The Second Epistle of Clement to the Corinthians

Clemens Romanus (Clement of Rome)

Clement of Rome. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: The Macmillan Company, 1912.

λέγει γὰρ ὁ κύριος: [*](Is. 32, 6) Διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν πᾶσιν τοῖς ἔθνεσιν, καὶ πάλιν: Οὐαὶ δἰ ὃν βλασφημεῖται τὸ ὄνομά μου. ἐν τίνι βλασφημεῖται; ἐν τῷ μὴ ποιεῖν ὑμᾶς ἃ βούλομαι.

τὰ ἔθνη γὰρ ἀκούοντα ἐκ τοῦ στόματος ἡμῶν τὰ λόγια τοῦ θεοῦ ὡς καλὰ καὶ μεγάλα θαυμάζει: ἔπειτα καταμαθόντα τὰ ἔργα ἡμῶν ὅτι οὐκ ἔστιν ἄξια τῶν ῥημάτων ὧν λέγομεν, ἔνθεν εἰς βλασφημίαν τρέπονται, λέγοντες εἶναι μῦθόν τινα καὶ πλάνην.

ὅταν [*](Luke 6, 32. 35) γὰρ ἀκούσωσιν παῤ ἡμῶν, ὅτι λέγει ὁ θεός: Οὐ χάρις ὑμῖν, εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ἀλλὰ χάρις ὑμῖν, εἰ ἀγαπᾶτε τοὺς ἐχθροὺς καὶ τοὺς μισοῦντας ὑμᾶς: ταῦτα ὅταν ἀκούσωσιν, θαυμάζουσιν

150
τὴν ὑπερβολὴν τῆς ἀγαθότητος: ὅταν δὲ ἴδωσιν, ὅτι οὐ μόνον τοὺς μισοῦντας οὐκ ἀγαπῶμεν, ἀλλ̓ ὅτι οὐδὲ τοὺς ἀγαπῶντας, καταγελῶσιν ἡμῶν, καὶ βλασφημεῖται τὸ ὄνομα.

Ὥστε, ἀδελφοί, ποιοῦντες τὸ θέλημα τοῦ πατρὸς ἡμῶν θεοῦ ἐσόμεθα ἐκ τῆς ἐκκλησίας τῆς πρώτης, τῆς πνευματικῆς, τῆς πρὸ ἡλίου καὶ σελήνης ἐκτισμένης. ἐὰν δὲ μὴ ποιήσωμεν τὸ θέλημα [*](Jer. 7, 11; Mt. 21, 13) κυρίου, ἐσόμεθα ἐκ τῆς γραφῆς τῆς λεγούσης: Ἐγενήθη ὁ οἶκός μου σπήλαιον λῃστῶν. ὥστε οὖν αἱρετισώμεθα ἀπὸ τῆς ἐκκλησίας τῆς ζωῆς εἶναι, ἵνα σωθῶμεν.

οὐκ οἴομαι δὲ ὑμᾶς ἀγνοεῖν, ὅτι [*](Eph. 1, 23.) ἐκκλησία ζῶσα σῶμά ἐστιν Χριστοῦ: λέγει γὰρ ἡ [*](Gen 1, 27) γραφή: Ἐποίησεν ὁ θεὸς τὸν ἅνθρωπον ἅρσεν καὶ θῆλυ: τὸ ἄρσεν ἐστὶν ὁ Χριστός, τὸ θῆλυ ἡ ἐκκλησία: καὶ ἔτι [*]( e)/ti C, "and moreover" (e)/ti) S.) τὰ βιβλία καὶ οἱ ἀπόστολοι τὴν ἐκκλησίαν οὐ νῦν εἶναι λέγουσιν [*](le/gousi om. C. Some such sord is necessary to the grammar of the sentence, and is implied by S, but shether it sas le/gousi or fasi/, and its exact place in the sentence is of course uncertain. S also adds "of the prophets" after "the books." ) ἀλλὰ [*](I Pet. 1, 20) ἄνωθεν. ἦν γὰρ πνευματική, ὡς καὶ ὁ Ἰησοῦς ἡμῶν, ἐφανερώθη δὲ ἐπ̓ ἐσχάτων τῶν ἡμερῶν, ἵνα ἡμᾶς σώσῃ.

ἡ ἐκκλησία δὲ πνευματικὴ οὖσα ἐφανερώθη ἐν τῇ σαρκὶ Χριστοῦ, δηλοῦσα ἡμῖν, ὅτι ἐάν τις ἡμῶν τηρήσῃ αὐτὴν ἐν τῇ σαρκὶ καὶ μὴ φθείρῃ, ἀπολήψεται αὐτὴν ἐν τῷ πνεύματι τῷ

152
ἁγίῳ: ἡ γὰρ σὰρξ αὕτη ἀντίτυπός ἐστιν τοῦ πνεύματος: οὐδεὶς οὖν τὸ ἀντίτυπον φθείρας τὸ αὐθεντικὸν μεταλήψεται. ἄρα οὖν τοῦτο λέγει, ἀδελφοί: τηρήσατε τὴν σάρκα, ἵνα τοῦ πνεύματος μεταλάβητε.

εἰ δὲ λέγομεν εἶναι τὴν σάρκα τὴν ἐκκλησίαν καὶ τὸ πνεῦμα Χριστόν. ἄρα οὖν ὁ ὑβρίσας τὴν σάρκα ὕβρισεν τὴν ἐκκλησίαν. ὁ τοιοῦτος οὖν οὐ μεταλήψεται τοῦ πνεύματος, ὅ ἐστιν ὁ Χριστός.