Testimonia et Fragmenta
Cleanthes
Cleanthes. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)
Eusebius praep. evang. XV 20, 2 (Ar. Did. fr. 39 Diels). περὶ δὲ ψυχῆς Κλεάνθης μὲν τὰ Ζήνωνος δόγματα παρατιθέμενος πρὸς σύγκρισιν τὴν πρὸς τοὺς ἄλλους φυσικούς φησιν, ὅτι Ζήνων τὴν ψυχὴν λέγει αἰσθητικὴν ἀναθυμίασιν, καθάπερ Ἡράκλειτος. βουλόμενος γὰρ ἐμφανίσαι, ὅτι αἱ ψυχαὶ ἀναθυμιώμεναι νοεραὶ ἀεὶ γίνονται, εἴκασεν αὐτὰς τοῖς ποταμοῖς λέγων οὕτως ποταμοῖσι τοῖσιν αὐτοῖσιν ἐμβαίνουσιν ἕτερα καὶ ἕτερα ὕδατα ἐπιῤῥεῖ. καὶ ψυχαὶ δὲ ἀπὸ τῶν ὑγρῶν ἀναθυμιῶνται. ἀναθυμίασιν μὲν οὖν ὁμοίως τῷ Ἡρακλείτῳ τὴν ψυχὴν ἀποφαίνει Ζήνων· αἰσθητικὴν δὲ αὐτὴν εἶναι διὰ τοῦτο λέγει etc. — Cf. Zeno n. 141.
Longinus ap. Euseb. praep. evang. XV 21, 3. Ζήνωνι μὲν γὰρ καὶ Κλεάνθει νεμεσήσειέ τις ἂν δικαίως οὕτω σφόδρα ὑβριστικῶς περὶ αὐτῆς (scil. ψυχῆς) διαλεχθεῖσι καὶ ταὐτὸν ἄμφω τοῦ στερεοῦ σώματος εἶναι τὴν ψυχὴν ἀναθυμίασιν φήσασι. — Theodoret. gr. aff. cur. V 27 p. 130, 2 Ra. ἄμφω γὰρ (Ζήνων καὶ Κλεάνθης) τοῦ στερεοῦ σώματος εἶναι τὴν ψυχὴν ἀναθυμίασιν.
Galenus de Hippocr. et Plat. plac. II 8 (V p. 283 K., p. 248 ed. Iu. Mueller). εἰ δέ γε ἕποιτο (scil. Διογένης ὁ Βαβυλώνιος) Κλεάνθει
καὶ Χρυσίππῳ καὶ Ζήνωνι τρέφεσθαι μὲν ἐξ αἵματος φήσαντι τὴν ψυχήν, οὐσίαν δʼ αὐτῆς ὑπάρχειν τὸ πνεῦμα etc.Diogenes Laërt. VII 157. Κλεάνθης μὲν οὖν πάσας ἐπιδιαμένειν (scil. τὰς ψυχὰς) μέχρι τῆς ἐκπυρώσεως, Χρύσιππος δὲ τὰς τῶν σοφῶν μόνον.