Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Ὄρθρου δὲ γενομένου εἰσιὼν ὁ Πέτρος ἔφη· ὁ μὲν Κλήμης μετὰ τῆς αὑτοῦ μητρὸς Ματτιδίας καὶ τῆς ἐμῆς γυναικὸς ἅμα ἐπὶ τοῦ ὀχήματος καθεζέσθωσαν. καὶ ὁμῶς οὕτως ἐγένετο. ὁρμώντων δὲ ἡμῶν τὴν ἐπὶ Βαλανίας ὁδὸν ἐπύθετό μου ἡ μήτηρ, πῶς ὁ πατὴρ διάγει. κἀγὼ ἔφην· ἐπὶ τὴν ζήτησίν σου καὶ τῶν διδύμων ἀδελφῶν μου Φαυστίνου τε καὶ Φαυστινιανοῦ ἐκβὰς ἀνεύρετός ἐστιν. οἶμαι δὲ ἐκ τοῦ πλείστου τελευτῆσαι αὐτόν, ἢ ναυφραγίῳ περιπεσόντα, ἢ ἐν ὁδῷ σφαλέντα, ἢ ὑπὸ λύπης μαρανθέντα. ἡ δὲ ἀκούσασα καὶ ἐπίδακρυς γενομένη ἐστέναξεν λυπηθεῖσα, τῇ δὲ πρὸς ἐμὲ εὑρέσει χαίρουσα τὴν ἐκ τῆς ὑπομνήσεως λύπην μετρίως ἀπήμβλυνεν. ὁμῶς οὖν κατηντήσαμεν εἰς Βαλανίας. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰς Πάλτον ἤλθομεν, κἀκεῖθεν εἰς Γάβαλαν· τῇ δὲ ἑτέρᾳ κατηντήσαμεν εἰς Λαοδίκειαν. καὶ ἰδοὺ πρὸ τῶν θυρῶν Νικήτης καὶ Ἀκύλας ἀπήντων ἡμῖν, καὶ καταφιλήσαντες ἦγον ἐπὶ τὴν ξενίαν.

ὁ δὲ Πέτρος καλὴν καὶ μεγάλην πόλιν ἰδών· ἄξιον, ἔφη, ἐνταῦθα ἡμερῶν ἐπιμεῖναι. ὡς γὰρ ἐπίπαν τὸ πλῆθος δυνατώτερόν ἐστιν τίκτειν τοὺς ζητουμένους. ὁ μὲν οὖν Νικήτης καὶ Ἀκύλας ἐπυνθάνοντό μου, τίς εἴη αὕτη ἡ ξένη γυνή. κἀγὼ ἔφην· ἐμὴ μήτηρ, ἥν ἐπιγνῶναί μοι ὁ Θεὸς διὰ Πέτρου τοῦ κυρίου μου ἐδωρήσατο.

Ταῦτά μου εἰπόντος, ὁ Πέτρος πάντα αὐτοῖς ἐπὶ κεφαλαίων ἐξέθετο, ὡς ἅμα αὐτοὺς προοδεῦσαι ἐγὼ Κλήμης τὸ ἐμὸν γένος αὐτῷ ἐξεθέμην, καὶ τῆς μητρὸς τὴν ἐκ τῆς τοῦ ὀνείρου πλαστῆς καὶ προφάσεως μετὰ τῶν διδύμων αὐτῆς τέκνων γενομένην ἀποδημίαν, ἔτι τε καὶ τοῦ πατρὸς τὴν ἐπὶ ζήτησιν αὐτῆς ἀποδημίαν· ἔπειτα καὶ ὡς αὐτὸς Πέτρος μετὰ τὸ ἀκοῦσαι ταῦτα εἰσελθὼν εἰς τὴν νῆσον καὶ τῇ γυναικὶ συντυχὼν καὶ προσαιτοῦσαν ἰδὼν καὶ τοῦ προσαιτεῖν τὴν αἰτίαν πυθόμενος, ἔγνω αὐτῆς γένος, ἀναστροφήν, τὸν πλαστὸν ὄνειρον, καὶ τῶν τέκνων τὰ ὀνόματα, ἐμοῦ τε τοῦ καταλειφθέντος παρὰ τῷ πατρὶ καὶ τῶν αὐτῇ συμπορευθέντων διδύμων τέκνων, καὶ οὕς ἐν βυθῷ ὑπενοεῖτο τεθνηκέναι.

Τούτων οὖν κεφαλαιωδῶς ῥηθέντων ὑπὸ Πέτρου, ὁ Νικήτης καὶ ὁ Ἀκύλας ἐκπλαγέντες ἔλεγον· ἆρά γε, δέσποτα καὶ κύριε τῶν ἀπάντων, τοῦτο ἀληθὲς ἢ ὄνειρός ἐστιν; καὶ ὁ Πέτρος ἔφη· εἰ μὴ κοιμώμεθα, ἀληθὲς τυγχάνει. οἱ δὲ βραχὺ μείναντες καὶ σύννοι γενόμενοι ἔφασαν· ἡμεῖς ἐσμεν Φαυστῖνος καὶ Φαυστινιανὸς, καὶ ἀπαρχῆς σου διαλεγομένου ἀλλήλοις ἐμβλέποντες πολλὰ περὶ ἑαυτῶν κατεστοχαζόμεθα, μὴ ἄρα οὐχ ἡμῖν διαφέρῃ τὰ λεγόμενα, λογιζόμενοι ὅτι πολλὰ παρόμοια γίνεται ἐν τῷ βίῳ· διὸ ἐσιωπῶμεν παλλόμενοι τὰς καρδίας. πρὸς δὲ τὸ τέλος τοῦ λεγομένου ἀποβλέψαντες, ὅτι ἡμῖν διαφέρει τὰ λεγόμενα, τότε αὑτοὺς ὁμολογήσαμεν. καὶ τοῦτο εἰπόντες μετὰ δακρύων ἐπεισῆλθον τῇ μητρὶ, καὶ κοιμωμένην εὑρόντες ἤδη περιπλέκεσθαι ἐβούλοντο. ὁ δὲ Πέτρος ἐκώλυεν αὐτοὺς εἰπών· ἐάσατέ με, προσαγάγω ὑμᾶς παραστῆσαι τῇ μητρί, μή πως ὑπὸ τῆς πολλῆς αἰφνιδίου χαρᾶς εἰς ἔκστασιν ἔλθοι φρενῶν, ἅτε δὴ κοιμωμένη καὶ τὸ πνεῦμα ὑπὸ τοῦ ὕπνου ἀπησχολημένον ἔχουσα.

Ὁμῶς ἐπεὶ κόρον ἔσχεν ὕπνου, διεγερθείσῃ τῇ μητρὶ ὁ Πέτρος ἤρξατο προσαγαγὼν λέγειν· γινώσκειν σε θέλω, γύναι, τῆς

ἡμετέρας θρησκείας τὴν πολιτείαν. ἡμεῖς ἕνα Θεὸν σέβομεν, τὸν πεποιηκότα ὃν ὁρᾷς κόσμον, καὶ τούτου φυλάσσομεν τὸν νόμον, περιέχοντα ἐν πρώτοις, αὐτὸν σέβειν μόνον καὶ τὸ αὐτοῦ ἁγιάζειν ὄνομα, τιμᾶν τε γονεῖς, καὶ σωφρονεῖν, βιοῦν τε ἡδέως. πρὸς τούτοις δὲ ἀδιαφόρως μὴ βιοῦντες τραπέζης ἐθνῶν οὐκ ἀπολαύομεν, ἅτε δὴ οὐδε συνεστιᾶσθαι αὐτοῖς δυνάμενοι, διὰ τὸ ἀκαθάρτως αὐτοὺς βιοῦν. πλὴν ὁπόταν αὐτοὺς πείσωμεν τὰ τῆς ἀληθείας φρονεῖν τε καὶ ποιεῖν, βαπτίσαντες αὐτοὺς τρισμακαρίᾳ τινὶ ἐπονομασίᾳ, τότε αὐτοῖς συναλιζόμεθα. ἐπεὶ οὐδ’ ἂν πατὴρ ἢ μήτηρ τυγχάνῃ, ἢ γυνὴ, ἢ τέκνον, ἢ ἀδελφὸς, ἢ ἄλλος τις ἐκ φύσεως στοργὴν ἔχων, συνεστιᾶσθαι αὐτῷ τολμᾶν δυνάμεθα. θρησκείᾳ γὰρ διαφερόντως τοῦτο ποιοῦμεν. μὴ οὖν ὕβριν ἡγήσῃ τὸ μὴ συνεστιᾶσθαί σοι τὸν υἱὸν, μέχρις ἂν τὰ αὐτὰ φρονῇς καὶ ποιῆς.

Ἡ δὲ ἀκούσασα ἔφη· τί οὖν κωλύει με σήμερον βαπτισθῆναι; ἥ τις πρὸ τοῦ σε ἰδεῖν τοὺς λεγομένους θεοὺς ἀπεστράφην, λογισμῷ τούτῳ, ὅτι πολλὰ σχεδὸν καθ᾽ ἡμέραν θυούσῃ αὐτοῖς ἐν ταῖς ἀνάγκαις οὐ παρεστάθησάν μοι περὶ δὲ μοιχείας τι δεῖ καὶ λέγειν; ὁπότε οὐδ’ ὅτε ἐπλούτουν, τρυφή με τοῦτο ἠπάτησεν, οὐδ’ ἡ μετὰ ταύτην πενία ἐπὶ τοῦτο ἐλθεῖν ἀναγκάσαι δεδύνηται, ἀντιποιουμένην μου τῆς σωφροσύνης ὡς μεγίστου κάλλους, ἧς ἕνεκα εἰς τοσαύτην ἦλθον περίστασιν. ἀλλ᾽ οὐδ᾽ οἶμαί σε, κύριέ μου Πέτρε, ἀγνοεῖν, ὅτι ἡ πλείων ἐπιθυμία ἐξ εὐθυμιῶν γίνεται. ὅθεν ἐγὼ ἐν εὐθυμίᾳ σωφρονήσασα, ἐν δυσθυμίᾳ πρὸς ἡδονὰς ἐμαυτὴν οὐκ ἀποδίδωμι. ἀλλὰ μηδὲ νῦν μου κακεχίας ἀπηλλάχθαι νομίσῃς τὴν ψυχήν, τὴν ποσῶς παραμυθίας τυχοῦσαν διὰ τὴν Κλήμεντος ἐπίγνωσιν. ἀντεισερχομένη γὰρ ἡ ἐκ τῶν δύο τέκνων μου ἀθυμία καὶ τὴν ποσῶς ἀμαυροῖ χαράν. παρακαλέσομαι γὰρ περὶ αὐτῶν ὅτι ἐν θαλάσσῃ διεφώνησαν, ἀλλ᾽ οὐχ ὅτι πρὸς τούτοις ἐκτὸς τειχῶν θρησκείας Θεοῦ φθαρέντες τὰ σώματα καὶ τὰς ψυχὰς ἀπώλοντο. ὁ δὲ τούτων πατὴρ, ἐμὸς δὲ σύμβιος, ὡς παρὰ Κλήμεντος ἔμαθον, ἐπί τε τὴν ἐμὴν καὶ τὴν τῶν υἱῶν ζήτησιν ἐκβάς, τοσούτοις ἔτεσιν ἀφανής ἐστιν· πάντως δὲ ἐτελεύτησεν. καὶ γὰρ ὁ ταλαίπωρος ὑπὸ σωφροσύνης με ἀγαπῶν φιλότεκνος ἦν. ὅθεν πάντων ἡμῶν ὑπὲρ πάντα αὐτῷ ἠγαπημένων στερηθεὶς ὁ γέρων ὑπὸ μεγίστης ἀθυμίας διεφώνησεν.

Τῆς μητρὸς ταῦτα λεγούσης, κατὰ τὴν Πέτρου παραίνεσιν,

ἀκούοντες οὐκέτι στέγειν ἐδύναντο οἱ παῖδες, ἀλλ᾽ ἐγερθέντες περιεπλέκοντο αὐτῇ, πολλὰ δακρύοντες καὶ καταφιλοῦντες. ἡ δὲ ἔφη· τί θέλει τοῦτο εἶναι; καὶ ὁ Πέτρος ἀπεκρίνατο παράστησον, ὦ γύναι, γενναίως τὸν νοῦν σου, ὅπως τῶν σῶν ἀπολαύσῃς τέκνων. οὗτοι γάρ εἰσιν Φαυστῖνος καὶ Φαυστινιανὸς, οἱ υἱοί σου, οὓς ἐν βυθῷ τεθνάναι ἔλεγες. πῶς δὲ ζῶσιν, ἐπί σου θανόντες ἐν τῇ χαλεπωτάτῃ ἐκείνῃ νυκτὶ, καὶ πῶς νῦν ὁ μὲν αὐτῶν Νικήτης λέγεται, ὁ δὲ Ἀκύλας, αὐτοί σοι εἰπεῖν δυνήσονται, σύν σοι γὰρ ἡμεῖς μαθεῖν ἔχομεν. ταῦτα τοῦ Πέτρου εἰπόντος, ἡ μήτηρ χαρεῖσα σφόδρα ὑπ᾽ ἐκλύσεως ὀλίγου διεφώνει. ὅτε δὲ αὐτὴν ἀνεκτησάμεθα, ἐκαθέσθη, καὶ ἑαυτῆς γενομένη ἔφη παρακαλῶ, τέκνα μου ποθεινά, εἴπατε ἡμῖν τὰ μετὰ τὴν χαλεπὴν ἐκείνην νύκτα συμβάντα ὑμῖν.

Καὶ ὁ Νικήτης, τοῦ λοιποῦ Φαυστῖνος, ἤρξατο λέγειν. τῆς αὐτῆς ἐκείνης νυκτὸς τοῦ πλοίου, ὡς οἶσθα, διαλυομένου, ἡμᾶς ἄνδρες τινὲς ἐν τῷ βυθῷ λῃστεύειν μὴ φοβούμενοι ἀνείλαντο, καὶ ἐν σκάφῃ θέντες καὶ κώπαις ἐλαύνοντες ὁτὲ μὲν παρὰ γῆν ἔφερον, ὁτὲ δὲ καὶ τροφὰς μεταπεμπόμενοι εἰς τὴν Στράτωνος ἦγον Καισάρειαν· κἀκεῖ δακρύοντας ἡμᾶς λιμῷ, φόβῳ τε καὶ πληγαῖς, ὅπως μή τι προπετὲς λαλήσωμεν τῶν αὐτοῖς μὴ δοκούντων, ἔτι δὲ καὶ τὰ ὀνόματα ἡμῶν ἀλλάξαντες, πωλῆσαι ἠδυνήθησαν. γυνὴ δέ τις Ἰουδαίοις προσήλυτος, ἀξιόλογος πάνυ, ὀνόματι Ἰοῦστα, ὠνησαμένη ἡμᾶς εἰς τέκνων ἐφύλαττεν τόπον, καὶ πάσῃ ἑλληνικῇ παιδείᾳ μετὰ σπουδῆς ἐξεπαίδευσεν. ἡμεῖς δὲ ἐφ᾽ ἡλικίας ἔμφρονες γενόμενοι καὶ τὴν θρησκείαν ἠγαπήσαμεν, καὶ τὰ τῆς παιδείας ἐφιλοπονήσαμεν, ὅπως πρὸς τὰ λοιπὰ ἔθνη διαλεγόμενοι ἐλέγχειν αὐτὰ περὶ πλάνης δυνώμεθα. ἀλλὰ καὶ τὰ φιλοσόφων ἠκριβώσαμεν, ἐξαιρέτως δὲ τὰ ἀθεώτατα, λέγω δὴ τὰ Ἐπικούρου καὶ Πύῤῥωνος, ἵνα μᾶλλον ἀνασκευάζειν δυνώμεθα.

Σίμωνι δέ τινι μάγῳ σχεδόν σύντροφοι γενόμενοι, φιλίας ὁδῷ ἀπατηθῆναι ἐκινδυνεύσαμεν. ἔστιν δέ τις περὶ ἀνθρώπου τινὸς λόγος, οὗ φανέντος ἐν βασιλείᾳ τῶν θεοσεβησάντων ὄχλος ἀθανάτως καὶ ἀλύπως βιῶσαι ἔχει· ὅμως ταῦτα μέν σοι, μῆτερ, ἐπὶ καιροῦ ἀκριβέστερον ἐκτελήσεται. πλὴν μέλλουσιν ἡμῖν ἀπατᾶσθαι ὑπὸ τοῦ Σίμωνος ἑταῖρός τις τοῦ κυρίς ἡμῶν Πέτρου, Ζακχαῖος λεγόμενος, προσηκάμενος ἐνουθέτησεν μὴ ἀπατηθῆναι τῷ μάγῳ, ἐπελθόντι δὲ

τῷ Πέτρῳ προσήγαγεν, ὅπως ἡμᾶς πληροφορήσας πείσῃ περὶ τῶν τῇ θεοσερείᾳ διαφερόντων. διὸ καί σε, μῆτερ, εὐχόμεθα, ἵνα ὧν ἡμεῖς κατηξιώθημεν ἀγαθῶν, τούτων καὶ σὺ μεταλάβῃς ὅπως κοινῇ ἁλῶν καὶ τραπέζης μεταλαβεῖν δυνηθπῶμεν. αὕτη οὖν ἐστιν ἡ αἰτία, τεκοῦσα, δι᾽ ἐνόμιζες ἡμᾶς τεθνάναι, τῷ ἐκείνῃ τῇ χαλεπωτάτῃ νυκτὶ ὑπὸ πειρατῶν ἀρθῆναι ἐν πελάγει, σὲ δὲ νομίζειν ἡμᾶς ἀπολωλέναι.

Ταῦτα τοῦ Φαυστίνου εἰπόντος ἡ μήτηρ ἡμῶν προσέπεσεν τῷ Πέτρῳ, δεομένη καὶ ἀξιοῦσα, ὅπως αὐτήν τε καὶ τὴν ξενοδόχον αὐτῆς μεταπεμψάμενος ἐξαυτῆς βαπτίσῃ, ἵνα φησί, μηδεμία τις ἡμέρα ἄμοιρος γένηται, ἀφ᾽ ἧς τὰ ἐμαυτῆς ἀπέλαβον τέκνα, οὐν ᾗ μὴ συνεστιαθείην αὐτοῖς. ταυτὰ οὖν καὶ ἡμῶν τῇ μητρὶ συμπαρακαλεσάντων, ὁ Πέτρος ἔφη· τί νομίζετε, ἐγὼ μόνος ἄσπλαγχνός εἰμι, ὅτι μὴ βούλομαι ὑμᾶς συνεστιαθῆναι τῇ μητρὶ, βαπτίσας αὐτὴν σήμερον; ἀλλὰ κἂν μίαν ἡμέραν πρὸ τοῦ βαπτισθῆναι νηστεύσαι αὐτὴν δεῖ. καὶ ταῦτα ἐπεὶ ἁπλῶς τινα ὑπὲρ ἑαυτῆς ἐφθέγζατο λόγον, ὃν ἐγὼ τῆς πίστεως αὐτῆς ἱκανὸν ἑρηνέα συνεῖδον· ἐπεὶ πολλῶν ἡμερῶν αὐτὴν ἀφελληνισθῆναι ἔδει.

Κἀγὼ ἔφην· εἰπὲ ἡμῖν τίνα ἐφθέγξατο λόγον, ᾧ τὴν πίστν αὐτῆς ἐξέφηνεν. καὶ ὁ Πέτρος ἔφη· ἡ ἀξίωσις αὐτῆς τοῦ βαπτισθῆναι αὐτῇ τὴν ξενοδόχον εὐεργέτιν. οὐκ ἂν δὲ τοῦτο τῇ ὑπ᾽ αὐτῆς ποθουμένῃ δοθῆναι παρεκάλει, εἰ μὴ πρότερον αὐτὴ διετέθη ὡς ἐπὶ μεγάλῃ τῇ τοῦ βαπτίσματος δωρεᾷ. ὅθεν ἐγὼ πολλῶν καταγινώσκω, ὁπότ᾽ ἂν βαπτισθέντες καὶ πιστεύειν λέγοντες μηδὲν ἄξιον πίστεως ποιῶσι, μηδ᾽ οὓς ἀγαπῶσν, λέγω δὴ γυναῖκας αὑτῶν ἢ υἱοὺς ἢ φίλους, πρὸς τοῦτο προτρέπωνται εἰ γὰρ πεπιστεύκασιν ζωὴν αἰώνιον σὺν ἔργοις καλοῖς δωρεῖσθαι τὸν Θεὸν, ἀνυπερθέτως οὓς ἠγάπων προετρέποντο βαπτισθῆναι. ἀλλ᾽ ἐρεῖ τις ὑμῶν· ἀγαπῶσιν αὐτοὺς καὶ φροντίζουσιν αὐτῶν. τοῦτο εὔηθές ἐστιν. ἐπεὶ τί δή ποτε νοσοῦντας ὁρῶντες, ἢ ἀπαγομένους τὴν ἐπὶ θανάτῳ, ἢ ἄλλα τινὰ χαλεπὰ πάσχοντας, ὀδύρονται καὶ ἐλεῶσιν; οὕτως εἰ πεπιστεύκεισαν αἰώνιον πῦρ μένειν τοὺς τὸν Θεὸν μὴ σέβοντας, οὐκ ἂν ἐπαύσαντο νουθετοῦντες, ἢ καὶ ἀπειθοῦντας ὁρῶντες, ὡς περὶ ἀπίστων ὀδυνώμενοι, τὴν κατ᾽ αὐτῶν κόλασιν πεπληροφορημένοι. καὶ τὰ νῦν τὴν ξενοδόχον πέμψας ἀνακρινῶ, εἰ τὸν νόμον τὸν δι᾽ ἡμῶν ἀγαπᾶν αἱρεῖται· καὶ οὕτως ἀκολούθως ἃ δεῖ πράξομεν.

Ἡ δὲ μήτηρ ὑμῶν ἐπειδὴ πιστῶς διάκειται περὶ τοῦ βαπτίσματος, κἄν μίαν πρὸ τοῦ βαπτίσματος νηστευσάτω ἡμέραν. ἡ δὲ ὤμνυεν· δύο τῶν διελθουσῶν ἡμερῶν, τῇ γυναικὶ τὰ κατὰ τὸν ἀναγνωρισμὸν διηγουμένη, ὑπὸ τῆς πολλῆς χαρᾶς τροφῆς μεταλαβεῖν οὐκ ἠδυνήθην, ἢ ἐχθὲς μόνον βραχέος ὕδατος. ἐμαρτύρησέ τε τῷ ὅρκῳ ἡ γυνὴ Πέτρου λέγουσα· ἀληθῶς οὐκ ἐγεύσατο. καὶ ὁ Ἀκύλας, μᾶλλον δὲ τοῦ λοιποῦ Φαυστῖνος, ἔφη· οὐκοῦν οὐδὲν κωλύει αὐτὴν βαπτισθῆναι. καὶ ὁ Πέτρος γελάσας ἀπεκρίνατο· ἀλλ᾽ οὐκ ἔστι τοῦτο νηστεία βαπτίσματος, ἥ μὴ δἰ αὐτὸ γέγονεν. καὶ ὁ Φαυστῖνος ἀπεκρίνατο· ἴσως οὖν ὁ Θεὸς βουλόμενος ἡμῶν τὴν μητέρα μηδεμίαν ἡμέραν τῆς ἡμῶν ἐπιγνώσεως χωρίσαι τῆς τραπέζης, προῳκονόμησεν τὴν νηστείαν. ὡς γὰρ ἐσωφρόνησεν ἐν ἀγνοίᾳ, τὸ πρέπον τῆς ἀληθείας ποιήσασα, οὕτως καὶ νῦν ὁ Θεὸς ἴσως ᾠκονόμησεν πρὸ μιᾶς νηστεῦσαι αὐτὴν ἐν ἀγνοίᾳ ὑπὲρ τοῦ ἀληθοῦς βαπτίσματος, ἵνα ἀπὸ πρώτης ἡμέρας τοῦ γνωρίσαι ἡμᾶς σὺν ἡμῖν ἁλῶν μεταλαβεῖν δυνηθῇ.

Καὶ ὁ Πέτρος ἔφη· μὴ ἡμᾶς νικάτω ἡ κακία, πρόφασιν εὑροῦσα τὴν πρόνοιαν καὶ τεκούσης στοργήν· ἀλλὰ μᾶλλον ὑμεῖς κἀγὼ σὺν ὑμῖν τὴν σήμερον διαμείνωμεν, καὶ αὔριον βαπτισθήσεται. οὐδὲ γὰρ ἡ ὥρα τῆς σήμερον ἡμέρας ἐπιτήδειός ἐστιν εἰς βάπτισμα. καὶ ὁμῶς οὕτως γενέσθαι οἱ πάντες συνευδοκήσαμεν.

Αὐτῆς οὖν ἑσπέρας τῆς Πέτρου οἱ πάντες διδασκαλίας ἀπηλαύομεν, δεικνύντος ἡμῖν ἐκ τῆς κατὰ τὴν μητέρα προφάσεως, τίνι λόγῳ τὰ τέλη τῆς σωφροσύνης καλά, τὰ δὲ τῆς μοιχείας χαλεπὰ ὄντα ὅλῳ γένει ὄλεθρον ποιεῖν φύσιν ἔχει, κἄν μὴ ταχέως, ἀλλ᾽ οὖν γε κἄν βραδέως. ἐπὶ τοσοῦτον δέ, φησίν, τὰ τῆς σωφροσύνης ἀρέσκει τῷ Θεῷ, ὅτι καὶ τοῖς ἐν πλάνῃ οὖσιν βραχεῖάν τινα ὑπὲρ αὐτῆς ἐν τῷ νῦν βίῳ ἀπονέμει χάριν (ἡ γὰρ ἐκεῖ σωτηρία μόνοις τοῖς διὰ τὴν εἰς αὐτὸν ἐλπίδα βαπτισθεῖσιν καὶ σωφρόνως δικαιοπραγοῦσιν ἀποδίδοται). ὥσπερ ἐγνώκατε ἐπὶ τῆς ὑμετέρας μητρὸς γενόμενα, λέγω δὴ τὰ ἐπὶ τέλει καλά. ἴσως δὲ εἰ ἐμοιχήσατο, ἀνῄρητο ἄν. διὸ σωφρονήσασαν ἐλεήσας ὁ Θεὸς τὸν κατ᾽ αὐτῆς ἀπέστρεψεν φόνον, καὶ τὰ ἀφαιρεθέντα τέκνα ἀπέδωκεν.