The First Epistle of Clement to the Corinthians
Clemens Romanus (Clement of Rome)
Clement of Rome. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: The Macmillan Company, 1912.
ταῦτα ἐποίησας, καὶ ἐσίγησα: ὑπέλαβες, ἄνομε, ὅτι ἔσομαί σοι ὅμοιος.
ἐλέγξω σε καὶ παραστήσω σε κατὰ προσωπόν σου.
σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ. μήποτε ἁρπάσῃ ὡς λέων, καὶ μὴ ᾖ ὁ ῥυόμενος.
θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδός, ᾗ [*](h(=| L (in #3ua) h)/n ACS sith later LXX MSS.) δείξω αὐτῷ τὸ σωτήριον τοῦ θεοῦ.
Αὕτη ἡ ὁδός, ἀγαπητοί, ἐν ᾖ εὕρομεν τὸ [*](Heb. 2, 16: 9, 1) σωτήριον ἡμῶν, Ἰησοῦν Χριστόν, τὸν ἀρχιερέα τῶν προσφορῶν ἡμῶν, τὸν προστάτην καὶ βοηθὸν τῆς ἀσθενείας ἡμῶν.
διὰ τούτου ἀτενίζομεν [*](a)teni/twmen A "lat us fir our gaze." ) εἰς τὰ ὕψη τῶν οὐρανῶν, διὰ τούτου ἐνοπτριζόμεθα τὴν ἄμωμον καὶ ὑπερτάτην ὄψιν αὐτοῦ, διὰ τούτου ἠνεῴχθησαν ἡμῶν οἱ ὀφθαλμοὶ τῆς καρδίας, διὰ τούτου ἡ ἀσύνετος καὶ ἐσκοτωμένη διάνοια ἡμῶν ἀναθάλλει εἰς τὸ φῶς, διὰ τούτου ἠθέλησεν ὁ δεσπότης τῆς ἀθανάτου γνώσεως ἡμᾶς γεύσασθαι, ὃς [*](Heb. 1, 3, 4) ὦν ἀπαύγασμα τῆς μεγαλωσύνης αὐτοῦ, τοσούτῳ μείζων ἐστὶν ἀγγέλων, ὅσῳ διαφορώτερον ὄνομα [*](Heb. 1, 7; Pa 104, 4) κεκληρονόμηκεν.
γέγραπται γὰρ οὕτως: Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
ἐπὶ δὲ τῷ [*](Heb. 1, 5 Pa. 2, 7.8) υἱῷ αὐτοῦ οὕτως εἶπεν ὁ δεσπότης. Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε: αἴτησαι παῤ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.