Contestatio [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.
Λεγέτω δέ· μάρτυρας ἔχομι οὐρανόν, γῆν, ὕδωρ, ἐν οιἷς τὰ πάντα περιέχεται, πρὸς τούτοις δὲ ἅπασιν καὶ τὸν διὰ πάντων διήκοντα ἀέρα, οὗ ἄνευ οὐκ ἀναπνέω, ὡς ἀεὶ ὑπήκοος ἔσομαι τῷ τὰς βίβλους μου τῶν κηρυγμάτων διδόντι, καὶ αὐτάς μου τάς βίβλους, ἃς ἄν μοι δῷ, οὐ μὴ μεταδῶ τινὶ κατ᾽ οὐδένα τρόπον, οὐ γράψας, οὐ γεγραμμένον δούς, οὐ γράφοντι ἀναδιδούς, οὐκ αὐτός, οὐ δὶ ἄλλου, οὐ δὲ ἄλλης τινὸς ἀγωγῆς ἢ δόλου ἢ μηχακνῆς, ἢ ἀμελῶς φυλάσσων ἥ τι προστιθεὶς ἢ νοθεύων ἢ ἄλλῳ οἱῳδήποτε τρόπῳ ἢ ἐπινοίᾳ ἑτέρῳ αὐτὰ μεταδιδούς. πλὴν ἂν δοκιμάσω τινὰ ἄξιον, ὡς αὐτὸς ἐκρίθην, ἢ καὶ πλεῖον δοκιμάσας, πλὴν οὐκ ἔλαττον ἔτεσιν ἕξ᾽· τότε εὐλαβεῖ καὶ ἀγαθῷ, διδάσκειν ἐπαναιρουμένῳ, ὡς παρέλαβον παραδώσω, καὶ ταῦτα ἐπὶ τῇ τοῦ ἐπισκόπου γνώμῃ ποιησάμενος.
Ἄλλως δὲ ἐδ᾽ ἄν τέκνον ἢ ἀδελφὸς ἢ φίλος ἢ ἄλλως πώς ποτε γένες μοι ἀνήκων, ἐάνπερ ἀνάξιος ἢ, τοῦδε μὴ μεταδοῦναι χάριν, ὡς οὐ προσῆκεν. οὔτε ἐπιβουλὴν φοβηθήσομαι, οὐ δώροις κολακενθήσομαι· ἀλλ᾽ εἰ καὶ δόξειέν μοί ποτε τὰ διδόμενά μοι τῶν κηρυγμάτων βιβλία μὴ ἀληθῆ εἶναι, ἐδ᾽ οὕτως μεταδώσω, ἀλλ᾽ ἀποδώσω. ἀποδημῶν δὲ σὺν ἐμοὶ αὐτὰ κομίσω, ἅπερ ἄν τύχω κεκτημένος. εἰ δὲ μὴ βουληθῶ μετ᾽ ἐμαυτοῦ αὐτὰ περιφέρειν, ἐπὶ τῆς οἰκίας με εἰναι αὐτὰ ἐκ ἐάσω, ἀλλὰ τῷ ἐπισκόπῳ μου τῷ τὴν αὐτὴν ἔχοντι πίστιν καὶ ἀπὸ τῶν αὐτῶν ὁρμωμένῳ παρακαταθήσομαι. εἰ δὲ καὶ τύχοι με νοσῆσαι καὶ τόν θάνατον ὑποπτεῦσαι, ἐὰν ἄτεκνος ὦ, ὁμοίως ποιήσω. ἀλλ᾽ εἰ καὶ τελευτῶ τέκνον ἔχων ἐκ ἄξιον ἢ μηδέπω δυνάμενον, ὁμοίως ποιήσω. τῷ γὰρ ἐπισκόπῳ μου παρακαταθήσομαι, ἵνα εἰ μὲν τύχοι ἐφ᾽ ἡλικίας γενόμενος ἄξιος εἶναι τῆς πίστεως, ὡς πατρῴαν παρακαταθήκην τῷ τέκνῳ ἀποδόσῃ, κατὰ τὸν τῆς διαμαρτυρίας λόγον.
Ὅτι δὲ οὕτως ποιήσω, πάλιν τὸ δεύτερον διαμαρτύρομαι ἐρανόν, γῆν, ὕδωρ, ἐν οἷς τὰ πάντα περιέχεται, πρὸς τούτοις ἅπασιν καὶ τὸν
διὰ πάντων διήκοντα ἀέρα, οὗ ἄνευ οὐκ ἀναπνέω, ὡς ἀεὶ ὑπήκοος ἔσομαι τῷ τὰς βίβλους μου τῶν κηρυγμάτων διδόντι, καὶ φυλάξω κατὰ πάντα ὅσα διεμαρτυράμην, εἰ καί τι πλεῖον. φυλάσσοντι οὖν μοι τὰς συνθήκας μέρος ἔσται μετὰ τῶν ὁσίων, ποιήσαντι δὲ παρ᾽ ἅ συνεθέμην, ἐχθρὸν εἴη μοι τὸ πᾶν καὶ ὁ διὰ πάντων διήκων αἰθὴρ καὶ ὁ ὑπὲρ τά ὅλα Θεὸς, οὗ κρείττων, οὗ μείζων ἐδ᾽ εἶς. ἀλλ᾽ εἰ καὶ εἰς ἑτέρου Θεοῦ ὑπόνοιαν γένωμαι, κᾀκεῖνον νῦν ὄμνυμι ὡς οὐκ ἄλλως ποιήσω, εἴτ᾽ ἐστὶν, εἰτ᾽ ἐκ ἔστν· πρὸς τέτοις δὲ ἅπασιν εἰ ψεύσομαι, κατάθεμα ἔσομαι ζῶν καὶ θανὼν καὶ αἰωνίῳ κολασθήσομαι κολάσει. καὶ μετὰ τοῦτο ἄρτου καὶ ἅλατος μετὰ τοῦ παραδιδόντος μεταλαβέτω.Ταῦτα τοῦ Ἰακώβου εἰπόντος ὠχρίασαν ἀγωνιάσαντες οἱ πρεσβύτεροι. συνιδὼν οὖν ὁ Ἰάκωβος, ὅτι λίαν πεφόβηνται, ἔφη· ἀκούσατέ μου, ἀδελφοὶ καὶ σύνδουλοι. ἐὰν τὰς βίβλους πᾶσιν ὡς ἔτυχεν παρασχῶμεν, καὶ αὐταὶ ὑπὸ τολμηρῶν ἀνδρῶν τινῶν νοθευθῶσιν ἢ ταῖς ἑρμηνείαις διαστραφῶσιν, ὡς ἤδη τινὰς ἤκουσατε πεποιηκότας, ἔσται λοιπὸν καὶ τοῖς ὄντως τὴν ἀλήθειαν ζητοῦσιν ἀεὶ πλανᾶσθαι. διὰ ἄμεινον παρ᾽ ἡμῖν αὐτὰς εἶναι, καὶ μεταδιδόναι μετὰ πάσης τῆς προειρημένης ἀσφαλείας τοῖς θέλουσι ζῆν καὶ ἄλλους σώζειν. εἰ δέ τις μετὰ τὸ οὕτως διαμαρτύρασθαι ἄλλως ποιήσει, εὐλόγως αἰωνἰᾳ ὑποπεσεῖται κολάσει. τίνι γὰρ λόγῳ ἄλλων ἀπωλείας αἴτιος γένομενος αὐτὸς ἐκ ἀπολεῖται; τῶν οὖν πρεσβυτέρων ἐπὶ τῇ τοῦ Ἰακώβου γνώμῃ ἡσθέντων καὶ εἰπόντων· εὐλόγηται ὁ σὲ ὡς πάντα προειδὼς καλῶς ἡμῖν καταστήσας ἐπίσκοπον. καὶ ταῦτα εἰπόντων αὐτῶν ἐγερθέντες προσηυξάμεθα τῷ τῶν ὅλων πατέρι καὶ Θεῷ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.