The First Epistle of Clement to the Corinthians

Clemens Romanus (Clement of Rome)

Clement of Rome. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: The Macmillan Company, 1912.

βλάβην γὰρ οὐ τὴν τυχοῦσαν, μᾶλλον δὲ κίνδυνον ὑποίσομεν μέγαν, ἐὰν ῥιψοκινδύνως ἐπιδῶμεν ἑαυτοὺς τοῖς θελήμασιν τῶν ἀνθρώπων, οἵτινες ἐξακοντίζουσιν εἰς ἔριν καὶ στάσεις, εἰς τὸ ἀπαλλοτριῶσαι ἡμᾶς τοῦ καλῶς ἔχοντος.

χρηστευσώμεθα ἑαυτοῖς κατὰ τὴν εὐσπλαγχνίαν καὶ γλυκύτητα τοῦ ποιήσαντος [*](Prov. 2, 21. 22;) ἡμᾶς.

γέγραπται γάρ: Χρηστοὶ ἔσονται οἰκήτορες [*](Ps. 37, 9. 38) γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐπ αὐτῆς: οἱ δὲ παρανομοῦντες ἐξολεθρευθήσονται ἀπ̓ αὐτῆς.

32
[*](Ps. 87. B5-B7)

καὶ πάλιν λέγει: Εἶδον ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου: καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐξεζήτησα τὸν τόπον αὐτοῦ, καὶ οὐχ εὗρον. φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ.

Τοίνυν κολληθῶμεν τοῖς μετ̓ εὐσεβείας εἰρηνεύουσιν, καὶ μὴ τοῖς μεθ̓ ὑποκρίσεως βουλομένοις [*](Is. 29, 18; Mk. 7, 6) εἰρήνην.

λέγει γάρ που: Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἄπεστιν [*](Ps. 61, 5) ἀπ̓ ἐμοῦ.

καὶ πάλιν: Τῷ στόματι αὐτῶν εὐλογοῦσιν, τῇ δὲ καρδίᾳ αὐτῶν κατηρῶντο. [*](Ps. 77, 66. 37)

καὶ πάλιν λέγει: Ἠγάπησαν αὐτὸν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτόν, ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ̓ αὐτοῦ, [*](Ps. 30, 19) οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.

διὰ τοῦτο ἄλαλα γενηθήτω τὰ χείηλ τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν. καὶ πάλιν: [*](Ps. 12, 3-5) Ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια, [*](do/lia... do/lia are omitted by all the textual authorities (including Clem.) except S. It is probable that this is a primitive corruption in the text, and that the reading of S is a correct emendation, shich, it may be observed, sas independently made by Lightfoot before the discovery of S.) γλῶσσαν μεγαλορήμονα, τοὺς εἰπόντας: Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παῤ ἡμῖν ἐστιν: τίς ἡμῶν κύριός ἐστιν;

ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος: θήσομαι ἐν σωτηρίῳ,

παρρησιάσομαι ἐν αὐτῷ.

34

Ταπεινοφρονούντων γάρ ἐστιν ὁ Χριστός, οὐκ ἐπαιρομένων ἐπὶ τὸ ποίμνιον αὐτοῦ.

τὸ σκῆπτρον τῆς μεγαλωσύνης τοῦ θεοῦ, ὁ κύριος Ἰησοῦς Χριστός, οὐκ ἦλθεν ἐν κόμπῳ ἀλαζονείας οὐδὲ ὑπερηφανίας, καίπερ δυνάμενος, ἀλλὰ ταπεινοφρονῶν, καθὼς τὸ πνεῦμα τὸ ἅγιον περὶ [*](Is. 69, 1-12) αὐτοῦ ἐλάλησεν: φησὶν γάρ:

Κύριε. τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ, ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ: οὐκ ἔστιν αὐτῷ εἶδος οὐδὲ δόξα, καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τὸ εἶδος τῶν ἀνθρώπων: ἄνθρωπος ἐν πληγῇ ὢν καὶ πόνῳ καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη:

οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει:

αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. παιδεία εἰρήνης ἡμῶν ἐπ̓ αὐτόν: τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.

πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη: