The First Epistle of Clement to the Corinthians

Clemens Romanus (Clement of Rome)

Clement of Rome. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: The Macmillan Company, 1912.

Ἀπροσδεής, ἀδελφοί, ὁ δεσπότης ὑπάρχει τῶν ἁπάντων: οὐδὲν οὐδενὸς χρῄζει εἰ μὴ τὸ ἐξομολογεῖσθαι αὐτῷ.

φησὶν γὰρ ὁ ἐκλεκτὸς [*](Ps. 69, 30-32) Δαυείδ: Ἐξομολογήσομαι τῷ κυρίῳ, καὶ ἀρέσει αὐτῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς: ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν. [*](Ps. 50, 14. 15)

καὶ πάλιν λέγει: Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου: καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ [*](Ps. 51, 17) ἐξελοῦμαί σε, καὶ δοξάσεις με.

θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον.

Ἐπίστασθε γὰρ καὶ καλῶς ἐπίστασθε τὰς ἱερὰς γραφάς, ἀγαπητοί, καὶ ἐγκεκύφατε εἰς τὰ λόγια τοῦ θεοῦ. πρὸς ἀνάμνησιν οὖν ταῦτα γράφομεν.