Testimonia et Fragmenta

Cleanthes

Cleanthes. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)

Plutarchus de aud. poët. 11 p. 31 d. δεῖ δὲ μηδὲ τῶν ὀνομάτων ἀμελῶς ἀκούειν, ἀλλὰ τὴν μὲν Κλεάνθους παιδιὰν παραιτεῖσθαι. κατειρωνεύεται γὰρ ἔστιν ὅτε προσποιούμενος ἐξηγεῖσθαι τὸ (Γ 320)

Ζεῦ πάτερ Ἴδηθεν μεδέων
καὶ τὸ (Π 233)
Ζεῦ ἄνα Δωδωναῖε
κελεύων ἀναγιγνώσκειν ὑφ’ ἕν, ὡς τὸν ἐκ τῆς γῆς ἀναθυμιώμενον ἀέρα διὰ τὴν ἀνάδοσιν ἀναδωδωναῖον ὄντα.

Schol. BL. Hom. Π 233

Ζεῦ ἄνα Δωδωναῖε]
τινὲς δὲ ἀναδωδωναῖε ὑφʼ ἓν παρὰ τὴν ἀνάδοσιν τῶν ἀγαθῶν.

Plutarchus de comm. not. 31 p. 1066a. ἀλλὰ Χρύσιππος καὶ Κλεάνθης ἐμπεπληκότες, ὡς ἔπος εἰπεῖν, τῷ λόγῳ θεῶν τὸν οὐρανόν, τὴν γῆν, τὸν ἀέρα, τὴν θάλατταν, οὐδένα τῶν τοσούτων ἄφθαρτον οὐδʼ ἀΐδιον ἀπολελοίπασι, πλὴν μόνου τοῦ Διός, εἰς ὃν πάντας καταναλίσκουσι τοὺς ἄλλους... ταῦτα δὲ οὐ ... τοῖς δόγμασιν ἕπεται, ἀλλʼ αὐτοὶ μέγα βοῶντες ἐν τοῖς περὶ θεῶν καὶ προνοίας εἱμαρμένης τε καὶ φύσεως γράμμασι διαῤῥήδην λέγουσι, τοὺς ἄλλους θεοὺς ἅπαντας εἶναι γεγονότας καὶ φθαρησομένους ὑπὸ πυρός, τηκτοὺς κατʼ αὐτοὺς ὥσπερ κηρίνους ἢ καττιτερίνους ὄντας.

Stobaeus Ecl. I 1, 12 p. 25, 3. Κλεάνθους.

Κύδιστʼ ἀθανάτων, πολυώνυμε, παγκρατὲς αἰεί, Ζεῦ, φύσεως ἀρχηγέ, νόμου μέτα πάντα κυβερνῶν, χαῖρε· σὲ γὰρ πάντεσσι θέμις θνητοῖσι προσαυδᾶν. ἐκ σοῦ γὰρ γένος εἴσʼ ἤχου μίμημα λαχόντες
μοῦνοι, ὅσα ζώει τε καὶ ἕρπει θνήτʼ ἐπὶ γαῖαν· τῷ σε καθυμνήσω καὶ σὸν κράτος αἰὲν ἀείσω. σοὶ δὴ πᾶς ὅδε κόσμος, ἑλισσόμενος περὶ γαῖαν, πείθεται, ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται· τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ὑπὸ χερσὶν ἀμφήκη, πυρόεντα, ἀειζώοντα κεραυνόν· τοῦ γὰρ ὑπὸ πληγῇς φύσεως πάντʼ ἔργα ⟨τελεῖται⟩· ᾧ σὺ κατευθύνεις κοινὸν λόγον, ὃς διὰ πάντων φοιτᾷ, μιγνύμενος μεγάλοις μικροῖς τε φάεσσι· ᾧ σὺ τόσος γεγαὼς ὕπατος βασιλεὺς διὰ παντός. οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθονὶ σοῦ δίχα, δαῖμον, οὔτε κατʼ αἰθέριον θεῖον πόλον οὔτʼ ἐνὶ πόντῳ, πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέραισιν ἀνοίαις· ἀλλὰ σὺ καὶ τὰ περισσὰ ἐπίστασαι ἄρτια θεῖναι, καὶ κοσμεῖν τἄκοσμα καὶ οὐ φίλα σοὶ φίλα ἐστίν. ὧδε γὰρ εἰς ἓν πάντα συνήρμοκας ἐσθλὰ κακοῖσιν, ὥσθʼ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα, ὃν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσι, δύσμοροι, οἵ τʼ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες οὔτʼ ἐσορῶσι θεοῦ κοινὸν νόμον, οὔτε κλύουσιν, ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν. αὐτοὶ δʼ αὖθʼ ὁρμῶσιν ἄνοι κακὸν ἄλλος ἐπʼ ἄλλο, οἱ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες, οἱ δʼ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ, ἄλλοι δʼ εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα. ⟨ἀλλὰ κακοῖς ἐπέκυρσαν⟩, ἐπʼ ἄλλοτε δʼ ἄλλα φέρονται σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι. ἀλλὰ Ζεῦ πάνδωρε, κελαινεφές, ἀργικέραυνε, ἀνθρώπους ⟨μὲν⟩ ῥύου ἀπειροσύνης ἀπὸ λυγρῆς, ἣν σύ, πάτερ, σκέδασον ψυχῆς ἄπο, δὸς δὲ κυρῆσαι
γνώμης, ᾑ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾶς, ὄφρʼ ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ, ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε θνητὸν ἐόντʼ, ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον, οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν.

Epiphanius adv. Haeres. III 2, 9 (III 37) DDG p. 592, 30. Κλεάνθης τὸ ἀγαθὸν καὶ καλὸν λέγει εἶναι τὰς ἡδονάς, καὶ ἄνθρωπον ἐκάλει μόνην τὴν ψυχήν, καὶ τοὺς θεοὺς μυστικὰ σχήματα ἔλεγεν εἶναι καὶ κλήσεις ἱεράς, καὶ δᾳδοῦχον ἔφασκεν εἶναι τὸν ἥλιον, καὶ τὸν κόσμον μυστήριον καὶ τοὺς κατόχους τῶν θείων τελεστὰς ἔλεγε.

Philodemus περὶ εὐσεβ. cp. 13 (DDG p. 547b). ἐν δὲ τῷ δευτέ(ρῳ) (scil. περὶ θεῶν Χρύσιππος) τά τ(ε) εἰς Ὀρφέα (καὶ Μ)ουσαῖον ἀναφε(ρόμ)ε(ν)α καὶ (τ)ὰ παρʼ (Ὁ)μήρῳ καὶ Ἡσιόδ(ῳ) καὶ Εὐρι(π)ίδῃ καὶ κοιηταῖς ἄλλοις, (ὡ)ς κα(ὶ) Κλεάνθης, (π)ειρᾶτα(ι συν)οικειοῦ(ν) ταῖς δόξαις αὐτῶ(ν).

Macrobius Sat. I 17, 8. Cleanthes (Apollinem) ὡς ἀπ’ ἄλλων καὶ ἄλλων τόπων τὰς ἀνατολὰς ποιούμενον, quod ab aliis atque aliis locorum declinationibus faciat ortus.

Macrobius Sat. I 17, 36. Cleanthes Lycium Apollinem appellatum notat quod, veluti lupi pecora rapiunt, ita ipse quoque humorem eripit radiis.

Macrobius Sat. I 17, 31. Λοξίας cognominatur, ut ait Oenopides, ὅτι ἐκπορεύεται τὸν λοξὸν κύκλον ἀπὸ δυσμῶν ἐπ’ ἀνατολὰς κινούμενος, id est quod obliquum circulum ab occasu ad orientem pergit: aut, ut Cleanthes scribit, ἐπειδὴ καθ’ ἕλικας κινεῖται, λοξαὶ γάρ εἰσι καὶ αὗται, quod flectuosum iter pergit.

Cf.Achilles Tat. Isag. 169 A. ὁ ζῳδιακὸς καὶ λοξίας ὑπό τινων καλεῖται, ἐπειδὴ ἥλιος τὰς ὁδοὺς ἐν αὐτῷ πορεύεται λοξός. ἐν δὲ τῷ ἡλίῳ ὁ Ἀπόλλων, ὃς καλεῖται Λοξίας ὑπὸ τῶν ποιητῶν, εἶναι πιστεύεται. — Cornutus c. 32: λοξῶν δὲ καὶ περισκελῶν ὄντων τῶν χρησμῶν οὓς δίδωσι, Λοξίας ὠνόμασται· ἢ ἀπὸ τῆς λοξότητος τῆς πορείας ἣν ποιεῖται διὰ τοῦ ζῳδιακοῦ κύκλου.

Photius s. v. λέσχαι. Κλεάνθης δέ φησιν ἀπονενεμῆσθαι τῷ Ἀπόλλωνι τὰς λέσχας, ἐξέδραις δὲ ὁμοίας γίνεσθαι, καὶ αὐτὸν δὲ τὸν Ἀπόλλω παρ’ ἐνίοις Λεσχηνόριον ἐπικαλεῖσθαι. — Eadem Suidas s. v. λέσχαι. — Harpocration s. v. in libro περὶ θεῶν haec tradita esse testatur. — Causam cognominis accuratius explicat Cornutus c. 32.

καὶ λεσχηνόριον δʼ αὐτὸν (Ἀπόλλωνα) προσηγόρευσαν διὰ τὸ τὰς ἡμέρας ταῖς λέσχαις καὶ τῷ ὁμιλεῖν ἀλλήλοις συνέχεσθαι τοὺς ἀνθρώπους, τὰς δὲ νύκτας καθʼ ἑαυτοὺς ἀναπαύεσθαι. — Cf. Plut. de Ei apud Delphos cp. 2.

Schol. in Hom. Il. Γ 64. Κλεάνθης δὲ ἐν Λέσβῳ οὕτω τιμᾶσθαι χρυσῆν Ἀφροδίτην.

[Athenaeus XIII 572f. πόρνης δὲ Ἀφροδίτης ἱερόν ἐστι παρὰ Ἀβυδηνοῖς, ὥς φησι Πάμφιλος· κατεχομένης γὰρ τῆς πόλεως δουλείᾳ τοὺς φρουροὺς τοὺς ἐν αὐτῇ ποτε θύσαντας, ὡς ἱστορεῖ Κλεάνθης ἐν τοῖς Μυθικοῖς, καὶ μεθυσθέντας ἑταίρας πλείονας προσλαβεῖν· ὧν μίαν, κατακοιμηθέντας αὐτοὺς ἰδοῦσαν, ἀνελομένην τὰς κλεῖς καὶ τὸ τεῖχος ὑπερβᾶσαν, ἀπαγγεῖλαι τοῖς Ἀβυδηνοῖς. τοὺς δʼ αὐτίκα μεθʼ ὅπλων ἀφικομένους, ἀνελεῖν μὲν τοὺς φύλακας, κρατήσαντας δὲ τῶν τειχῶν καὶ γενομένους ἐγκρατεῖς τῆς ἐλευθερίας χαριστήρια τῇ πόρνῃ ἀποδιδόντας Ἀφροδίτης Πόρνης ναὸν ἱδρύσασθαι.]

[A Cleanthe Stoico haec aliena sunt. Νεάνθης scripsit pro Κλεάνθης, Cyzicenum intellegens, Mueller Frg. Hist. Gr. II p. 5. 9. 11. Eum secuti sunt Kaibelius in editione Athenaei et Zeller.]

Macrobius Sat. I 18, 14. unde Cleanthes ita cognominatum scribit (Dionysum) ἀπὸ τοῦ διανύσαι, quia cotidiano impetu ab oriente ad occasum diem noctemque faciendo caeli conficit cursum.

Plutarchus de Is. et Osir. 66 p. 377d. Φερσεφόνην δὲ φησί που Κλεάνθης τὸ διὰ τῶν καρπῶν φερόμενον καὶ φονευόμενον πνεῦμα.

Philo de provid. II 74 p. 94 Aucher: Numerus autem planetarum prodest universo; verum hominum est otio praeditorum dinumerare singulorum utilitatem. Haec autem nota sunt non solum ratione, verum etiam sensu, ita movente providentia, quae, ut dicit Chrysippus et Cleanthes, nihil praetermisit pertinentium ad certiorem utilioremque dispensationem. quod si aliter melius esset dispensari res mundi, eo modo sumpsisset compositionem, qua tenus nihil occurreret ad impediendum deum.

Schol. in Hom. Od. α 52 (Cramer Anecd. Oxon. III 416). ὀλοόφρονος] Κλεάνθης δασύνει· τοῦ περὶ τῶν ὅλων φρονοῦντος. — Eustath. in Hom. p. 1389, 55. τὸν Ἄτλαντα... οἱ μὲν ἀλληγοροῦσιν

εἰς τὴν ἀκάματον καὶ ἀκοπίατον πρόνοιαν, τὴν πάντων αἰτίαν, καὶ ὀλοόφρονα τὸν τοιοῦτον Ἄτλαντα νοοῦσιν, ὡς τὸν ὑπὲρ ὅλων φρονοῦντα ἤγουν τῶν ὅλων φροντιστικόν. διὸ καὶ ὁ Κλεάνθης, ὣς φασιν, ἐδάσυνε τὸ ὁ τῆς ἀρχούσης. — Cornutus c. 26. ὁλοόφρονα δ’ αὐτὸν (Ἄτλαντα) εἰρῆσθαι διὰ τὸ περὶ τῶν ὅλων φροντίζειν καὶ προνοεῖσθαι τῆς πάντων αὐτοῦ τῶν μερῶν σωτηρίας.

Cicero de divin. I 6. Sed cum Stoici omnia fere illa defenderent, quod et Zeno in suis commentariis quasi semina quaedam sparsisset et ea Cleanthes paulo uberiora fecisset etc.

Chalcidius in Tim. c. 144. ex quo fieri ut, quae secundum fatum sunt, etiam ex providentia sint, eodemque modo quae secundum providentiam, ex fato, ut Chrysippus putat. alii vero quae quidem ex providentiae auctoritate, fataliter quoque provenire, nec tamen quae fataliter, ex providentia, ut Cleanthes.