Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Ἐγὼ Κλήμης, Ρωμαίων πολίτης ὥν, καὶ τὴν πρώτην ἡλικίαν σωφρόνως ζῆσαι δεδύνημαι, τῆς ἐννοίας μου οὐκ παιδὸς ἀποσχολούσης τὴν ἐν ἐμοὶ ἐπιθυμίαν εἴς τε ἀθυμίας καὶ πόνους. συνῆν γάρ μοι λογισμὸς οὐκ οἶδα πόθεν τὴν ἀρχὴν λαβών, περὶ θανάτου πυκνὰς ποιέμενος ὑπομνήσεις, ὅτι ἄρα θανὼν ἐκ εἰμὶ καὶ ἐδὲ μνήμην τις ποιήσει μού ποτε, τοῦ ἀπείρου χρόνου πάντων τὰ πάντα εἰς λήθην φέροντος, ἔσομαι δὲ ἐκ ὤν, ἐκ ὄντας εἰδώς, οὐ γνώσκων, οὐ γινωσκόμενος, οὐ γεγονώς , οὐ γινόμενος καὶ ἆρά ποτε γέγονεν ὁ κόσμος, καὶ πρὸ τοῦ γενέσθαι τί ἄρα ἦν; εἰ γὰρ ἦν ἀεὶ, καὶ ἔσται· εἰ δὲ γέγονε, καὶ λυθήσεται· καὶ μετὰ λύσιν τί ἄρα ἔσται πάλιν, εἰ μὴ τάχα σιγὴ καὶ λήθη ; καὶ τάχα ἔσται τι, ὅ νῦν νοῆσαι οὐ δυνατόν.

Ταῦτά τε καὶ τὰ τούτοις ὅμοια ἐκ οἶδα πόθεν ἀπαύστως ἐνθυμούμενος ὀδυνηρὰν εἰχον λύπην τοσοῦτον, ὡς ὠχριακότα με τήκεσθαι· καὶ τὸ δεινότατον, εἴ ποτε ἀπώσασθαι τὴν φροντίδα ὡς ἀνωφελῆ ἐβουλευσάμην, ἀκμαιότερόν μοι μᾶλλον τὸ πάθος ἐγίνετο. καὶ ἠχθόμην ἐπὶ τούτῳ, ἐκ εἰδὼς σύνοικον καλὴν ἔχων ἔννοιαν, ἀθανασίας ἀγαθῆς αἰτίαν μοι γενομένην, ὡς ὕστερον τῇ πείρᾳ ἐπέγνων καὶ Θεῷ πάντων δεσπότῃ ἠυχαρίστησα. ὑπὸ γὰρ τῆς κατ᾽ ἀρχὰς θλιβούσης με ἐννοίας εἰς τὴν τῶν πραγμάτων ζήτησιν καὶ εὕρεσιν ἠναγκάσθην ἐλθεῖν· καὶ τότε ἐταλάνιζον οὕς τὴν ἀρχὴν δι᾽ ἄγνοιαν μακαρίζειν ἐκινδύνευον.

Ἐκ παιδὸς οὖν ἡλικίας ὤν ἐν τοιούτοις λογισμοῖς, χάριν τοῦ ματι θεῖν βέβαιον, εἰς τὰς τῶν φιλοσόφων ἐφοίτων διατριβάς καὶ ὀθὲν ἕτερον ἑώρων, ἢ δογμάτων ἀνασκευὰς καὶ κατασκευὰς καὶ ἔρεις καὶ φιλονεικίας καὶ συλλογισμῶν τέχνας καὶ λημμάτων ἐπινοίας. καὶ ὁτὲ μὲν ἐπεκράτει, φέρε λέγειν, ὅτι ἀθάνατος ἡ ψυχή, ὁτὲ δὲ ὅτι θνητή. εἴ ποτε οὖν ἐπεκράτει λόγος ὅτι ἀθάνατος, ἔχαιρον·

ὁπότε δὲ [ὅτι θνητή, ἠνιώμην· πλέον δὲ πάλιν ἠθύμεν,] ὅτι ἔδ’ ὁπότερον εἰς τὸν ἐμὸν βεβαιῶσαι νοῦν ἠδυνάμην. πλὴν συνενόεν ὅτι αἱ δόξαι τῶν ὑποθέσεων παρὰ τοὺς ἐκδικοῦντας ψευδεῖς ἢ ἀληθεῖς ὑπολαμβάνονται, καὶ οὐχ ὡς ἔχουσιν ἀληθείας φαίνονται. ἐπιστήσας οὖν ἤδη ποτὲ ὅτι οὐ παρὰ τὰς ἐκδικουμένας ὑποθέσεις ἡ κατάληψις γίνεται, ἀλλὰ παρὰ τοὺς ἐκδικοῦντας αἱ δόξαι ἀποφέρονται, ἔτι μᾶλλον ἰλιγγίων ἐν τοῖς πράγμασιν. διὸ ἐκ τοῦ τῆς ψυχῆς βάθους ἐστέναζον· οὔτε γάρ τι βεβαιῶσαι οἷός τε ἤμην, οὔτε τὴν τῶν τοιούτων φροντίδα ἀποσείσασθαι ἐδυνάμην, καί περ βουλόμενος, ὡς φθάσας εἶπον· ὅτι ἐμαυτῷ πυκνότερον ἡσυχάζειν ἐπιτάσσοντος, οὐκ οἶδά πως λανθανόντως μεθ᾽ ἡδονῆς ὁ τῶν τοιούτων μοι εἰσήρχετο λογισμός.

Καὶ πάλιν ἀπορούμενος ἔλεγον ἐμαυτῷ· τί ματαιοπονῶ σαφοῦς ὄντος τοῦ πράγματος ὅτι εἰ μὲν θανὼν ἐκ εἰμί, νῦν ὄντα με λυπεῖσθαι οὐ προσῆκεν. διὸ τηρήσω τὸ λυπεῖσθαι εἰς τὴν τότε, ὅτε ἐκ ὤν οὐ λυπηθήσομαι. εἰ δ᾽ ἄρα εἰμί, τί νῦν ἐκ περισσοῦμοι πρόςεστιν τὸ λυπεῖσθαι; καὶ εὐθέως μετὰ τοῦτο ἕτερός με εἰσῄει λογισμός. ἔλεγον γάρ, εἰ μή τί γε τοῦ νῦν με λυποῦντος ἐκεῖ χεῖρον παθεῖν ἔχω, μὴ βεβιωκὼς εὐσεβῶς, καὶ παραδοθήσομαι κατ᾽ ἐνίων φιλοσόφων λόγες Πυριφλεγέθοντι καὶ Ταρτάρῳ ὡς Σίσυφος ἢ Τίτυος ἢ Ἰξίων ἢ Τάνταλος, καὶ ἔσομαι ἐν ᾅδου τὸν αἰῶνα κολαζόμενος. πάλιν τε ἀνθυπέφερον λέγων, ἀλλ᾽ οὐκ ἔστι ταῦτα. καὶ πάλιν ἔλεγον, εἰ δὲ ἔστιν; οὐ δήλου οὖν ὄντος τοῦ πράγματος, ἔλεγον, ἀκινδυνότερόν ἐστιν μᾶλλον εὐσεβῶς βιῶσαί με. καὶ πῶς δυνήσομαι τοῦ δικαίου χάριν, εἰς ἄδηλον ἐλπίδα ἀφορῶν , τῶν τοῦ σώματος κρατεῖν ἡδονῶν; ἀλλ᾽ οὐδὲ τί ποτέ ἐστι δίκαιον καὶ ἀρέσκον Θεῷ πεπληροφόρημαι, οὔτε εἰ ἡ ψυχὴ ἀθάνατος ἢ θνητὴ γινώσκω· οὔτε τις λόγος βέβαιος εὑρίσκεται, οὔτε τῶν τοιούτων λογισμῶν ἡσυχάζειν δύναμαι.

Τι᾽ οὖν χρὴ ποιεῖν; ἢ τοῦτο, εἰς Αἴγυπτον πορεύσομαι, καὶ τοῖς τῶν ἀδύτων ἱεροφάνταις καὶ προφήταις φιλιωθήσομαι, καὶ μάγον ζητήσας καὶ εὑρὼν χρήμασι πολλοῖς πείσω, ὅπως ψυχῆς ἀναπομπήν, τὴν λεγομένην νεκρομαντείαν ποιήση, ἐμοῦ ὡς περὶ πράγματός τινος πυνθανομένου· ἡ δὲ πεῦσις ἔσται περὶ τοῦ μαθεῖν εἰ ἀθάνατος ἡ ψυχή. ἡ δὲ τῆς ψυχῆς ἀπόκρισις, ὅτι ἀθάνατός ἐστιν, οὐκ ἐκ τοῦ λαλῆσαι ἢ καὶ ἀκοῦσαι ἔσται μοι γνῶναι, ἀλλ᾽ ἐκ τοῦ ὀφθῆναι μόνον, ἵνα αὐτοῖς ὀφθαλμοῖς ἰδὼν αὐτὴν αὐτάρκη καὶ ἱκανὴν ἀπόφασιν

ἔχω, ἐκ τοῦ μόνον φανῆναι, ὅτι ἔστιν· καὶ ἐκ ἔτι δυνήσεται τὰ τῶν ὀφθαλμῶν ἴδία τὰ τῆς ἀκοῆς ἀνατρέψαι ἄδηλα ῥήματα. ὅμως καὶ αὐτὴν ταύτην τὴν σκέψιν ἀντέβαλλόν τινι συνήθει φιλοσόφῳ, ὅς συνεβέλευέν μοι, τῦτο μὴ τολμᾶν, κατὰ πολλοὺς τρόπες. εἴτε γὰρ ἐκ εἰσακέσεται, φησὶν, ἡ ψυχὴ τῷ μάγῳ , σὺ τοῖς ταῦτα ποιεῖν ἀπαγορεύεσι νόμοις ὡς ἀντιπράξας δυσσυνειδήτως βιώσεις εἰ δὲ ἐπακέσεται, μετὰ τοῦ δυσσυνειδήτως σε βιοῦν, οἶμαι τὰ τῆς εὐσεβείας σοι μηκέτι προχωρεῖν, οὗ εἵνεκεν καὶ ἐτόλμησας. ἐχθραίνειν γὰρ τὸ θεῖον λέγεσιν ἐπὶ τοῖς τῇ λύσει θανόντων σωμάτων σκύλλεσιν τὰς ψυχάς. ἐγὼ δὲ ταῦτα ἀκέσας ὀκνηρότερος μὲν πρὸς τὸ τοιοῦτον ἐγχειρῆσαι ἐγενόμην, τῆς δὲ ἀπαρχῆς μου ἐκ ἐπαυσάμην βελῆς, ἀλλ᾽ ὡς ἐμποδισθεὶς τὴν ὁρμὴν ἠθύμουν.

Καὶ ἵνα μή σοι τὰ τοιαῦτα μακρῷ διηγήσομαι λόγῳ, ἐν τοσούτοις λογισμοῖς καὶ πράγμασιν ὄντος μου φήμη τις ἠρέμα, ἐπὶ τῆς Τιβερίς Καίσαρος βασιλείας, ἐξ ἐαρινῆς τροπῆς τὴν ἀρχὴν λαμβάνεσα ἤυξανεν ἑκάστοτε καὶ ὡς ἀληθῶς ἀγαθὴ Θεοῦ ἄγγελος διήρχετο τὸν κόσμον, τὸ τοῦ Θεοῦ βούλημα σιγᾶν καὶ στέγειν μὴ δυναμένη. ἑκάστοτε τῶν πλείων καὶ μείζων ἐγένετο, λέγεσα, ὧς τίς ποτε ἐν Ιουδαίᾳ, ἐξ ἐαρινῆς τροπῆς λαβὼν τὴν ἀρχήν, Ἰουδαίος τὴν τοῦ ἀϊδίου Θεοῦ εὐαγγελίζεται βασιλείαν, ἧς ἀπολαύειν λέγει ἐάν τις αὐτῶν προσκατορθώσει τὴν πολιτείαν· τοῦ δὲ πιστεύεσθαι αὐτὸν χάριν, ὅτι θειότητος γέμων ταῦτα πνέει, πολλὰ θαυμάσια σημεῖά τε καὶ τέρατα διαπράττεται κελεύσει μόνη, ὡς παρὰ Θεοῦ εἰληφὼς τὴν ἐξουσίαν· κωφὲς γὰρ ποιεῖ ἀκούειν, τυφλοὺς ἀναβλέπειν, κυλλοὺς ποιεῖ περιπατεῖν, χωλὲς ἀνορθοῖ, πᾶσαν νόσον ἀπελαύνει, πάντα δαίμονα φυγαδεύει ἀλλὰ καὶ λεπροὶ ψωροὶ ἐκ διαστήματος μόνον ἐνορῶντες αὐτῷ ἰώμενοι ἀπαλλάσσονται, νεκροὶ δὲ προσφερόμενοι ἐγείρονται , καὶ οὐδέν ἐστιν ὅ ἀδυνατεῖ ποιεῖν· καὶ ὅσφ γε μᾶλλον ὁ χρόνος προέκοπτεν, πολὺ μείζων διὰ πλειόνων τῶν ἐπιδημέντων καὶ βεβαιοτέρα ἐγίνετο, ἐκ ἔτι φήμη λέγω, ἀλλὰ τοῦ πράγματος ἡ ἀλήθεια. ἤδη γάρ ποτε καὶ συστήματα κατὰ τόπες ἐγίνετο βουλῆς καὶ σκέψεως, τὸ τίς ἄν εἴη ὁ φανεὶς καὶ τί βούλεται λέγειν.

Καὶ δήποτέ τις πρὸς αὐτῷ τῷ ἔτει φθινοπωρινῇ τροπῇ δημοσίᾳ στὰς ἐβόα λέγων· ἄνδρες Ῥωμαῖοι, ἀκούσατε· ὁ τοῦ Θεοῦ υἱὸς ἐν Ἰουδαίᾳ πάρεστιν, ἐπαγγελλόμενος πᾶσι τοῖς βουλομένοις ζωὴν αἰώνιον

ἐὰν τὰ κατὰ γνώμην τοῦ πέμψαντος αὐτὸν πατρὸς βιώσωσιν. διὸ μεταβάλλεσθε τὸν τρόπον, ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα, ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια γνῶτε ἕνα Θεὸν εἶναι τὸν ἐπουράνιον, οὗ τὸν κόσμον ἀδίκως οἰκεῖτε ἐμπροσθὲν τῶν αὐτοῦ δικαίων ὀφθαλμῶν· ἀλλ᾽ ἐὰν μεταβάλλησθε καὶ κατὰ τὴν αὐτοῦ βούλησιν βιώσητε, εἰς ἕτερον αἰῶνα ἐνεχθέντες καὶ ἀΐδιοι γινόμενοι τῶν ἀποῤῥήτων αὐτοῦ ἀγαθῶν ἀπολαύσετε· ἐὰν δὲ ἀπειθήσητε, αἱ ψυχαὶ ὑμῶν κατὰ τὴν τοῦ σώματος λύσιν εἰς τὸν τόπον τοῦ πυρὸς βληθήσονται, ὅπου ἀϊδίως κολαζόμεναι ἀνωφέλητα μετανοήσεσιν. ὁ γὰρ τῆς μετανοίας καιρὸς ἡ νῦν ἑκάστου ζωὴ τυγχάνει. ἐγὼ μὲν οὖν ταῦτα ἀκούων ἠχθόμην, ὅτι οὐδεὶς ἐκ τοσούτων ὄχλων τηλικαύτην ἀγγελίαν ἀκούσας εἴρηκεν, εἰς Ιουδαίαν πορεύσομαι, ἵνα ἴδω εἰ ταῦθ᾽ οὗτος λέγων ἀληθεύει, ὡς ὅτι υἱὸς Θεοῦ ἐπιδεδήμηκεν τῇ Ιουδαίᾳ, ἀγαθῆς καὶ αἰωνίας ἐλπίδος χάριν, τὴν τοῦ ἀποστείλαντος πατρὸς βούλησιν ἐκφαίνων· καὶ ὅπερ λέγουσιν αὐτὸν κηρύσσειν, ἐκ ἔστιν μικρόν ὧν μὲν γὰρ τὰς ψυχὰς διαβεβαιοῦται αἰωνίους οὔσας αἰωνίων ἀπολαύσειν ἀγαθῶν, ὧν δὲ ἐν πυρὶ ἀσβέστῳ ῥιφθείσας τὸν αἰῶνα κολασθήσεσθαι.

Ταῦτα ἐγὼ λέγων περὶ ἄλλων καὶ ἐμαυτῷ ὡμίλησα λέγων· τί ἄλλους μέμφομαι, ἐν τῷ αὐτῷ τῆς ἀμελείας ὑπάρχων ἐγκλήματι; ἀλλ᾽ εἰς Ἰουδαίαν ὁρμήσω, πρότερον τὸν ἐμὸν διαθεὶς βίον. καὶ δὴ οὕτως βουλευσαμένε μου πολὺς ὁ τῆς παρολκῆς ἐγενήθη χρόνος, τῶν βιωτικῶν πραγμάτων δυσεκλύτων ὄντων. πέρας γοῦν συννοήσας ὧδέ ποτε τὴν τοῦ βίου φύσιν, ὅτι ἐλπίδι ἐκπλέκων τοὺς σπεύδοντας ἐνεδρεύει, οὐ μὴν ἀλλὰ καὶ ὅν ποτε εἰσεκλάπην χρόνον ἐλπίσιν δονούμενος, καὶ ὅτι οὕτως ἀσχολέμενοι οἱ ἄνθρωποι ἀποθνήσκομεν, τὰ πάντα μου ὡς ἔτυχεν ἀφεὶς εἰς πόντον ὥρμησα, καὶ εἰς τὸν λιμένα ἐλθών τε καὶ ἀναχθεὶς ἀνέμων ἔχθραις ἀντὶ τοῦ εἰς Ἰουδαίαν εἰς Ἀλεξάνδρειαν ἠνέχθην· καὶ ἀνέμων ἀπορίᾳ ἐπισχεθεὶς ἐκεῖ συνεφοίτων τοῖς φιλοσόφοις, καὶ τὰ τῆς φήμης καὶ τοῦ ἐν Ῥώμῃ φανέντος ἔλεγον τοὺς λόγες. οἱ δὲ ἀπεκρίναντο, ὅτι μὲν ἐν Ῥώμῃ φανέντα οὐκ ἴσμεν, περὶ δὲ τοῦ ἐν Ἰουδαίᾳ γενομένου καὶ υἱοῦ Θεοῦ ὑπὸ τῆς φήμης λεγομένου, καὶ παρὰ πολλῶν τῶν κᾀκεῖθεν ἐληλυθότων ἠκούσαμεν, καὶ περὶ πάντων ὧν λαλῶν ἐποίει θαυμασίων ἐμάθομεν.

Ἐμοῦ δὲ εἰπόντος, ἤθελόν τινι συντυχεῖν τῶν ἑωρακότων αὐτόν, εὐθὺς ἦγόν με λέγοντες, ἔστι τις ἐνταῦθα, οὐ μόνον ἱστορήσας

αὐτὸν ἀλλὰ καὶ τῆς ἐκεῖθεν γῆς ὑπάρχων, ἀνὴρ Ἑβραῖος, ὀνόματι Βαρνάβας, ὃς καὶ ἕνα τῶν αὐτοῦ μαθητῶν ἑαυτὸν εἶναι λέγει, καὶ ἐνταῦθά που καθεζόμενος τῆς ἐκείνου ὑποσχέσεως τοὺς λόγους τοῖς βουλομένοις ἑτοίμως λέγει. καὶ δὴ συνῆλθον αὐτοῖς. καὶ ἐλθὼν, σὺν τῷ παρεστῶτι ὄχλῳ ἔστην ἐπακούων τῶν λόγων, καὶ συνενόεν τἀληθῆ οὐ διαλεκτικῇ τέχνῃ λέγοντα, ἀλλ᾽ ἀκάκως καὶ ἀπαρασκευάστως ἐκτιθέμενον ἅ τε ἤκουσεν καὶ ἑώρακεν τὸν τοῦ Θεοῦ φανούντα υἱὸν πεποιηκέναι τε καὶ εἰρηκέναι· πολλοὺς δὲ μάρτυρας τῶν ὑπ᾽ αὐτοῦ λεγομένων θαυμασίων τε καὶ λόγων, καὶ ἐξ αὐτοῦ τοῦ παρεστῶτος ὄχλου, παρεῖχεν.

Ἐπειδὴ δὲ πρὸς τὰ ἀπανέργως λεγόμενα ἡδέως οἱ ὄχλοι διετίθεντο, οἱ ἐκ παιδείας κοσμικῆς ὁρμώμενοι φιλόσοφοι γελᾶν αὐτὸν καὶ χλευάζειν ἐπεβάλλοντο, σκώπτοντες καὶ διασύροντες θράσει ἀμέτρῳ, ὡς μεγάλοις ὅπλοις κεχρημένοι τοῖς συλλογισμοῖς. ὁ δὲ ἀπωθούμενος αὐτῶν τὸν λῆρον οὐ συνέτρεχεν αὐτῶν τῇ πανούργῳ πεύσει, ἀλλ᾽ ἀκαταπλήκτως ὧν ἔλεγεν οὐκ ἀφίστατο. καὶ ποτέ τις αὐτοῦ ἐπύθετο, διὰ τί κώνωψ ἐγένετο, καὶ βραχύτατον ὄν, ἕξ πόδας ἔχον, ἔχει καὶ πτερά, ἐλέφας δέ, τὸ μέγιστον τῶν ζώων, ἄπτερος ὤν τέσσαρας μόνους ἔχει πόδας. ὁ δὲ μετὰ τὴν πεῦσιν τὸν ἐμποδισθέντα ἀναλαβὼν λόγον, ὡς πρὸς τὴν πεῦσιν ἀποκρινάμενος, τὸν αὑτῷ ἀπ᾽ ἀρχῆς προκείμενον ἀνελάμβανεν λόγον τούτῳ μόνῳ προοιμίῳ χρώμενος καθ᾽ ἑκάστην ἐγκοπήν ἡμεῖς τοῦ πέμψαντος ἡμᾶς τοὺς λόγους καὶ τὰς θαυμασίες πράξεις εἰπεῖν ὑμῖν μόνον ἔχομεν ἐντολήν, καὶ ἀντὶ τῆς λογικῆς ἀποδείξεως μάρτυρας παρέχομεν ὑμῖν τῶν ἐξ ὑμῶν παρεστώτων πολλοὺς, ὧν ἐγὼ εἴδη μέμνημαι, ὡς ἐμψύχους εἰκόνας ἱκανὰς μαρτυρίας. λοιπὸν ὑμετέρας ἐστὶν ἐξουσίας, ὑπείκειν ἢ ἀπειθεῖν. τοῦ δὲ λέγειν ὑμῖν τὸ συμφέρον οὐ παύσομαι, ὅτι ἐμοὶ μὲν ζημία τὸ σιωπᾶν, ὑμῖν δὲ τὸ ἀπειθεῖν βλάβη. ἀλλὰ καὶ τῶν εἰκαίων ὑμῶν προβλημάτων τὰς ἀποδείξεις ἀποδοῦναι ἐδυνάμην, εἰ φιλαληθῶς ἐπυνθάνεσθε. κώνωπος δὲ καὶ ἐλέφαντος τὴν αἰτίαν τῆς διαφόρου δημιουργίας νῦν ὑμῖν εἰπεῖν ἐκ ἔστιν εὔκαιρον τοῖς τῶν ὅλων ἀγνοοῦσι Θεόν.

Ταῦτα αὐτοῦ λέγοντος, ὡς ἐκ συμφωνίας ἄτακτον ἠφίεσαν γέλωτα, κατασιωπᾶν καὶ ἀπορεῖν αὐτὸν πειρώμενοι ὡς βάρβαρόν τινα δαιμονῶντα. ἐγὼ δὲ ταῦτα ὁρῶν, ζήλῳ οὐκ οἶδ’ ὅπως ληφθείς, εὐσεβεῖ θυμῷ τοῦ λοιποῦ σιγᾶν οὐκ ἐκαρτέρουν, ἀλλὰ μετὰ παῤῥησίας ἐβόων

λέγων· εὐλόγως ὁ Θεὸς ὑμῖν ἀκατάληπτον τὴν αὐτοῦ βούλησιν ἔθετο, ἀναξίους προιδών, ὡς ἐκ τῶν νῦν τοὺς κριτικὸν νοῦν ἔχοντας πληροφορῶν φαίνεται. ἐπεὶ γὰρ νῦν τῆς αὐτοῦ βουλήσεως κήρυκες ἐξαπεστάλησαν, οὐ γραμματικὴν ἐπαγγελλόμενοι τέχνην, ἀλλ᾽ ἁπλοῖς καὶ ἀπανούργοις τὴν αὐτοῦ βούλησιν ἐκφαίνοντες, ὡς πάντα ὁντιναοῦν τὸν ἀκούσαντα νοεῖν τὰ λεγόμενα, καὶ οὐ μετὰ ἕξεως τινος φθονερᾶς, παρέχειν πᾶσιν ἑαυτὴν μὴ βουλομένης πάρεστε ὑμεῖς, πρὸς τῷ μὴ νοεῖν τὸ ὑμῖν συμφέρον, ἐπὶ τῇ ὑμετέρᾳ βλάβῃ γελᾶν τὴν εἰς τὴν ὑμετέραν καταδίκην ἐν βαρβάροις πολιτευσαμένην ἀλήθειαν, ἣν καὶ ὑμῖν ἐπιδημήσασαν ξενίσαι οὐ βούλεσθε, διὰ τὰς ἀσελγείας ὑμῶν, καὶ τὸ λιτὸν τῶν λόγων αὐτῆς, ἵνα μὴ ἐλεγχθῆτε, ὅτι εἰ καὶ φιλόλογοί ἐστε, καὶ οὐ φιλαλήθεῖς φιλόσοφοι μέχρι μὲν οὖν πότε λαλεῖν μανθάνετε , οἱ τὸ λαλεῖν οὐκ ἔχοντες; πολλὰ γὰρ ὑμῶν ῥήματα ἑνὸς οὐκ ἄξια λόγου. τί ἄρα ἐρεῖ ὑμῶν τὸ ἑλληνικὸν πλῆθος μία ψυχὴ γενόμενον, εἴπερ ἔσται κρίσις, ὡς οὗτος λέγει; διὰ τί, ὦ θεέ, τὴν σὴν βούλησιν οὐκ ἐκήρυξας ἡμῖν; οὐ πάντως ἀκούσεσθε, εἴπερ ἀποκρίσεως καταξιωθήσεσθε, τάδε· ἐγὼ πάσας τὰς ἐσομένας πρὸ καταβολῆς κόσμου εἰδὼς προαιρέσεις, ἰδίως ἑκάστῳ πρὸς τὸ αὐτοῦ ἄξιον λανθανόντως προαπήντησα· τοῦτο δὲ αὐτὸ ὅτι οὕτως ἔχει, βουληθεὶς τοὺς προσπεφευγότας μοι πληροφορῆσαι, διὰ τί ἀπαρχῆς ἐκ προτέρων γενεῶν τὴν ἐμὴν βούλησιν δημοσίᾳ ἐκ εἴασα κηρυχθῆναι, νῦν πρὸς τῷ τέλει τοῦ βίου κήρυκας ἐμῆς βουλῆς ἀπέστειλα, οἱ καὶ ὑβριζόμενοι χλευάζονται ὑπὸ τῶν μηδὲν ὠφελεῖσθαι θελόντων καὶ ἐπιτεταμένως τὴν ἐμὴν φιλίαν παραιτησαμένων. ὢ μεγάλης ἀδικίας, μέχρι φθόνου κινδυνεύουσιν κήρυκες, καὶ ταῦτα ὑπὸ τῶν εἰς σωτηρίαν καλουμένων ἀνδρῶν.

Τοῦτο δὲ τὸ ἀδίκως γινόμενον κατὰ τῶν ἐμῶν κηρύκων ἀπ᾽ ἀρχῆς ἄν εἰς πάντας ἐγίνετο, εἴπερ ἀπ᾽ ἀρχῆς εἰς σωτηρίαν ἐκαλοῦντο οἱ ἀνάξιοι. τὸ γὰρ νῦν γινόμενον ὑπ᾽ αὐτῶν ἀδίκως εἰς ἀπολογίαν τῆς ἐμῆς δικαίας γίνεται προνοίας, ὅτι καλῶς τὸν τιμῆς ἄξιον λόγον ἀπ᾽ ἀρχῆς δημοσίᾳ εἰς ὕβριν θεῖναι οὐκ ἐβηλήθην ἀνωφελῶς, ἀλλὰ σιγᾶσθαι αὐτὸν ὡς τίμιον ἐβουλευσάμην, οὐκ ἀπὸ τῶν ἀπ᾽ ἀρχῆς ἀξίων, οἷς καὶ μετέδωκα, ἀλλ᾽ ἀπὸ τούτων καὶ τῶν τοιούτων, ὡς ὁρᾶτε, ἀναξίων, τῶν ἐμὲ μισούντων καὶ ἑαυτοὺς φιλεῖν μὴ βουλομένων. καὶ νῦν γε παρέντες γελᾷν τὸν ἄνδρα τοῦτον ἐμοῦ πρὸς τὸ τούτου ἐπάγγελμα πυνθάνεσθε, ἢ πυνθανομένων ὁ βουλόμενος ἀποκρινάσθω.

καὶ ὡς ἀσελγεῖς κύνες ὑλάκτετε, ψόφῳ ἀτάκτῳ μύοντες τῶν σώζεσθαι θελόντων τὰς ἀκοάς, ἄδικοι καὶ θεοστυγεῖς, καὶ τὸν σώζοντα λογισμὸν εἰς ἀπιστίαν ἀποσχολοῦντες. πῶς συγγνώμης τυχεῖν δυνήσεσθε, τὸν τὴν θεότητα τοῦ Θεοῦ ἐπαγγελλόμενον ὑμῖν εἰπεῖν ὑβρίζοντες, καὶ ταῦτα ἄνθρωπον ὅν ἐχρῆν, εἰ καὶ μηδὲν ἀληθεύοντα, διὰ τὴν ἀγαθὴν αὐτοῦ πρὸς ὑμᾶς ἀποδέξασθαι προαίρεσιν;

Ταῦτά μου λέγοντος καὶ τὰ τούτοις ἀκόλουθα, πολὺς τῶν ὄχλων ἐγίνετο θρύλλος. καὶ οἱ μὲν ὡς τὸν Βαρνάβαν ἐλεοῦντες συνήραντό μοι οἱ δὲ ἠλίθιοι ὄντες δεινῶς κατ᾽ ἐμοῦ ἔβρυχον τοὺς ὀδόντας. ἐπεὶ δὲ ἤδη ποτὲ ἑσπέρα κατειλήφει, τῆς χειρὸς λαβὼν τὸν Βαρνάβαν, μὴ θέλοντα, βίᾳ εἰς τὴν ἐμὴν ἦγον οἰκίαν, ἔνθα καὶ μένειν αὐτὸν ἐποίησα, ἵνα μή τις αὐτῷ χεῖρας ἐπιβάλῃ. καὶ ἡμερῶν ὀλίγων διατρίψας, καὶ τοῦ ἀληθοῦς λόγου βραχέα κατηχήσας με ὀλίγον, ὡς ἐν ὀλίγαις ἡμέραις σπεύδειν ἔλεγεν εἰς Ἰουδαίαν τῆς κατὰ τὴν θρησκείαν ἑορτῆς χάριν, καὶ τοῦ λοιποῦ τοῖς ἑαυτοῦ ὁμοεθνέσιν συνεῖναι θέλων.

Φανερὸς δ᾽ ἦν μοι ἀποναρκήσας. ἐμοῦ γὰρ εἰπόντος· σύ μοι μόνον τοὺς τοῦ φανέντος ἀνδρὸς οὕς ἥκουσας ἐκτίθου λόγους, κἀγὼ τῷ ἐμῷ κοσμήσας λόγῳ τοῦ Θεοῦ κηρύξω τὴν βούλησιν, καὶ εἶθ’ οὕτως ἐντὸς ὀλίγων ἡμερῶν συμπλεύσω σοι· λίαν γὰρ ποθῶ ἐπὶ τὸν τῆς Ἰουδαίας γενέσθαι τόπον· τάχα δὲ καὶ συνοικήσω ὑμῖν τὸν πάντα μου τῆς ζωῆς βίον· ὁ δὲ ταῦτα ἀκούσας ἀπεκρίνατο· σὺ εἰ μὲν ἱστορῆσαι τὰ ἡμέτερα καὶ μαθεῖν τὸ συμφέρον θέλεις, ἐξ αὐτῆς μοι σύμπλευσον· ἐπεί γε τὰ σημεῖα τῆς οἰκήσεώς μου καὶ ὧν θέλεις ἐγώ σοι σήμερον ἐρῶ, ἵνα ὅτε βούλει ἐλθὼν ἐπιστῇς ἡμῖν· ἐγὼ γὰρ αὔριον πορεύσομαι ἐπὶ τὰ ἐμαυτοῦ. καὶ δὴ ἀδυσώπητον ἰδὼν συνῆλθον αὐτῷ μέχρι τοῦ λιμένος· καὶ μαθὼν παρ᾽ αὐτοῦ ἅπερ ἔλεγε σημεῖα τῶν οἰκήσεων, ἔφην αὐτῷ· εἰ μὴ ὅτι αὔριόν τι ἀπαιτῶ ὀφειλόμενόν μοι, ἐξ αὐτῆς ἄν σοι συνέπλεον· πλὴν τάχιόν σε καταλήψομαι. καὶ ταῦτα εἰπών, παραθέμενος αὐτὸν τοῖς τοῦ πλοίου ἡγουμένοις ὑπέστρεφον λυπούμενος, μεμνημένος τοῦ καλοῦ καὶ συνήθους φίλου.

Ἡμερῶν δὲ διατρίψας, καὶ τὸ χρέος οὐχ ὅλον λαβεῖν δυνηθείς, τάχους ἕνεκα ἀμελήσας τοῦ περιλειφθέντος, ὡς ἐμποδίου ὄντος, καὶ αὐτὸς εἰς Ἰουδαίαν ἀπέπλευσα, καὶ δεκαπέντε ἡμερῶν εἰς Καισάρειαν κατήντησα τὴν Στράτωνος. ἐπίβαντος δέ μου τῆς γῆς καὶ ξενίαν θηρωμένου, ἔμαθον ὅτι Πέτρος τις λεγόμενος, τοῦ ἐν Ἰουδαίᾳ

εἰσφανέντος ἀνδρὸς τοῦ σημεῖα καὶ τέρατα πεποιηκότος ὁ δοκιμώτατος ὑπάρχων μαθητής, αὔριον Σίμωνι τῷ ἀπὸ Γιτθῶν Σαμαρεῖ ζήτησιν ποιεῖται λόγων. ἐγὼ δὲ ταῦτα ἀκούσας ἐδεήθην τὴν τούτου μοι μηνυθῆναι μονήν καὶ ὁμῶς ἔμαθον καὶ τῷ πυλῶνι ἐπέστην. οἱ δ᾽ ἀντέβαλλον τίς τε ὥν καὶ πόθεν ἥκω. καὶ ἰδοὺ Βαρνάβας ἐκβὰς ἄμα τῷ ἰδεῖν περιεπλάκη μοι, πολὺ χαίρων καὶ δακρύων· καὶ λαβόμενός μου τῆς χειρὸς εἰσέφερεν ἔνθα ἦν ὁ Πέτρος, λέγων μοι, οὗτός ἐστιν Πέτρος, ὅν μέγιστον ἐπὶ τῇ τοῦ Θεοῦ σοφίᾳ ἐπηγγελλόμην σοι, ᾧ ἀπαύστως σε ἀντέβαλλον. ὡς εἴσιθι ἐκ ταυτομάτου, ὅτι τὰ κατά σε καλὰ ὄντα ἀψευδῶς ἀντέβαλλον, ἅμα καὶ τὴν προαίρεσιν ἐξέφηνα, ὡς αὐτὸν γλίχεσθαι καὶ ἰδεῖν σε. μέγα οὖν αὐτῷ δῶρόν σε διὰ τῶν ἐμῶν προσφέρω χειρῶν. καὶ τοῦτο εἰπών, προσενέγκας ἔφη, οὗτός ἐστι Κλήμης, Πέτρε.

Ὁ δὲ ἀγαθὸς προσπηδήσας ἅμα τῷ ἀκοῦσαι τὸ ὄνομα κατεφίλησεν, καὶ καθισθῆναί με ποιήσας ἐξ αὐτῆς ἔφη· καλῶς ἐποίησας τὸν τῆς ἀληθείας κήρυκα ξενίσας Βαρνάβαν, εἰς τιμὴν τοῦ ὄντος Θεοῦ, μεγαλοφρόνως, ἐκ αἰδεσθείς, οὐ φοβηθεὶς τὸν τῶν ἀπαιδεύτων ὄχλων θυμόν. μακάριος ἔσῃ. ὡς γὰρ σὺ τὸν τῆς ἀληθείας πρεσβευτὴν οὕτω ἐξένισας πάσῃ τιμῇ, καὶ αὐτή σε ἡ ἀλήθεια ξένον ὄντα τῆς ἰδίας πόλεως καταστήσει πολίτην· καὶ τότε χαρήσῃ μεγάλως, ὅτι βραχεῖαν νῦν δανείσας χάριν, προαίρεσιν λόγων καλῶν λέγων, ἀϊδίων καὶ ἀναφαιρέτων ἀγαθῶν ἔσῃ κληρονόμος. καὶ μὴ κάμνε ἀντιβάλλειν μοι τὸ σὸν ἦθος· πάντα γὰρ τὰ κατά σε ὁ ἀψευδὴς ἡμῖν ἀντέβαλεν Βαρνάβας, σχεδὸν καθ᾽ ἡμέραν τὴν ἀγαθὴν ποιούμενος μνήμην. καὶ ἵνα σοι ἐν ἐπιτομῇ ὡς γνησίῳ τὸ προκείμενον ἐρῶ, εἰ μὴ σοί τι ἐμποδίζει, συνόδευσον ἡμῖν, μεταλαμβάνων τὸν τῆς ἀληθείας λόγον, ὅν κατὰ πόλιν ποιεῖσθαι μέλλω, μέχρι Ῥώμης αὐτῆς. καὶ σὺ δὲ εἴ τι βούλει λέγε.

Ἐγὼ ἐξεθέμην τὴν ἐξ ἀρχῆς μου προαίρεσιν, καὶ ὡς εἰς ζητήσεις ἀπόρους ἐκενώθην, καὶ πάντα ὅσα σοι τὴν ἀρχὴν προεδήλωσα, ὡς ἵνα μὴ τὰ αὐτὰ πάλιν γράφω. ἔλεγον δέ· σοὶ μὲν ἑτοίμως ἔχω συνοδεύειν· τοῦτο γὰρ οὐκ οἶδ᾽ ὅπως χαίρων θέλω· πλὴν περὶ ἀληθείας πρῶτον πληροφορηθῆναι θέλω, ἵνα γνῶ, εἰ ψυχὴ θνητὴ τυγχάνει, εἰ ἀθάνατός ἐστιν, καὶ ἀΐδιος οὐσα περὶ ὧν ἔπραξεν ἐνταῦθα ἔχει κριθῆναι· καὶ εἰ, τί ποτέ ἐστι δίκαιον ἢ ἀρέσκον Θεῷ· καὶ εἰ

γέγονε κόσμος, καὶ διὰ τί γέγονε· καὶ εἰ οὐ λυθήσεται, καὶ εἰ λυθήσεται· καὶ εἰ κρείττων ἔσται, ἢ οὐδὲ ἔσται· καὶ ἵνα μὴ τὸ κατ᾽ εἶδος λέγω, ταῦτα καὶ τὰ τούτοις οὑπόμενα μαθεῖν εἶπον θέλειν. ὁ δὲ πρὸς ταῦτα ἀπεκρίνατο συντόμως σοι, ὦ Κλήμης, τὴν τῶν ὄντων γνῶσιν παρέξομαι· καὶ τὰ νῦν ἐξ αὐτῆς ἄκουσον.

Ἡ τοῦ Θεοῦ βουλὴ ἐν ἀδήλῳ γέγονε κατὰ πολλοὺς τρόπους. τὰ μὲν πρῶτα εἰσαγωγὴ κακὴ , συντροφία πονηρὰ, συνήθεια δεινὴ, ὁμιλία οὐ καλὴ, πρόληψις οὐκ ὀρθὴ, διὰ ταῦτα πλάνη· εἶτα ἀφοβία, ἀπιστία, πορνεία, φιλαργυρία, κενοδοξία, καὶ ἄλλα τοιαῦτα μυρία κακὰ, ὥσπερ καπνοῦ πλῆθος, ὡς ἕνα οἶκον οἰκοῦντα τὸν κόσμον, τῶν ἔνδοθεν οἰκούντων ἀνδρῶν ἐπεθόλωσαν τὰς ὁράσεις , καὶ οὐκ εἴασαν ἀναβλέψαντας ἐκ τῆς διαγραφῆς τὸν δημιουργὸν συγκατανοῆσαι Θεὸν, καὶ τὸ τούτῳ δοκοῦν γνωρίσαι. διὸ τοὺς φιλαλήθεις ἔσωθεν χρὴ ἐκ στέρνων βοήσαντας ἐπικουρίαν προσκαλέσασθαι, φιλαληθεῖ λογισμῷ, ἵνα τις ἐντὸς ὢν τοῦ οἴκου τοῦ πεπλησμένου καπνοῦ, προσιὼν ἀνοίξῃ θύραν, ὅπως δυνηθῇ τὸ μὲν ἐκτὸς τοῦ ἡλίου φῶς εἰσκριθῆναι τῷ οἴκῳ, ὁ δὲ ἐντὸς τοῦ πυρὸς ὣν ἐκβληθῆναι καπνός. XIX.

Τὸν μὲν οὖν βοηθὸν ἄνδρα τὸν ἀληθῆ προφήτην λέγω, ὅς μόνος φωτίσαι ψυχὰς ἀνθρώπων δύναται, ὥτ᾽ ἄν αὐτοῖς ὀφθαλμοῖς δυνηθῆναι ἡμᾶς ἐνιδεῖν τῆς αἰωνίου σωτηρίας τὴν ὁδόν. ἄλλως δὲ ἀδύνατον, ὡς οἶσθα καὶ σὺ μικρῷ τάχιον εἰπών, ὡς πᾶσα ὑπόθεσις ἀνασκευάζεται καὶ κατασκευάζεται, καὶ πρὸς τὴν τοῦ ἐκδικοῦντος δύναμιν ἡ αὐτὴ ἀληθὴς καὶ ψευδὴς νομίζεται· ὡς μηκέτι τὰς ὑποθέσεις φαίνεσθαι ὅ εἰσιν, ἀλλὰ παρὰ τοὺς ἐκδικοῦντας φαντασίαν λαμβάνειν τοῦ εἶναι ἢ μὴ εἶναι ἀληθεῖς ἢ ψευδεῖς. τούτου εἵνεκεν προφήτου ἀληθοῦς ὅλον τὸ τῆς εὐσεβείας ἐδεήθη πρᾶγμα, ἵνα ἡμῖν ἐρῇ τὰ ὄντα ὥς ἐςιν, καὶ ὡς δεῖ περὶ πάντων πιςεύειν. ὥστε πρῶτον χρὴ τὸν προφήτην πάσῃ τῇ προφητικῇ ἐξετάσει δοκιμάσαντα καὶ ἐπιγνόντα ἀληθῆ, τοῦ λοιποῦ τὰ πάντα αὐτῷ πιστεύειν, καὶ μηκέτι τὸ καθ᾽ ἓν ἕκαστον τῶν ὑπ᾽ αὐτοῦ λεγομένων ἀνακρίνειν, ἀλλὰ λαμβάνειν αὐτὰ βέβαια ὄντα, δοκούσῃ μὲν πίστει, ληφθέντα δὲ ἀσφαλεῖ κρίσει· ἀποδείξει γὰρ μιᾷ τῇ ἀπαρχῆς καὶ ἀκριβεῖ ἐξετάσει τῇ πανταχόθεν τὰ ὅλα ὀρθῷ εἴληπται λογισμῷ. διὸ πρὸ πάντων τὸν ἀληθῆ προφήτην ζητεῖν δεῖ, ὅτι ἄνευ τούτου βέβαιόν τι προσεἶναι ἀνθρώποις ἀδύνατον.

Καὶ ὁμῶς ἀνέπαυσέν με, ἐκθέμενός μοι τίς ἐστιν καὶ πῶς εὑρίσκεται, καὶ ἀληθῶς εὑρετόν μοι παρασχὼν αὐτόν, τῶν παρὰ ὀφθαλμοῖς ὁρωμένων ἐμφανεστέραν τῇ τοῦ προφήτου ὁμιλίᾳ τοῖς ὠσὶν δείξας τὴν ἀλήθειαν, ὡς ἐκπλαγέντα με θαυμάζειν, πῶς τῶν πᾶσι ζητουμένων ἔμπροσθεν κειμένων ἐδεὶς ἐνορᾷ. πλὴν γράψας τὸν περὶ προφήτου λόγον, αὐτοῦ κελεύσαντος, ἀπὸ τῆς Καισαρείας Στράτωνος διαπεμφθῆναί σοι ἐποίησεν τὸν τόμον, παρά σου ἐντολὴν ἔχειν εἰπὼν, τὰς καθ᾽ ἕκαστον ἐνιαυτὸν ὁμιλίας τε καὶ πράξεις γράφοντα διαπέμπειν σοι. ὅμως ἐν μιᾷ τῇ πρώτῃ ἡμέρᾳ ἀρχὴν ἤδη μόνον ποιούμενος περὶ τοῦ τῆς ἀληθείας προφήτου, περὶ πάντων με ἐπληροφόρησεν. καὶ εἶθ’ οὕτως ἔφη ἐνόρα τοῦ λοιποῦ τὰς ἐξ ἐμοῦ πρὸς τοὺς ἐξ ἐναντίας γινομένας ζητήσεις καὶ εἰ τὸ ἧττον ἀπενέγκωμαι, οὐ δέδια μή πως σὺ περὶ τῆς παραδοθείσης σοι ἀληθείας διακριθῇς, εὖ εἰδὼς ὅτι ἐγὼ ἡττᾶσθαι ἔδοξα, οὐχὶ ἡ ὑπόθεσις ἡ διὰ τοῦ προφήτου παραδοθεῖσα ἡμῖν. πλὴν ἐλπίζω μηδὲ ἐν τῷ ἐξεταστικῷ λόγῳ τὸ ἧττον ἀπενέγκασθαι πρὸς τοὺς νοῦν ἔχοντας, φιλαληθεῖς λέγω, οἵτινες δύνανται γνωρίζειν τῶν λόγων τίνες εἰσὶ πιθανοί, ἔντεχνοί τε καὶ ἐπιτερπεῖς, τίνες τε λιτοὶ καὶ ἁπλοῖ, μόνῃ τῇ δι᾽ αὐτῶν ἀληθείᾳ πεποιθότες.