The First Epistle of Clement to the Corinthians

Clemens Romanus (Clement of Rome)

Clement of Rome. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: The Macmillan Company, 1912.

Στρατευσώμεθα οὖν, ἄνδρες ἀδελφοί, μετὰ πάσης ἐκτενείας ἐν τοῖς ἀμώμοις προστώγμασιν αὐτοῦ.

κατανοήσωμεν τοὺς στρατευομένους

72
τοῖς ἡγουμένοις ἡμῶν, πῶς εὐτάκτως, πῶς ἑκτικῶς, [*](A reads eiekti... (the rest of the sord has disappeared, though there is a trace either of w. or of ik. .) A has eu)eikt...) πῶς ὑποτεταγμένως ἐπιτελοῦσιν τὰ διατασσόμενα.

οὐ πάντες εἰσὶν ἔπαρχοι οὐδὲ χιλίαρχοι οὐδὲ ἑκατόνταρχαι [*](1 Cor. 15, 23) οὐδὲ πεντηκόνταρχοι οὐδὲ τὸ καθεξῆς, ἀλλ̓ ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι τὰ ἐπιτασσόμενα ὑπὸ τοῦ βασιλέως καὶ τῶν ἡγουμένων ἐπιτελεῖ.

οἱ μεγάλοι δίχα τῶν μικρῶν οὐ δύνανται εἶναι, οὔτε οἱ μικροὶ δίχα τῶν μεγάλων: σύγκρασίς τίς ἐστιν ἐν πᾶσιν, καὶ ἐν τούτοις [*](L soems to imply a)llh/lois "and one makes use of the other," shich may be the original text.) χρῆσις.

λάβωμεν τὸ σῶμα ἡμῶν: ἡ κεφαλὴ δίχα τῶν ποδῶν οὐδέν [*](1 Cor. 12, 21) ἐστιν, οὕτως οὐδὲ οἱ πόδες δίχα τῆς κεφαλῆς: τὰ δὲ ἐλάχιστα μέλη τοῦ σώματος ἡμῶν ἀναγκαῖα καὶ εὔχρηστά εἰσιν ὅλῳ τῷ σώμᾳτι: ἀλλὰ πάντα συνπνεῖ καὶ ὑποταγῇ μιᾷ χρῆται εἰς τὸ σώζεσθαι ὅλον τὸ σῶμα.