Testimonia et Fragmenta
Cleanthes
Cleanthes. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)
Aëtius IV 5, 11 (DDG p. 392b 1). Πυθαγόρας, Ἀναξαγόρας, Πλάτων, Ξενοκράτης, Κλεάνθης θύραθεν εἰσκρίνεσθαι τὸν νοῦν. qui hoc de Cleanthe dixit, philosophum male intellexisse videtur.
Scholiasta ad. Nic. Ther. 447, p. 36, 12 Keil. κραντῆρες λέγονται οἱ ὕστερον ἀναβαίνοντες ὀδόντες παρὰ τὸ κραίνειν καὶ ἀποπληροῦν τὴν ἡλικίαν. νεωτέρων γὰρ ἤδη ἡμῶν γενομένων φύονται οἱ ὀδόντες οὗτοι. Κλεάνθης δὲ σωφρονιστῆρας αὐτοὺς καλεῖ. νῦν ἁπλῶς τοὺς ὀδόντας. σωφρονιστῆρες δὲ διὰ τὸ ἅμα τῷ ἀνιέναι αὐτοὺς καὶ τὸ σῶφρον τοῦ νοῦ λαμβάνειν ἡμᾶς.
Seneca Epist. 113, 18. inter Cleanthem et discipulum eius Chrysippum non convenit quid sit ambulatio: Cleanthes ait spiritum esse a principali usque in pedes permissum; Chrysippus ipsum principale.
Apollonius soph. lex. Homer. p. 114 ed Bekk. s. v. μῶλυ (κ 305) Κλεάνθης δὲ ὁ φιλόσοφος ἀλληγορικῶς φησι δηλοῦσθαι τὸν λόγον, δι ʼοὗ μωλύονται αἱ ὁρμαὶ καὶ τὰ πάθη.
Epictet. Man. c. 53.
ἄγου δέ μʼ, ὦ Ζεῦ, καὶ σύ γʼ ἡ πεπρωμένη, ὅποι ποθʼ ὑμῖν εἰμὶ διατεταγμένος, ὡς ἕψομαί γʼ ἄοκνος· ἢν δέ γε μὴ θέλω κακὸς γενόμενος, οὐδὲν ἧττον ἕψομαι.
Vs. 1 affert Arrian. Epict. diss. II 23, 42 III 22, 95 IV 4, 34. Vs. 1. 2 idem IV 1, 131. Seneca Epist. 107, 10. et sic adloquamur Iovem cuius gubernaculo moles ista dirigitur, quemadmodum Cleanthes noster versibus disertissimis adloquitur; quos mihi in nostrum sermonem mutare
permittitur Ciceronis disertissimi riri exemplo. si placuerint, boni consules; si displicuerint, scies me in hoc secutum Ciceronis exemplum.duc, o parens celsique dominator poli, quocumque placuit: nulla parendi mora est. adsum impiger. fac nolle, comitabor gemens, malusque patiar, quod pati licuit bono. ducunt volentem fata, nolentem trahunt.
Cicero de nat. deor. II 13-15. Cleanthes quidem noster quattuor de causis dixit in animis hominum informatas deorum esse notiones. primam posuit eam, de qua modo dixi, quae orta esset ex praesensione rerum futurarum; alteram, quam ceperimus ex magnitudine commodorum, quae percipiuntur caeli temperatione, fecunditate terrarum, aliarumque commoditatum complurium copia; 14. tertiam quae terreret animos fulminibus, tempestatibus, nimbis, nivibus, grandinibus, vastitate, pestilentia, terrae motibus et saepe fremitibus, lapideisque imbribus et guttis imbrium quasi cruentis, tum labibus aut repentinis terrarum hiatibus, tum praeter naturam hominum pecudumque portentis, tum facibus visis caelestibus, tum stellis iis, quas Graeci cometas, nostri cincinnatas vocant... tum sole geminato ... quibus exterriti homines vim quandam esse caelestem et divinam suspicati sunt. 15. quartam causam esse, eamque vel maximam, aequabilitatem motus conversionum〈que〉 caeli, solis, lunae, siderumque omnium distinctionem, varietatem, pulch ritudinem, ordinem, quarum rerum aspectus ipse satis indicaret non esse ea fortuita. — Cic. de nat. deor. III 16. nam Cleanthes, ut dicebas, quattuor modis formatas in animis hominum putat deorum esse notiones. unus is modus est... qui est susceptus ex praesensione rerum futurarum. alter ex perturbationibus tempestatum et reliquis motibus. tertius ex commoditate rerum quas percipimus et copia. quartus ex astrorum ordine caelique constantia.
Sextus adv. math. IX 88. ὁ δὲ Κλεάνθης οὕτως συνηρώτα· εἰ φύσις φύσεώς ἐστι κρείττων, εἴη ἄν τις ἀρίστη φύσις· εἰ ψυχὴ ψυχῆς ἐστι κρείττων, εἴη ἄν τις ἀρίστη ψυχή· καὶ εἰ ζῷον τοίνυν κρεῖττόν ἐστι ζῴου, εἴη ἄν τι κράτιστον ζῷον. οὐ γὰρ εἰς ἄπειρον ἐκπίπτειν πέφυκε τὰ τοιαῦτα. ὥσπερ οὖν οὔτε ἡ φύσις ἐδύνατο ἐπʼ
ἄπειρον αὔξεσθαι κατὰ τὸ κρεῖττον οὔθ’ ἡ ψυχή, οὐδὲ τὸ ζῷον. (89) ἀλλὰ μὴν ζῷον ζῴου κρεῖττόν ἐστιν, ὡς ἵππος χελώνης, εἰ τύχοι, καὶ ταῦρος ὄνου καὶ λέων ταύρου· πάντων δὲ σχεδὸν τῶν ἐπιγείων ζῴων καὶ σωματικῇ καὶ ψυχικῇ διαθέσει προέχει τε καὶ κρατιστεύει ὁ ἄνθρωπος. τοίνυν κράτιστον ἂν εἴη ζῷον καὶ ἄριστον. (9Ο) καί⟨τοι⟩ οὐ πάνυ τι ὁ ἄνθρωπος κράτιστον εἶναι δύναται ζῷον, οἷον εὐθέως ὅτι διὰ κακίας πορεύεται τὸν πάντα χρόνον, εἰ δὲ μή γε, τὸν πλεῖστον (καὶ γὰρ εἴ ποτε περιγένοιτο ἀρετῆς, ὀψὲ καὶ πρὸς ταῖς τοῦ βίου δυσμαῖς περιγίγνεται), ἐπίκηρόν τʼ ἐστὶ καὶ ἀσθενὲς καὶ μυρίων δεόμενον βοηθημάτων, καθάπερ τροφῆς καὶ σκεπασμάτων καὶ τῆς ἄλληλης τοῦ σώματος ἐπιμελείας, πικροῦ τινος τυράννου τρόπον ἐφεστῶτος ἡμῖν καὶ τὸν πρὸς ἡμέραν δασμὸν ἀπαιτοῦντος, καὶ εἰ μὴ παρέχοιμεν ὥστε λούειν αὐτὸ καὶ ἀλείφειν καὶ περιβάλλειν καὶ τρέφειν, νόσους καὶ θάνατον ἀπειλοῦντος. ὥστε οὐ τέλειον ζῷον ὁ ἄνθρωπος, ἀτελὲς δὲ καὶ πολὺ κεχωρισμένον τοῦ τελείου. (91) τὸ δὲ τέλειον καὶ ἄριστον κρεῖττον μὲν ἂν ὑπάρχοι ἀνθρώπου καὶ πάσαις ταῖς ἀρεταῖς συμπεπληρωμένον καὶ παντὸς κακοῦ ἀνεπίδεκτον· τοῦτο δὲ οὐ διοίσει θεοῦ. ἔστιν ἄρα θεός. — cf. Cic. de nat. deor. II 33-36.Cicero de nat. deor. I 37. Cleanthes autem, qui Zenonem audivit una cum eo, quem proxime nominavi (scil. Aristone), tum ipsum mundum deum dicit esse,
tum totius naturae menti atque animo tribuit hoc nomen, tum ultimum et altissimum atque undique cicumfusum et extremum omnia cingentem atque complexum ardorem, qui aether nominetur, certissimum deum iudicat; idemque quasi delirans in iis libris, quos scripsit contra voluptatem, tum fingit formam quandam et speciem deorum, tum divinitatem omnem tribuit astris, tum nihil ratione censet divinius.
Philodemus περὶ εὐσεβ. c. 9 (DDG p. 544). λόγον ἡγούμ⟨ενον τῶν⟩ ἐν 〈τ〉ῷ κόσ〈μῳ〉.
Cicero de nat. deor. I 37. tum nihil ratione censet esse divinius.
Philodemi frustulum ad Cleanthen probabiliter refertur, cum propter locum, quem inter fragmenta obtinet (p. 75 Gomp.) tum propter Ciceronis similitudinem; qui huuc locum libris κατὰ τῆς ἡδονῆς tribuit.
Aëtius I 7, 17 (DDG p. 302b 15). Διογένης καὶ Κλεάνθης καὶ Οἰνοπίδης (τὸν θεὸν) τὴν τοῦ κόσμου ψυχήν.
Cicero de nat. deor. I 37. tum totius naturae menti atque animo tribuit hoc nomen. — Minucius Octav. XIX 10. Theoprastus et Zeno et Chrysippus et Cleanthes sunt et ipsi multiformes, sed ad unitatem providentiae omnes revolvuntur. Cleanthes enim mentem, modo animum, modo aethera, plerumque rationem Deum disseruit.
Tertullianus Apol. 21. haec Cleanthes in spiritum congerit quem permeatorem universitatis affirmat.
Cicero de nat. deor. I 37. tum ultimum et altissimum atque undique circumfusum et extremum omnia cingentem atque complexum ardorem, qui aether nominetur, certissimum deum iudicat. — Lactantius Inst. I 5. Cleanthes et Anaximenes aethera dicunt esse summum Deum.
Plutarchus de aud. poët. 11 p. 31 d. δεῖ δὲ μηδὲ τῶν ὀνομάτων ἀμελῶς ἀκούειν, ἀλλὰ τὴν μὲν Κλεάνθους παιδιὰν παραιτεῖσθαι. κατειρωνεύεται γὰρ ἔστιν ὅτε προσποιούμενος ἐξηγεῖσθαι τὸ (Γ 320)
Ζεῦ πάτερ Ἴδηθεν μεδέωνκαὶ τὸ (Π 233)
Ζεῦ ἄνα Δωδωναῖεκελεύων ἀναγιγνώσκειν ὑφ’ ἕν, ὡς τὸν ἐκ τῆς γῆς ἀναθυμιώμενον ἀέρα διὰ τὴν ἀνάδοσιν ἀναδωδωναῖον ὄντα.
Schol. BL. Hom. Π 233
Ζεῦ ἄνα Δωδωναῖε]τινὲς δὲ ἀναδωδωναῖε ὑφʼ ἓν παρὰ τὴν ἀνάδοσιν τῶν ἀγαθῶν.
Plutarchus de comm. not. 31 p. 1066a. ἀλλὰ Χρύσιππος καὶ Κλεάνθης ἐμπεπληκότες, ὡς ἔπος εἰπεῖν, τῷ λόγῳ θεῶν τὸν οὐρανόν, τὴν γῆν, τὸν ἀέρα, τὴν θάλατταν, οὐδένα τῶν τοσούτων ἄφθαρτον οὐδʼ ἀΐδιον ἀπολελοίπασι, πλὴν μόνου τοῦ Διός, εἰς ὃν πάντας καταναλίσκουσι τοὺς ἄλλους... ταῦτα δὲ οὐ ... τοῖς δόγμασιν ἕπεται, ἀλλʼ αὐτοὶ μέγα βοῶντες ἐν τοῖς περὶ θεῶν καὶ προνοίας εἱμαρμένης τε καὶ φύσεως γράμμασι διαῤῥήδην λέγουσι, τοὺς ἄλλους θεοὺς ἅπαντας εἶναι γεγονότας καὶ φθαρησομένους ὑπὸ πυρός, τηκτοὺς κατʼ αὐτοὺς ὥσπερ κηρίνους ἢ καττιτερίνους ὄντας.
Stobaeus Ecl. I 1, 12 p. 25, 3. Κλεάνθους.
Κύδιστʼ ἀθανάτων, πολυώνυμε, παγκρατὲς αἰεί, Ζεῦ, φύσεως ἀρχηγέ, νόμου μέτα πάντα κυβερνῶν, χαῖρε· σὲ γὰρ πάντεσσι θέμις θνητοῖσι προσαυδᾶν. ἐκ σοῦ γὰρ γένος εἴσʼ ἤχου μίμημα λαχόντες μοῦνοι, ὅσα ζώει τε καὶ ἕρπει θνήτʼ ἐπὶ γαῖαν· τῷ σε καθυμνήσω καὶ σὸν κράτος αἰὲν ἀείσω. σοὶ δὴ πᾶς ὅδε κόσμος, ἑλισσόμενος περὶ γαῖαν, πείθεται, ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται· τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ὑπὸ χερσὶν ἀμφήκη, πυρόεντα, ἀειζώοντα κεραυνόν· τοῦ γὰρ ὑπὸ πληγῇς φύσεως πάντʼ ἔργα ⟨τελεῖται⟩· ᾧ σὺ κατευθύνεις κοινὸν λόγον, ὃς διὰ πάντων φοιτᾷ, μιγνύμενος μεγάλοις μικροῖς τε φάεσσι· ᾧ σὺ τόσος γεγαὼς ὕπατος βασιλεὺς διὰ παντός. οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθονὶ σοῦ δίχα, δαῖμον, οὔτε κατʼ αἰθέριον θεῖον πόλον οὔτʼ ἐνὶ πόντῳ, πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέραισιν ἀνοίαις· ἀλλὰ σὺ καὶ τὰ περισσὰ ἐπίστασαι ἄρτια θεῖναι, καὶ κοσμεῖν τἄκοσμα καὶ οὐ φίλα σοὶ φίλα ἐστίν. ὧδε γὰρ εἰς ἓν πάντα συνήρμοκας ἐσθλὰ κακοῖσιν, ὥσθʼ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα, ὃν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσι, δύσμοροι, οἵ τʼ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες οὔτʼ ἐσορῶσι θεοῦ κοινὸν νόμον, οὔτε κλύουσιν, ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν. αὐτοὶ δʼ αὖθʼ ὁρμῶσιν ἄνοι κακὸν ἄλλος ἐπʼ ἄλλο, οἱ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες, οἱ δʼ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ, ἄλλοι δʼ εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα. ⟨ἀλλὰ κακοῖς ἐπέκυρσαν⟩, ἐπʼ ἄλλοτε δʼ ἄλλα φέρονται σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι. ἀλλὰ Ζεῦ πάνδωρε, κελαινεφές, ἀργικέραυνε, ἀνθρώπους ⟨μὲν⟩ ῥύου ἀπειροσύνης ἀπὸ λυγρῆς, ἣν σύ, πάτερ, σκέδασον ψυχῆς ἄπο, δὸς δὲ κυρῆσαι γνώμης, ᾑ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾶς, ὄφρʼ ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ, ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε θνητὸν ἐόντʼ, ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον, οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν.
Epiphanius adv. Haeres. III 2, 9 (III 37) DDG p. 592, 30. Κλεάνθης τὸ ἀγαθὸν καὶ καλὸν λέγει εἶναι τὰς ἡδονάς, καὶ ἄνθρωπον ἐκάλει μόνην τὴν ψυχήν, καὶ τοὺς θεοὺς μυστικὰ σχήματα ἔλεγεν εἶναι καὶ κλήσεις ἱεράς, καὶ δᾳδοῦχον ἔφασκεν εἶναι τὸν ἥλιον, καὶ τὸν κόσμον μυστήριον καὶ τοὺς κατόχους τῶν θείων τελεστὰς ἔλεγε.
Philodemus περὶ εὐσεβ. cp. 13 (DDG p. 547b). ἐν δὲ τῷ δευτέ(ρῳ) (scil. περὶ θεῶν Χρύσιππος) τά τ(ε) εἰς Ὀρφέα (καὶ Μ)ουσαῖον ἀναφε(ρόμ)ε(ν)α καὶ (τ)ὰ παρʼ (Ὁ)μήρῳ καὶ Ἡσιόδ(ῳ) καὶ Εὐρι(π)ίδῃ καὶ κοιηταῖς ἄλλοις, (ὡ)ς κα(ὶ) Κλεάνθης, (π)ειρᾶτα(ι συν)οικειοῦ(ν) ταῖς δόξαις αὐτῶ(ν).
Macrobius Sat. I 17, 8. Cleanthes (Apollinem) ὡς ἀπ’ ἄλλων καὶ ἄλλων τόπων τὰς ἀνατολὰς ποιούμενον, quod ab aliis atque aliis locorum declinationibus faciat ortus.
Macrobius Sat. I 17, 36. Cleanthes Lycium Apollinem appellatum notat quod, veluti lupi pecora rapiunt, ita ipse quoque humorem eripit radiis.
Macrobius Sat. I 17, 31. Λοξίας cognominatur, ut ait Oenopides, ὅτι ἐκπορεύεται τὸν λοξὸν κύκλον ἀπὸ δυσμῶν ἐπ’ ἀνατολὰς κινούμενος, id est quod obliquum circulum ab occasu ad orientem pergit: aut, ut Cleanthes scribit, ἐπειδὴ καθ’ ἕλικας κινεῖται, λοξαὶ γάρ εἰσι καὶ αὗται, quod flectuosum iter pergit.
Cf.Achilles Tat. Isag. 169 A. ὁ ζῳδιακὸς καὶ λοξίας ὑπό τινων καλεῖται, ἐπειδὴ ἥλιος τὰς ὁδοὺς ἐν αὐτῷ πορεύεται λοξός. ἐν δὲ τῷ ἡλίῳ ὁ Ἀπόλλων, ὃς καλεῖται Λοξίας ὑπὸ τῶν ποιητῶν, εἶναι πιστεύεται. — Cornutus c. 32: λοξῶν δὲ καὶ περισκελῶν ὄντων τῶν χρησμῶν οὓς δίδωσι, Λοξίας ὠνόμασται· ἢ ἀπὸ τῆς λοξότητος τῆς πορείας ἣν ποιεῖται διὰ τοῦ ζῳδιακοῦ κύκλου.