπεκρίνατο· μή με βιάζου ἀκρίτως συνθέσθαι σοι, ἵνα δόξω φιλαλήθης εἶναι κριτής, εἰ δὲ τἀληθῆ ἀκοῦσαι θέλῃς, τῷ σῷ φρονήματι μᾶλλον προείλημμαι. καὶ ὁ Σίμων· πῶς προείληψαι, οὐκ εἰδὼς ὅ φρονῶ; καὶ ὁ πατήρ· τοῦτο ῥᾴδιόν ἐστιν εἰδέναι, καὶ πῶς ἄκουσον. ἐλέγχειν ὑπέσχου Πέτρον ἕνα Θεὸν λέγοντα εἶναι, ὅτι ψεύδεται, ὁ δὲ ἕνα λέγοντα ψεύσματος ἐλέγξαι ἐπαγγελλόμενος, ὡς ἀληθεύων, τὸ αὐτὸ οὐ λέγει. εἰ γὰρ τῷ καταψευδομένῳ

τὸ αὐτὸ λέγει, καὶ αὐτὸς ψεύδεται, εἰ δὲ τὰ ἐναντία λέγων ἀποδείκνυσιν, τότε ἀληθεύει. οὐκ ἄλλως οὖν τὸν ἕνα Θεὸν εἶναι λέγοντα ψεύστην λέγεις, εἰ μή τι ἄν ὅτι πολλοὺς δοξάζεις θεούς. Θεοὺς δὲ πολλοὺς εἶναι κἀγὼ λέγω. τὸ αὐτὸ οὖν σοι πρὸ τῆς ζητήσεως λέγω. σοὶ μᾶλλον προείλημμαι. καὶ κατὰ τοῦτο ἀγωνιᾶν περὶ ἐμοῦ οὐκ ὀφείλεις, ἀλλὰ Πέτρος, ὅτι ἀκμὴν αὐτῷ τὰ ἐναντία φρονῶ. ὅπερ μετὰ τὴν ὑμετέραν ζήτησιν ἐλπίζω φιλαλήθης ὤν κριτὴς, πρόληψιν ἀποδυσάμενος, τῷ ἐπικρατοῦντι συνθέσθαι λόγῳ. ταῦτα τοῦ πατρὸς εἰπόντος ἡρέμα βοή τις ἐπαίνου ἐκ τῶν ὄχλων ἐγένετο ἐπὶ τῷ οὕτως τὸν πατέρα διαλεχθῆναι.

Καὶ ὁμῶς ὁ Πέτρος ἔφη· ἐγὼ, ὡς ὁ τῶν λόγων μεσίτης εἴρηκεν, ποιεῖν ἕτοιμός εἰμι, καὶ ἤδη ποτὲ πρὸ πάσης ἀναβολῆς τὸ ἐμὸν περὶ Θεοῦ ἐκθήσομαι φρόνημα. κἀγὼ ἕνα Θεὸν εἶναι λέγω, τὸν πεποιηκότα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα. ἄλλον τε οὔτε λέγειν, οὔτε νομίζειν ἔξεστιν. καὶ ὁ Σίμων· ἐγὼ δέ φημι τὰς πεπιστευμένας γραφὰς παρὰ Ἰουδαίοις πολλοὺς λέγειν θεοὺς, καὶ μὴ χαλεπαίνειν ἐπὶ τούτῳ τὸν Θεὸν, τῷ αὐτὸν διὰ γραφῶν αὐτοῦ πολλοὺς θεοὺς εἰρηκέναι.

Αὐτίκα γοῦν ἐν τῇ πρώτῃ φωνῇ τοῦ νόμου φαίνεται καὶ ἑαυτῷ αὐτοὺς ὁμοίως λέγων. οὕτως γέγραπται, ὡς ὅτι τῷ πρώτῳ ἀνθρώπῳ, ἐντολὴν ἔχοντι παρὰ τοῦ Θεοῦ, ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φαγεῖν, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ φαγεῖν, ὁ ὄφις διὰ τῆς γυναικὸς ἐπὶ ὑποσχέσει τοῦ γενέσθαι αὐτοὺς θεοὺς φαγεῖν αὐτοὺς πείσας, ἀναβλέψαι ἐποίησεν καὶ εἶθ’ οὕτως ὁ Θεὸς ἀναβλέψασιν αὐτοῖς ἔφη· ἰδοὺ γέγονεν Ἀδὰμ, ὡς εἶς ἡμῶν. ὁ μὲν οὖν ὄφις εἰπών· ἔσεσθε ὡς θεοί, ὡς ὄντων θεῶν εἰρηκὼς φαίνεται· ταύτῃ μᾶλλον ᾗ καὶ Θεὸς ἐπεμαρτύρησεν εἰπών· ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἶς ἡμῶν. οὕτως ὁ τοὺς πολλοὺς εἰπὼν ὄφις εἶναι θεοὺς οὐκ ἐψεύσατο. πάλιν τὸ γεγράφθαι· θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς, πολλοὺς σημαίνει θεοὺς, οὕς οὐδὲ κακολογεῖσθαι θέλει. ἀλλὰ καὶ ἄλλοθί που γέγραπται· εἰ ἐτόλμησεν Θεὸς ἕτερος εἰσελθεῖν, καὶ λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους, ὡς ἐγὼ κύριος ὁ Θεός. τὸ εἰπεῖν, εἰ ἐτόλμησεν Θεὸς ἕτερος, ὡς ὄντων ἑτέρων εἴρηκεν. καὶ ἄλλοτε· Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ὡς τῶν μὴ πεποιηκότων ἀπόλλυσθαι μελλόντων. καὶ ἄλλῃ

που λέγει· ἔπεχε σεαυτῷ, μὴ πορευθεὶς λατρεύσῃς θεοῖς ἑτέροις, οἷς οὐκ ᾔδεισαν οἱ πατέρες σου, ὡς ὄντων θεῶν ἑτέρων, οἷς καὶ μὴ ἐξακολουθεῖν αὐτοὺς λέγει. καὶ πάλιν· ὀνόματα θεῶν ἑτέρων οὐκ ἀναβήσεται ἐπὶ τῶν χειλέων σου. καὶ ἐνταῦθα πολλοὺς θεοὺς λέγει, ὧν τὰ ὀνόματα ὀνομάζεσθαι οὐ θέλει. καὶ πάλιν γέγραπται· Κύριος ὁ Θεός σου, οὕτος Θεὸς τῶν θεῶν. καὶ πάλιν· τίς ὅμοιός σοι, κύριε, ἐν θεοῖς καὶ πάλιν· Θεὸς θεῶν κύριος. καὶ πάλιν· ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει. ὅθεν θαυμάζω πῶς τοσούτων φωνῶν ἐγγράφως μαρτυρουσῶν πολλοὺς εἶναι θεοὺς, σὺ διαβεβαίωσαι μὴ δεῖν μήτε λέγειν μήτε εἶναι νομίζειν. λοιπὸν πρὸς τὰ σαφῶς ῥηθέντα τί ἔχεις εἰπεῖν, ἐπὶ πάντων λέγε.

Καὶ ὁ Πέτρος ἔφη· συντομώτερον ἄκουε πρὸς ἅ εἴρηκας. αὐτὸς ὁ νόμος ὁ πολλάκις εἰπὼν θεοὺς αὐτὸς τῷ Ἰουδαίῳ ὄχλῳ λέγει· ἰδοὺ κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς τοῦ οὐρανοῦ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς, συμπεριλαβὼν, ὅτι εἰ καί εἰσιν θεοὶ, ὑπ᾽ αὐτόν εἰσιν, τουτέστιν ὑπὸ τὸν Ἰουδαίων Θεόν. καὶ πάλιν· ὅτι κύριος ὁ Θεός σου, οὕτος Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ ἐκ ἐστιν ἄλλος πλὴν αὐτοῦ. καὶ ἄλλῃ που λέγει ἡ γραφὴ τῷ Ἰουδαίων ὄχλῳ· Κύριος ὁ Θεός σου, οὗτος Θεὸς τῶν θεῶν, ὥσπερ ὅτι εἰ καί εἰσιν θεοὶ, ὑπὸ τὸν Ἰουδαίων Θεόν εἰσιν. καὶ ἄλλῃ που περὶ αὐτοῦ λέγει ἡ γραφή· ὁ Θεὸς ὁ μέγας καὶ ἀληθινὸς, ὅς οὐ λαμβάνει εἰς πρόσωπον, οὐδὲ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν ὀρφανῷ καὶ χήρᾳ. μέγαν δὲ καὶ ἀληθινὸν καὶ κρίσιν ποιοῦντα τὸν Ἰουδαίων ἡ γραφὴ εἰποῦσα Θεὸν, τοὺς ἄλλους μικροὺς καὶ οὐκ ἀληθινοὺς ἐσήμανεν. ἀλλὰ καὶ ἄλλῃ που λέγει ἡ γραφή· ζῶ ἐγὼ, λέγει κύριος, οὐκ ἔστιν Θεὸς ἕτερος πλὴν ἐμοῦ. ἐγὼ πρῶτος, ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ Θεὸς οὐκ ἔστιν. καὶ πάλιν· Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις. καὶ πάλιν· ἄκουε Ἰσραήλ, κύριος ὁ Θεὸς ἡμῶν κύριος εἷς ἐστιν. καὶ ὁμῶς πολλαὶ φωναὶ μεθ᾽ ὅρκου ἐπισφραγίζουσιν, ὅτι εἷς ἐστιν ὁ Θεὸς, καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν Θεός. ὅθεν θαυμάζω, πῶς τοσούτων μαρτυρουσῶν φωνῶν ἕνα εἶναι Θεὸν, σὺ πολλοὺς εἶναι λέγεις.

Καὶ ὁ Σίμων· ὁ λόγος τὴν ἀρχὴν ἦν μοι πρὸς σέ, ἀπὸ γραφῶν ἐλέγξαι σε, ὅτι ψεύδῃ, λέγων μὴ αὐτὰ δεῖν φθέγγεσθαι θεούς. ὅθεν πολλὰς ἐγγράφους ἔδειξα φωνὰς, ὅτι αὐταὶ αἱ θείαι

γραφαὶ πολλοὺς φθέγγονται θεούς. καὶ ὁ Πέτρος· αὐταὶ αἱ πολλοὺς φθεγγόμεναι θεοὺς γραφαὶ, αὐταὶ παρήνεσαν ἡμῖν εἰποῦσαι· ὀνόματα θεῶν ἑτέρων οὐκ ἀναβήσεται ἐπὶ τῶν χειλέων σου. οὕτως οὐ παρὰ τὸ γεγραμμένον ἔφην, ὦ Σίμων. καὶ ὁ Σίμων· ἄκουσον πρὸς αὐτὸ καὶ σὺ , ὦ Πέτρε. ἁμαρτάνειν μοι δοκεῖς, ὅτι αὐτῶν καταλέγεις, τῆς γραφῆς λεγούσης· οὐ κακολογήσεις, καὶ ἄρχοντας τοῦ λαοῦ οὐ κακῶς ἐρεῖς. καὶ ὁ Πέτρος· οὐχ ἁμαρτάνω, Σίμων, ἀκολούθως ταῖς γραφαῖς τὴν ἀπώλειαν αὐτῶν προσημαίνων· οὕτω γὰρ γέγραπται· θεοὶ οἵ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν· καὶ τοῦτο εἰπὼν οὐχ ὡς ἐνίων πεποιηκότων, καὶ μὴ ἀπολλυμένων, ὡς ἑρμήνευσας. δηλοῦται γὰρ εἷς ὁ πεποιηκὼς τῷ ἀπαρχῆς γεγράφθαι· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. καὶ οὐκ εἶπεν οἱ θεοί. καὶ ἄλλῃ που λέγει ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. καὶ ἐν ἑτέρῳ γέγραπται· οἱ οὐρανοὶ αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς εἰς τὸν αἰῶνα.

Καὶ ὁ Σίμων ἔφη· πρὸς τὸ ἐμὲ δεῖξαι πολλοὺς εἶναι θεοὺς ἀπὸ τῶν γραφῶν, ἃς σαφεῖς παρέστησα, σὺ δὲ τὰς αὐτὰς ἢ καὶ πλείονας φωνὰς ἀπὸ τῶν αὐτῶν γραφῶν ἐνήνοχας, δεικνύων ὅτι εἷς ἐστιν Θεὸς, καὶ οὗτος Ἰουδαίων. καὶ πρὸς τὸ εἰπεῖν με, οὐ δεῖ κακολογεῖν θεοὺς, ἐπήγαγες πρὸς τὸ δεῖξαι, ὅτι εἷς ἐστιν ὁ πεποιηκὼς, ὅτι οἱ μὴ πεποιηκότες ἀπολέσθαι ἔχουσιν. πρὸς δὲ τὸ εἰπεῖν με, ὅτι δεῖ θεοὺς λέγειν, καθ᾽ ὅ καὶ αἱ γραφαὶ αὐτοὺς λέγουσιν, καὶ πρὸς τούτοις ἔδειξας, ὅτι μὴ δεῖ αὐτῶν ὀνόματα φθέγγεσθαι, τῷ τὴν αὐτὴν γραφὴν εἰπεῖν, ὀνόματα θεῶν ἑτέρων μὴ φθέγγεσθαι. ἐπεὶ οὖν αὐταὶ αἱ γραφαὶ πολλοὺς λέγουσιν εἶναι θεοὺς, καὶ ἄλλοτε ἕνα μόνον εἶναι, καὶ ὁτὲ μὲν μὴ κακολογεῖσθαι, ὁτὲ δὲ κακολογεῖσθαι, πρὸς τοῦτο τί δεῖ λογίσασθαι, ἢ ὅτι αὐταὶ ἡμᾶς αἱ γραφαὶ πλανῶσιν ;

Καὶ ὁ Πέτρος ἔφη· οὐ πλανῶσιν, ἀλλ᾽ ἐλέγχουσιν, καὶ εἰς φανερὸν ἄγουσιν τὴν ἐν ἑκάστῳ κατὰ τοῦ Θεοῦ ἐνδομυχοῦσαν ὥσπερ ὄφεως κακὴν προαίρεσιν. πολλοῖς γὰρ καὶ διαφόροις τύποις ἐοικυῖαι πρόκεινται. ἕκαστος οὖν κηρῷ ἐοικυῖαν τὴν αὑτοῦ προαίρεσιν ἔχων, περιβλεψάμενος αὐτὰς καὶ πάντα εὑρὼν ἐν αὐταῖς, ὁποῖον Θεὸν εἶναι λέγει, τὴν ὡς ἔφην κηρῷ ἐοικυῖαν προαίρεσιν ἐπιβαλὼν ἀπομάσσεται. ἐπεὶ οὖν ὅ τι ἄν βούλεταί τις περὶ Θεοῦ

φρονεῖν, ἐν αὐταῖς εὑρίσκει, τούτου χάριν ὁ μὲν πολλῶν θεῶν εἰδέας ἀπομάσσεται ἀπ᾽ αὐτῶν, καὶ ἡμεῖς τὴν τοῦ ὄντος ἀπεμαξάμεθα εἰδέαν, ἐκ τῆς ἡμετέρας μορφῆς τὸν ἀληθῆ ἐπιγνόντες τύπον. ἀλλὰ καὶ ἡ ἔνδοθεν ἡμῶν ψυχὴ τὴν αὐτοῦ εἰκόνα πρὸς ἀθανασίαν ἠμφίεσται. ταύτης τὸν γεννήτορα ἐὰν καταλίπω, δικαίᾳ κρίσει καὶ αὐτή με καταλιπεῖν ἔχει, αὐτῷ τολμήματι γνωρίσασα ἄδικον, καὶ ὡς ἀπὸ δικαίου δικαίως καταλείψει με καὶ οὕτως τὴν ψυχὴν μετὰ κόλασιν, τῆς ἀπ᾽ αὐτῆς ἀπολειφθεὶς βοηθείας, φθαρήσομαι· εἰ δὲ ἔστιν ἕτερος, πρῶτον ἐνδυσάτω ἑτέραν εἰδέαν, ἑτέραν μορφήν, διὰ τῆς τοῦ σώματος καινῆς μορφῆς τὸν καινὸν ἐπιγνῶν Θεόν. εἰ δὲ καὶ τὴν μορφὴν ἀλλάξῃ, μή τι καὶ τῆς ψηχῆς τὴν οὐσίαν; εἰ δὲ καὶ ἀλλάξῃ, οὐκ ἔτι ἐγώ εἰμι, ἄλλος γενόμενος καὶ μορφῇ καὶ οὐσίᾳ. ἄλλους οὖν πλαττέτω, εἰ ἄλλος ἐστίν. οὐκ ἔστιν δέ. εἰ δὲ ἦν, ἔπλασεν ἄν. ἐπεὶ οὖν οὐκ ἔπλασεν, ὡς οὐκ ὢν τὸν ὄντα τῷ ὄντι καταλιπέτω. οὐδεὶς γάρ ἐστιν, ἢ μόνῃ γνώμῃ Σίμωνος. ἐγὼ ἄλλον Θεὸν οὐ παραδέχομαι, πλὴν τὸν κτίσαντά με μόνον.

Καὶ ὁ Σίμων· ἐπεὶ πυκνότερόν σε ὁρῶ τὸν λόγον ποιούμενον ὑπὲρ τοῦ πλάσαντός σε Θεοῦ, μάθε παρ᾽ ἐμοῦ, πῶς καὶ εἰς αὐτὸν ἀσεβεῖς. οἱ πλάσαντες δύο φαίνονται, ὡς ἡ γραφὴ λέγει· καὶ εἶπεν ὁ Θεός, ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν ἡμετέραν. τὸ ποιήσωμεν δύο σημαίνει, ἢ πλείονας, πλὴν οὐχ ἕνα.

Καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἷς ἐστιν ὁ τῇ αὐτοῦ σοφίᾳ εἰπών· ποιήσωμεν ἄνθρωπον. ᾗ δὲ σοφίᾳ ὥσπερ ἰδίῳ πνεύματι αὐτὸς ἀεὶ συνέχαιρεν. ἥνωται μὲν ὡς ψυχὴ τῷ Θεῷ, ἐκτείνεται δὲ ἀπ᾽ αὐτοῦ, ὡς χεὶρ, δημιουργοῦσα τὸ πᾶν. διὰ τοῦτο δὲ καὶ εἷς ἄνθρωπος ἐγένετο, ἀπ᾽ αὐτοῦ δὲ προῆλθεν καὶ τὸ θῆλυ. καὶ μία οὖσα τῷ γένει δυάς ἐστιν. κατὰ γὰρ ἔκτασιν καὶ συστολὴν ἡ μονὰς δυὰς εἶναι νομίζεται. ὥστε ἑνὶ Θεῷ, ὡς γονεῦσιν, ὀρθῶς ποιῶ τὴν πᾶσαν προσαναφέρων τιμήν. καὶ ὁ Σίμων ἔφη τί δοὺ εἰ καὶ αἱ γραφαὶ ἑτέρους θεοὺς λέγουσιν, οὐ παραδέξῃ;

Καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἴτε αἱ γραφαὶ εἴτε πρὸφήται θεοὺς λέγουσιν, εἰς πειρασμὸν τῶν ἀκουόντων λέγουσιν. οὕτω γὰρ γέγραπται· ἐὰν ἀναστῇ ἐν σοὶ προφήτης, διδούς σοι σημεῖα καὶ τέρατα, καὶ ἔλθῃ τότε σημεῖον ἐκεῖνο καὶ τὸ τέρας, ἐρεῖ δέ σοι, πορευθέντες λατρεύσωμεν θεοῖς ἑτέροις, οἷς οὐκ ᾔδεισαν οἱ πατέρες

σου, οὐκ ἀκούσεσθε τοῦ προφήτου ἐκείνου· ἐν πρώτοις ἔστωσαν αἱ χεῖρές σου λιθοβολῆσαι αὐτόν. ἐπείρασεν γάρ σε ἀποστῆναι ἀπὸ κυρίου τοῦ Θεοῦ σου. ἐὰν δὲ εἴπῃς ἐν τῇ καρδίᾳ σου· πῶς ἐποίησεν τὸ σημεῖον ἐκεῖνο ἢ τὸ τέρας, γινώσκων γνώσῃ, ὅτι ὁ πειράζων ἐπείραζεν, εἰδέναι, εἰ φοβῇ κύριον τὸν Θεόν σου. ὅτι δὲ ὁ πειράζων ἐπείραζεν, εἴρητο, ἑτέρως δὲ μετὰ τὴν εἰς Βαβυλῶνα μετοικεσίαν φαίνεται. οὐ γὰρ ἄν ὁ τὰ πάντα γινώσκων Θεὸς, ὡς ἐκ πολλῶν ἔστιν δεῖξαι, ἐπείρασεν, ἵνα γνῷ αὐτὸς, ὁ τὰ πάντα προγινώσκων. εἰ δὲ βούλῃ, περὶ τούτου λόγον ποιησώμεθα, καὶ δείξω προγινώσκοντα τὸν Θεόν. τὸ δὲ ἀγνοεῖν αὐτὸν ψεῦσμα ὄν, καὶ τοῦτο πρὸς πειρασμὸν γραφὲν ἀποδέδεικται. οὕτως ἡμεῖς, ὦ Σίμων , οὔτε ἀπὸ γραφῶν οὔτε ὑφ᾽ ἑτέρου τινὸς σκανδαλισθῆναι δυνάμεθα· οὔτε πολλοὺς θεοὺς ἀποδέξασθαι ἀπατώμεθα, οὐδὲ λόγῳ τινὶ κατὰ τοῦ Θεοῦ λεγομένῳ συντιθέμεθα.

Ἴσμεν γὰρ καὶ αὐτοὶ ἀπὸ τῶν γραφῶν ἀγγέλους θεοὺς λεχθέντας, λέγω δὲ ὡς ὁ ἐπὶ τῆς βάτου λαλήσας, καὶ τῷ Ἰακὼβ παλαίσας· ἀλλὰ καὶ τὸν γεννώμενον Ἐμμανουήλ καὶ τὸν λεγόμενον Θεὸν ἰσχυρόν. ἀλλὰ μὴν καὶ Μωυσῆς θεὸς Φαραὼ ἐγενήθη, τῷ δὲ ὄντι ἄνθρωπος ἦν. ἔτι δὲ καὶ τὰ εἴδωλα τῶν ἐθνῶν. ἡμῖν δὲ εἶς Θεὸς, εἷς ὁ τὰς κτίσεις πεποιηκὼς καὶ διακοσμήσας τὰ πάντα· οὗ καὶ ὁ Χριστὸς υἱός, ᾧ πειθόμενοι ἀπὸ τῶν γραφῶν τὰ ψευδῆ ἐπιγινώσκομεν. ἔτι δὲ καὶ ἐκ πατέρων ἐφοδιαζόμενοι τῶν γραφῶν τὰ ἀληθῆ ἕνα μόνον οἴδαμεν τὸν πεποιηκότα τούς τε οὐρανοὺς καὶ τὴν γῆν, Θεὸν Ἰουδαίων καὶ πάντων τῶν σέβειν αὐτὸν αἱρουμένων. τοῦτον καὶ θεοφιλεῖ λογισμῷ ἀληθὲς ὃν δογματίσαντες οἱ πατέρες παρέδωσαν ἡμῖν, ἵνα εἰδῶμεν, ὅτι εἴ τι κατὰ τοῦ Θεοῦ λέγεται, ψεῦδός ἐστιν. ἀλλὰ καὶ ὑπερβαλλόντως τι ἐρῶ· εἰ τοῦτο οὕτως ὡς ἔφην οὐκ ἔχει, ἐμοὶ γένοιτο καὶ τοῖς ἀληθὲς ἀγαπῶσιν, περὶ εὐφημίας τοῦ πεποιηκότος ἡμᾶς Θεοῦ κινδυνεύειν.

Ταῦτα ὁ Σίμων ἀκούσας ἔφη· ἐπειδὴ καὶ τέρατα διδόντι προφήτῃ, ἄλλον δὲ θεὸν δεῖν πιστεύειν, μετὰ τοῦ εἰδέναι ὅτι καὶ θάνατον ὀφείλει, οὐκοῦν καὶ ὁ διδάσκαλός σου σημεῖα καὶ τέρατα δεδωκὼς εὐλόγως ἀνῃρέθη. καὶ ὁ Πέτρος ἀπεκρίθη· ὁ κύριος ἡμῶν οὔτε θεοὺς εἶναι ἐφθέγξατο παρὰ τὸν κτίσαντα τὰ πάντα, οὔτε αὐτὸν θεὸν εἶναι ἀνηγόρευσεν,

υἱὸν δὲ Θεοῦ τοῦ τὰ πάντα διακοσμήσαντος τὸν εἰπόντα αὐτὸν εὐλόγως ἐμακάρισεν. καὶ ὁ Σίμων ἀπεκρίνατο· οὐ δοκεῖ σοι οὖν τὸν ἀπὸ Θεοῦ θεὸν εἶναι; καὶ ὁ Πέτρος ἔφη· πῶς τοῦτο εἶναι δύναται, φράσον ἡμῖν. τοῦτο γὰρ ἡμεῖς εἰπεῖν σοι οὐ δυνάμεθα, ὅτι μὴ ἠκούσαμεν παρ᾽ αὐτοῦ.

Πρὸς τούτοις δὲ, τοῦ πατρὸς τὸ μὴ γεγεννῆσθαί ἐστιν, υἱοῦ δὲ τὸ γεγεννῆσθαι· γεννητὸν δὲ ἀγεννήτῳ ἢ καὶ αὐτογεννήτῳ οὐ συγκρίνεται. καὶ ὁ Σίμων ἔφη· εἰ καὶ τῇ γενέσει οὐ ταυτόν ἐστιν; καὶ ὁ Πέτρος ἔφη· ὁ μὴ κατὰ πάντα τὸ αὐτὸ ὤν τινι τὰς αὐτὰς αὐτῷ πάσας ἔχειν προσωνυμίας οὐ δύναται. καὶ ὁ Σίμων· τοῦτο λέγειν ἐστὶν οὐκ ἀποδεικνύειν. καὶ ὁ Πέτρος· διὰ τί οὐ νοεῖς, ὅτι ὁ μὲν αὐτογέννητον τυγχάνει ἤ καὶ ἀγέννητον, τὸ δὲ γεννητὸν ὄν τὸ αὐτὸ λέγεσθαι οὐ δύναται, οὐδ᾽ ἂν τῆς αὐτῆς οὐσίας ὁ γεγεννημένος τὸ γεγεννηκότι. ἀλλὰ καὶ τοῦτο μάθε· τὰ ἀνθρώπων σώματα ψυχὰς ἔχει ἀθανάτους, τὴν τοῦ Θεοῦ πνοὴν ἠμφιεσμένας, καὶ ἐκ τοῦ Θεοῦ προελθοῦσαι τῆς μὲν αὐτῆς οὐσίας εἰσὶ, θεοὶ δὲ οὐκ εἰσίν. εἰ δὲ θεοί εἰσι, τούτῳ τῷ λόγῳ πάντων ἀνθρώπων, τῶν τε ἀποθανόντων καὶ ζώντων καὶ γεννηθησομένων αἱ ψυχαὶ τυγχάνουσιν. εἰ δὲ προσφιλονεικῶν μοι ἐρεῖς, καὶ αὐτὰς θεοὺς εἶναι, καὶ τί τοῦτο ἔτι μέγα καὶ Χριστῷ, τῷ Θεῷ λέγεσθαι; τοῦτο γὰρ ἔχει, ὅ καὶ πάντες ἔχουσιν.

Ἡμεὶς Θεὸν λέγομεν , οὐ ἐστιν τὸ ἴδιον ἄλλῳ προςεῖναι μὴ δυνάμενον. ὥσπερ γὰρ ἄπειρος ὤν πανταχόθεν διὰ τοῦτο λέγεται ἀπέραντος, καὶ ἀνάγκη πᾶσα, ἑτέρου μὴ δυναμένου ὡς αὐτὸς ἀπείρῳ εἶναι, τὸ καλεῖσθαι ἀπέραντος, (εἰ δέ τις λέγει δυνατὸν εἶναι ψεύδεται· δύο γὰρ πανταχόθεν ἄπειρα συνυπάρχειν οὐ δύνανται· περαιοῦται γὰρ τὸ ἕτερον ὑπὸ τοῦ ἑτέρου), οὕτως φύσις ἐστὶν, ἕν εἶναι τὸ ἀγέννητον. εἰ δὲ ἐν σχήματί ἐστιν, καὶ οὕτως ἕν ἐστιν τὸ ἀσύγκριτον. διὰ τοῦτο καὶ ὕψιστος λέγεται, ὅτι πάντων ἀνώτερος ὤν τὰ πάντα αὐτῷ ὑποκείμενα ἔχει.

Καὶ ὁ Σίμων· μὴ γὰρ τοῦτό ἐστιν αὐτοῦ ἀπόῤῥητον ὄνομα, τὸ Θεὸς, ὅπερ πάντες λέγουσιν, ὅτι τοσοῦτον καὶ περὶ ὀνόματος διισχυρίζῃ, ἵνα μὴ ἄλλῳ δοθῇ; καὶ ὁ Πέτρος ἔφη· ἐπίσταμαι ὅτι τοῦτο οὐκ ἔστιν αὐτῷ τι ἀπόῤῥητον ὄνομα, ἀλλὰ τὸ κατὰ συνθήκην ἀνθρώπων λεγόμενον, ὅπερ εἰ ἑτέρῳ δώσεις, καὶ τὸ μὴ λεγόμενον

ἑτέρῳ προσάψεις, τῷ τῆς προαιρέσεως λόγῳ. τὸ λεγόμενον ὄνομα τοῦ μὴ λεγομένου πρόοδός ἐστιν. τούτῳ τῷ λόγῳ ἡ ὕβρις καὶ εἰς τὸ μήπω ῥηθὲν λογίζεται, ᾧ λόγῳ ἡ πρὸς τὸ ἐγνωσμένον τιμὴ εἰς τὸ μήπω ἐγνωσμένον ἀναφέρεται.

Καὶ ὁ Σίμων ἔφη· ἤθελον εἰδέναι Πέτρε, εἰ ἀληθῶς πιστεύεις, ὅτι ἡ ἀνθρώπου μορφὴ πρὸς τὴν ἐκείνου μορφὴν διατετύπωται. καὶ ὁ Πέτρος ἀληθῶς, ὦ Σίμων, οὕτως ἔχειν πεπληροφόρημαι. καὶ ὁ Σίμων· πῶς θάνατος τὸ σῶμα λύειν δύναται, σφραγίδι μεγίστῃ διατετυπωμένον; καὶ ὁ Πέτρος· Θεοῦ δικαίου ἐστὶν μορφή. ἐπὰν οὖν ἀδικεῖν ἄρξηται, ἡ ἐν αὐτῷ εἰδέα φεύγει, καὶ οὕτως τὸ σῶμα λύεται, ἵνα ἡ μορφὴ ἀφανὴς γένηται, ὅπως μὴ δικαίου Θεοῦ μορφὴν ἄδικον ἔχῃ σῶμα. ἡ μέντοι λύσις οὐ περὶ τὴν σφραγίδα γίνεται, ἀλλὰ περὶ τὸ σφραγισθὲν σῶμα. ἄνευ δὲ τοῦ σφραγίσαντος τὸ σφραγισθὲν οὐ λύεται. οὕτως ἄνευ κρίσεως οὐδὲ τὸ ἀποθανεῖν ἔξεστιν. καὶ ὁ Σίμων· τίς οὖν ἀνάγκη ἦν, τὴν τοιούτου μορφὴν τῷ ἀπὸ γῆς ἐγερθέντι δοῦναι ἀνθρώπῳ; καὶ ὁ Πέτρος· διὰ τὴν τοῦ πεποιηκότος Θεοῦ φιλανθρωπίαν γέγονεν, ἐπεὶ γὰρ τῷ κατ᾽ οὐσίαν λόγῳ πάντα κρείττονα τυγχάνει τῆς ἀνθρώπου σαρκός, λέγω δὴ τὸν αἰθέρα, τὸν ἥλιον, τὴν σελήνην, τοὺς ἀστέρας, τὸν ἀέρα, τὸ ὕδωρ, τὸ πῦρ, ἑνὶ λόγῳ καὶ τὰ λοιπὰ πάντα, ἅ τινα εἰς ὑπηρεσίαν ἀνθρώπου γενόμενα καὶ κατ᾽ οὐσίαν κρείττονα ὄντα ἡδέως ὑπομένει δουλεύειν τῷ κατ᾽ οὐσίαν χείρονι, διὰ τὴν τοῦ κρείττονος μορφήν. ὡς γὰρ οἱ πήλινον ἀνδριάντα βασιλέως τιμῶντες τὴν τιμὴν ἀναφερομένην ἔχουσιν εἰς ἐκεῖνον, οὗπερ ὁ πηλὸς τὴν μορφὴν τυγχάνει ἔχων, οὕτως καὶ ἡ πᾶσα κτίσις τῷ ἀπὸ γῆς γενομένῳ ἀνθρώπῳ χαίρουσα δουλεύει, εἰς τὴν ἐκείνου ἀφορῶσα τιμήν.

Ἰδέ, οἵῳ Θεῷ, Σίμων, ἀχαριστεῖν ἡμᾶς πεῖσαι θέλεις· καὶ βαστάζει σε ἡ γῆ, ἴσως δὲ ἰδεῖν βουλομένη, τίς σοι τὰ ὅμοια φρονεῖν τολμήσοι. πρῶτος γὰρ ἐτόλμησας, ὃ μηδεὶς ἐτόλμησεν, πρῶτος ἐφθέγξω, ἃ πρώτως ἠκούσαμεν. πρῶτοι καὶ μόνοι ἡμεῖς ἐπὶ τοιαύτῃ σου ἀσεβείᾳ τὴν ἄπειρον τοῦ Θεοῦ μακροθυμίαν ἱστορήσαμεν, καὶ οὐκ ἄλλου τινὸς, ἢ τοῦ κτίσαντος τὸν κόσμον, εἰς ὃν ἀσεβεῖν ἐτόλμησας. καὶ χάσματα γῆς οὐκ ἐγενήθη, καὶ πῦρ ἀπ᾽ οὐρανοῦ οὐ κατεπέμφθη, καὶ εἰς ἐμπρησμὸν ἀνδρῶν οὐκ ἐπεξῆλθεν, καὶ ὑετὸς οὐκ ἐπεσχέθη, καὶ θηρῶν πλῆθος ἀπὸ δρυμῶν οὐκ

ἐπέμφθη, καὶ ἐπ᾽ αὐτοὺς ἡμᾶς δἰ ἕνα ἁμαρτάνοντα ὡς ἐπὶ μοιχείας πνευματικῆς, τῆς κατὰ σάρκα χείρονος ὑπαρχούσης, ἡ Θεοῦ ὀργὴ ὀλέθριος οὐκ ἤρξατο. οὐ γάρ ἐστιν ὁ τότε ἐπεξελθὼν τὰ ἁμαρτήματα οὐρανοῦ καὶ γῆς κτίστης Θεός; ἐπεὶ καὶ νῦν τὰ μέγιστα βλασφημούμενος τὰ μέγιστα ἐπεξήρχετο. ἀλλὰ τοὐναντίον μακροθυμεῖ, εἰς μετάνοιαν καλεῖ, συντελοῦντα βέλη πρὸς συντέλειαν τῶν ἀσεβῶν ἐν τοῖς θησαυροῖς ἀποκείμενα ἔχων, ἅ τινα ἐπαφήσει ὡς ζῶα ἔμψυχα, ὅταν ἀνταποδοῦναι κρίσιν τοῖς ἐχθροῖς αὐτοῦ προκαθεσθῇ. διὸ φοβηθῶμεν Θεὸν δίκαιον, οὗ τὴν μορφὴν πρὸς τιμὴν τοῦ ἀνθρώπου βαστάζει σῶμα.