The Second Epistle of Clement to the Corinthians

Clemens Romanus (Clement of Rome)

Clement of Rome. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: The Macmillan Company, 1912.

καὶ ἑτέρα δὲ γραφὴ λέγει, ὅτι οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς:

τοῦτο λέγει, ὅτι δεῖ τοὺς ἀπολλυμένους σώζειν.

ἐκεῖνο γάρ ἐστιν μέγα καὶ θαυμαστὸν οὐ τὰ ἑστῶτα στηρίζειν, ἀλλὰ τὰ πίπτοντα.

οὕτως καὶ ὁ Χριστὸς ἠθέλησεν σῶσαι τὰ ἀπολλύμενα, καὶ [*](Luke 19, 10) ἔσωσεν πολλούς, ἐλθὼν καὶ καλέσας ἡμᾶς ἤδη ἀπολλυμένους.

132

Τοσοῦτον οὖν ἔλεος ποιήσαντος αὐτοῦ εἰς ἡμᾶς, πρῶτον μέν, ὅτι ἡμεῖς οἱ ζῶντες τοῖς νεκροῖς θεοῖς οὐ θύομεν καὶ οὐ προσκυνοῦμεν αὐτοῖς, ἀλλὰ ἔγνωμεν δἰ αὐτοῦ τὸν πατέρα τῆς ἀληθείας: τίς ἡ γνῶσις ἡ πρὸς αὐτόν, ἢ τὸ μὴ ἀρνεῖσθαι δἰ [*](Mt, 10, 82; Luke 12, 8) οὖ ἔγνωμεν αὐτόν;

λέγει δὲ καὶ αὐτός: Τὸν ὁμολογήσαντά με ἐνώπιον τῶν ἀνθρώπων. [*](e)nw/pion tw=n a)nqrw/pwn AC, om. S.) ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ πατρός μου.

οὗτος οὖν ἐστὶν ὁ μισθὸς ἡμῶν, ἐὰν οὖν ὁμολογήσωμεν δἰ οὖ ἐσώθημεν.