The First Epistle of Clement to the Corinthians

Clemens Romanus (Clement of Rome)

Clement of Rome. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: The Macmillan Company, 1912.

παραδοῦσα οὖν ἑαυτὴν τῷ κινδύνῳ ἐξῆλθεν δἰ ἀγάπην τῆς πατρίδος καὶ τοῦ λαοῦ τοῦ ὄντος ἐν συγκλεισμῷ, καὶ παρέδωκεν κύριος Ὀλοφέρνην ἐν [*](Esther 7,) χειρὶ θηλείας.

οὐχ ἧττον [*](h(=tton CSK, h(/ttoni *a ( "to no less danger" ).) καὶ ἡ τελεία κατὰ πίστιν Ἐσθὴρ κινδύνῳ ἑαυτὴν παρέβαλεν, ἵνα τὸ ἔθνος [*](e)/qnos LSK, dwdeka/fulon ( "the tselve tribes" ) AC.) τοῦ Ἰσραὴλ μέλλον ἀπολέσθαι ῥύσηται: [*](Esther 4, 16) διὰ γὰρ τῆς νηστείας καὶ τῆς ταπεινώσεως αὐτῆς ἠξίωσεν τὸν παντεπόπτην δεσπότην [*](despo/thn LK, despo/thn qeo/n A, qeo/n C (S also inserts qeo/n but aiter tw=n ai)w/nwn).) τῶν αἰώνων: ὃς ἰδὼν τὸ ταπεινὸν τῆς ψυχῆς αὐτῆς ἐρύσατο τὸν λαόν, ὧν χάριν ἐκινδύνευσεν.

Καὶ ἡμεῖς οὖν ἐντύχωμεν περὶ τῶν ἔν τινι παραπτώματι ὑπαρχόντων, ὅπως δοθῇ αὐτοῖς ἐπιείκεια καὶ ταπεινοφροσύνη εἰς τὸ εἶξαι αὐτοὺς μὴ ἡμῖν ἀλλὰ τῷ θελήματι τοῦ θεοῦ: οὕτως γὰρ ἔσται αὐτοῖς ἔγκαρπος καὶ τελεία ἡ πρὸς τὸν θεὸν

104
καὶ τοὺς ἁγίους μετ̓ οἰκτιρμῶν μνεία.

ἀναλάβωμεν παιδείαν, ἐφ̓ ᾗ οὐδεὶς ὀφείλει ἀγανακτεῖν, ἀγαπητοί. ἡ νουθέτησις, ἣν ποιούμεθα εἰς ἀλλήλους, καλή ἐστιν καὶ ὑπεράγαν ὠφέλιμος: κολλᾷ γὰρ ἡμᾶς τῷ θελήματι τοῦ θεοῦ.