Testimonia et Fragmenta
Cleanthes
Cleanthes. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)
Photius s. v. λέσχαι. Κλεάνθης δέ φησιν ἀπονενεμῆσθαι τῷ Ἀπόλλωνι τὰς λέσχας, ἐξέδραις δὲ ὁμοίας γίνεσθαι, καὶ αὐτὸν δὲ τὸν Ἀπόλλω παρ’ ἐνίοις Λεσχηνόριον ἐπικαλεῖσθαι. — Eadem Suidas s. v. λέσχαι. — Harpocration s. v. in libro περὶ θεῶν haec tradita esse testatur. — Causam cognominis accuratius explicat Cornutus c. 32.
καὶ λεσχηνόριον δʼ αὐτὸν (Ἀπόλλωνα) προσηγόρευσαν διὰ τὸ τὰς ἡμέρας ταῖς λέσχαις καὶ τῷ ὁμιλεῖν ἀλλήλοις συνέχεσθαι τοὺς ἀνθρώπους, τὰς δὲ νύκτας καθʼ ἑαυτοὺς ἀναπαύεσθαι. — Cf. Plut. de Ei apud Delphos cp. 2.Schol. in Hom. Il. Γ 64. Κλεάνθης δὲ ἐν Λέσβῳ οὕτω τιμᾶσθαι χρυσῆν Ἀφροδίτην.
[Athenaeus XIII 572f. πόρνης δὲ Ἀφροδίτης ἱερόν ἐστι παρὰ Ἀβυδηνοῖς, ὥς φησι Πάμφιλος· κατεχομένης γὰρ τῆς πόλεως δουλείᾳ τοὺς φρουροὺς τοὺς ἐν αὐτῇ ποτε θύσαντας, ὡς ἱστορεῖ Κλεάνθης ἐν τοῖς Μυθικοῖς, καὶ μεθυσθέντας ἑταίρας πλείονας προσλαβεῖν· ὧν μίαν, κατακοιμηθέντας αὐτοὺς ἰδοῦσαν, ἀνελομένην τὰς κλεῖς καὶ τὸ τεῖχος ὑπερβᾶσαν, ἀπαγγεῖλαι τοῖς Ἀβυδηνοῖς. τοὺς δʼ αὐτίκα μεθʼ ὅπλων ἀφικομένους, ἀνελεῖν μὲν τοὺς φύλακας, κρατήσαντας δὲ τῶν τειχῶν καὶ γενομένους ἐγκρατεῖς τῆς ἐλευθερίας χαριστήρια τῇ πόρνῃ ἀποδιδόντας Ἀφροδίτης Πόρνης ναὸν ἱδρύσασθαι.]
[A Cleanthe Stoico haec aliena sunt. Νεάνθης scripsit pro Κλεάνθης, Cyzicenum intellegens, Mueller Frg. Hist. Gr. II p. 5. 9. 11. Eum secuti sunt Kaibelius in editione Athenaei et Zeller.]
Macrobius Sat. I 18, 14. unde Cleanthes ita cognominatum scribit (Dionysum) ἀπὸ τοῦ διανύσαι, quia cotidiano impetu ab oriente ad occasum diem noctemque faciendo caeli conficit cursum.