The First Epistle of Clement to the Corinthians
Clemens Romanus (Clement of Rome)
Clement of Rome. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: The Macmillan Company, 1912.
οὐρανὸς δὲ οὐ καθαρὸς ἐνώπιον αὐτοῦ: ἔα δέ, οἱ κατοικοῦντες οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ
76
αὐτοῦ πηλοῦ ἐσμεν: ἔπαισεν αὐτοὺς σητὸς τρόπον, καὶ ἀπὸ πρωΐθεν ἕως ἑσπέρας οὐκ ἔτι εἰσίν: παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο. ἐνεφύσησεν αὐτοῖς, καὶ ἐτελεύτησαν παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.
ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται, ἤ εἴ τινα ἁγίων ἀγγέλων ὄψῃ: καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή. πεπλανημένον δὲ θανατοῖ ζῆλος.
ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζας βάλλοντας, [*](balo/ntas A, ba/llontas CLS (LXX).) ἀλλ̓ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.