The First Epistle of Clement to the Corinthians

Clemens Romanus (Clement of Rome)

Clement of Rome. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: The Macmillan Company, 1912.

Τί δὲ εἴπωμεν ἐπὶ τῷ μεμαρτυρημένῳ Δαυείδ; [*](Ps. 39, 20; Acts 13, 22) ἐφ̓ οὗ [*](So L Clem. pro\n o)/n ACS.) εἶπεν ὁ θεός: Εὗρον ἄνδρα κατὰ τὴν καρδίαν μου, Δαυεὶδ τὸν τοῦ Ἰεσσαί, ἐν ἐλέει αἰωνίῳ ἔχρισα αὐτόν.

ἀλλὰ καὶ αὐτὸς λέγει [*](Ps. 61, 1-17) πρὸς τὸν θεόν: Ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα

40
ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με: ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶν διαπαντός.

σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου. καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου.

ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας: τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.