The First Epistle of Clement to the Corinthians

Clemens Romanus (Clement of Rome)

Clement of Rome. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: The Macmillan Company, 1912.

ἡ οὖν φιλόξενος Ῥαὰβ εἰσδεξαμένη αὐτοὺς ἔκρυψεν εἰς τὸ ὑπερῷον ὑπὸ τὴν

28
[*](Josh. 2, 3) λινοκαλάμην.

ἐπισταθέντων δὲ τῶν παρὰ τοῦ βασιλέως καὶ λεγόντων: Πρὸς σὲ εἰσῆλθον οἱ κατάσκοποι τῆς γῆς ἡμῶν: ἐξάγαγε αὐτούς, ὁ γὰρ [*](Josh. 2, 4. 5) βασιλεὺς οὕτως κελεύει, ἥδε ἀπεκρίθη: Εἰσῆλθον μὲν οἱ ἄνδρες, οὓς ζητεῖτε, πρός με, ἀλλ̓ εὐθέως ἀπῆλθον καὶ πορεύονται τῇ ὁδῷ: ὑποδεικνύουσα αὐτοῖς ἐναλλάξ.

καὶ εἶπεν πρὸς τοὺς ἄνδρας: [*](Josh. 2, 9-10) Γινώσκουσα γινώσκω ἐγώ, ὅτι κύριος ὁ θεὸς παραδίδωσιν ὑμῖν τὴν γῆν ταύτην: ὁ γὰρ φόβος καὶ ὁ τρόμος ὑμῶν ἐπέπεσεν τοῖς κατοικοῦσιν αὐτήν. ὡς ἐὰν οὖν γένηται λαβεῖν αὐτὴν ὑμᾶς, διασώσατέ με καὶ τὸν οἶκον τοῦ πατρός μου.

καὶ [*](Josh. 2, 14) εἶπαν αὐτῇ: Ἔσται οὕτως, ὡς ἐλάλησας ἡμῖν. ὡς ἐὰν οὖν γνῷς παραγινομένους ἡμᾶς, συνάξεις πάντας τοὺς σοὺς ὑπὸ τὸ στέγος σου, καὶ διασωθήσονται: ὅσοι γὰρ ἐὰν εὑρεθῶσιν ἔξω τῆς [*](Josh. 2, 15) οἰκίας, ἀπολοῦνται.

καὶ προσέθεντο αὐτῇ δοῦναι σημεῖον, ὅπως ἐκκρεμάσῃ ἐκ τοῦ οἴκου αὐτῆς κόκκινον, πρόδηλον ποιοῦντες, ὅτι διὰ τοῦ αἵματος τοῦ κυρίου λύτρωσις ἔσται πᾶσιν τοῖς πιστεύουσιν καὶ ἐλπίζουσιν ἐπὶ τὸν θεόν.