The First Epistle of Clement to the Corinthians

Clemens Romanus (Clement of Rome)

Clement of Rome. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: The Macmillan Company, 1912.

ἐπὶ δὲ τῷ [*](Heb. 1, 5 Pa. 2, 7.8) υἱῷ αὐτοῦ οὕτως εἶπεν ὁ δεσπότης. Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε: αἴτησαι παῤ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.

καὶ πάλιν [*](Heb. 1, 13; Pa 110, 1) λέγει πρὸς αὐτόν: Κάθον ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

τίνες οὖν οἱ ἐχθροί; οἱ φαῦλοι καὶ ἀντιτασσομενοι τῷ θελήματι αὐτοῦ.

Στρατευσώμεθα οὖν, ἄνδρες ἀδελφοί, μετὰ πάσης ἐκτενείας ἐν τοῖς ἀμώμοις προστώγμασιν αὐτοῦ.