The First Epistle of Clement to the Corinthians
Clemens Romanus (Clement of Rome)
Clement of Rome. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: The Macmillan Company, 1912.
καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει: Μετὰ [*](Ps. 17. 26f.) ἀνδρὸς ἀθῷον ἀθῷος ἔσῃ καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ. καὶ μετὰ στρεβλοῦ διαστρέψεις.
κολληθῶμεν οὖν τοῖς ἀθῴοις καὶ δικαίοις: εἰσὶν δὲ οὗτοι ἐκλεκτοὶ τοῦ θεοῦ.
ἱνατί ἔρεις καὶ θυμοὶ καὶ διχοστασίαι καὶ σχίσματα πόλεμός τε [*](Eph. 4, 4-6) ἐν ὑμῖν;
ἢ οὐχὶ ἕνα θεὸν ἔχομεν καὶ ἔνα Χριστὸν καὶ ἓν πνεῦμα τῆς χάριτος τὸ ἐκχυθὲν ἐφ̓ ἡμᾶς; καὶ μία κλῆσις ἐν Χριστῷ;
ἱνατί διέλκομεν καὶ διασπῶμεν τὰ μέλη τοῦ Χριστοῦ καὶ στασιάζομεν πρὸς τὸ σῶμα τὸ ἴδιον, καὶ εἰς τοσαύτην ἀπόνοιαν ἐρχόμεθα, ὥστε ἐπιλαθέσθαι ἡμᾶς, ὅτι μέλη ἐσμὲν ἀλλήλων; μνήσθητε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ. [*](*)ihsou= tou= kuri/ou h(mw=n *a, tou= kuri/ou h(mw=n *)ihsou= *xrittou= CSK, domini Them (tou= kuri/ou *)ihsou=) L. The other readings appear to be serni liturgical expansions of the simple form found in L.)
εἶπεν γάρ: Οὐαὶ [*](Mt. 26. 24 (Mk. 14, 21; Luke 22, 22); Luke 17, 2 (Mt. 18, 6; Mk. 9. 42)) τῷ ἀνθρώπῳ ἐκείνῳ: καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη, ἦ ἕνα τῶν ἐκλεκτῶν μου σκανδαλίσαι κρεῖττον ἢν αὐτῷ περιτεθῆναι μύλον καὶ καταπον τισθῆναι εἰς τὴν θάλασσαν, ἢ ἕνα τῶν ἐκλεκτῶν μου διαστρέψαι. [*](tw=n e)klektw=n mou diastre/yai LSK Clem. tw=n mikrw=n mou skandali/sai "offend one of my little ones" AC.)
τὸ σχίσμα ὑμῶν πολλοὺς διέστρεψεν, πολλοὺς εἰς ἀθυμίαν ἔβαλεν, πολλοὺς: εἰς δισταγμόν, τοὺς πάντας ἡμᾶς εἰς λύπην: καὶ ἐπίμονος ἀμῶν ἐστιν ἡ στάσις.
Ἀναλάβετε τὴν ἐπιστολὴν τοῦ μακαρίου Παύλου τοῦ ἀποστόλου.
τί πρῶτον ὑμῖν ἐν
ἐπ̓ ἀληθείας πνευματικῶς ἐπέστειλεν ὑμῖν περὶ ἑαυτοῦ τε καὶ Κηφᾶ τε καὶ Ἀπολλώ, διὰ τὸ καὶ τότε προσκλίσεις ὑμᾶς πεποιῆσθαι.
ἀλλ̓ ἡ πρόσκλισις ἐκείνη ἥττονα ἁμαρτίαν ὑμῖν προσήνεγκεν: προσεκλίθητε γὰρ ἀποστόλοις μεμαρτυρημένοις καὶ ἀνδρὶ δεδοκιμασμένῳ παῤ αὐτοῖς.
νυνὶ δὲ κατανοήσατε, τίνες ὑμᾶς διέστρεψαν καὶ τὸ σεμνὸν τῆς περιβοήτου φιλαδελφίας ὑμῶν ἐμείωσαν.